218
διάλυσιν εϊκα καὶ ἐπενθέσει τοῦ ο εοικα. καὶ ἐπαυξήσει τοῦ ο μικροῦ εἰς ω μέγα εῳκα. καὶ μένει τὸ ι προσγεγραμμένον. ὁ ὑπερσυντελικὸς ἐῴκειν, ἐῴκεις. ̓Εώλπειν ὑπερσυντελικὸς ἀπὸ τοῦ ἐόλπω, τὸ ἐλπίζω. ̓Εῶμεν. συγχωροῦμεν. epsilon.947 ̓Εωνημένων. ἀγορασθέντων. ̓Εωνῆσθαι. ὠνεῖσθαι δὲ δίφθογγον. ̓Εῳνοχόει. ἐκίρνα. ̓Εών. ὁ ὑπάρχων. μηδ' ουτως, ἀγαθός περ ἐών,- ἐνεστὼς παρατατικὸς παρὰ τὸ εω, τὸ ὑπάρχω, ων καὶ ἐών· τὸ δὲ ἐὼν τοῦ ων ἐντελέστερόν ἐστι. καὶ ἐὼν ὁ πρὸ πολλοῦ τεθνηκώς. Εῳξεν. ἀνέῳξεν. Εωργε. διεπράξατω. καὶ ἐώργειν, ὑπερσυντελικός. ̓Εωρίζω. τὸ μετεωρίζω. ̔Εώρων. ἀπὸ τοῦ ὁρῶ. ὁ παρατατικὸς ωρων καὶ πλεονασμῷ τοῦ ε ἑώρων, τῆς δασείας φυλαχθείσης. ὡσαύτως καὶ ἀπὸ τοῦ οἰνοχοῶ ὁ παρατατικὸς ᾠνοχόουν καὶ πλεονασμῷ τοῦ ε ἐῳνοχόουν, καὶ ἀπὸ τοῦ ὠνῶ, ὠνοῦμαι, καὶ ωνημαι καὶ ἐώνημαι. epsilon.948 ̓Εώσαντο. βιαίως εἰσῆλθον. εἰσεπήδησαν. Εωσεν. ἀπώσατο, ἐνέβαλεν. ἀπὸ τοῦ ωθω ὁ μέλλων ωσω, ὁ ἀόριστος ωσα, τὸ τρίτον ωσε, καὶ πλεονασμῷ τοῦ ε εωσεν. ὡς ᾠνοχόει, ἐῳνοχόει. ̔Εώρταζον. ἀπὸ τοῦ ἑορτὴ γίνεται ἑορτάζω, καὶ ὁ παρατατικὸς ἑώρταζον. καὶ ἐπειδὴ οὐδέποτε λέξις εὑρίσκεται ἀρχομένη ἀπὸ τοῦ ˉη ἐπιφερομένη τὸ η, χωρὶς εἰ μὴ εὑρεθῇ δίφθογγον, ὡς τὸ ἠοῦς, ἠοῖ, καὶ κατὰ διάλυσιν, ὡς ἠόα, τούτου χάριν ἐγένετο ὑπερβιβασμός· καὶ ἡ μὲν παραλλαγὴ ἐξετάθη, ἡ δὲ ἀρχὴ συνεστάλη εἰς ˉε, καὶ ἐγένετο ἑώρταζον. Εω. τὸ ὑπάρχω. ἐῶ δὲ τὸ καταλιμπάνω. ̓Εώμενοσ. καταλιμπανόμενος. ( ̓Επίῤῥημα.) Εως τῶν οὐρανῶν. εως τοῦ τέλους. καὶ εως ἀντὶ τοῦ διηνεκῶς καὶ πάντα τὸν χρόνον. zeta.947 Ζ. Τὸ Ζ μετὰ τοῦ Α. ( ̓Αρσενικόν.) Ζαβρόσ. πολυφάγος. Ζαβρῆσ. κύριον. καὶ κλίνεται τοῦ Ζαβρῆ. zeta.48 Ζαγρόσ. ἀνυπόδετος. Ζαὴν ανεμον. τὸν σφοδρῶς πνέοντα. καὶ Ομηρος· ωρσε δ' ἐπὶ ζαὴν ανεμον- ὡς παρὰ τὸ πέτω γίνεται πετήν. ̔Ησίοδος· zeta.949 -αἰετὸν μὴ πετῆνα γενέσθαι. ουτως καὶ παρὰ τὸ αω, τὸ πνέω, γίνεται ἀὴν, καὶ μετὰ τοῦ ζα μορίου ζαήν. τὸ γὰρ τέλειον ζαῆνα, ὡς πετῆνα. εἰ μὴ κατ' εκθλιψιν γέγονεν. ουτως Ωρος ὁ Μιλήσιος. Ζαθέου. αγαν θαυμαστοῦ. Ζάκοτοσ. αγαν ὀργίλος. Ζάκοροσ. ὁ τοῦ νεὼ ἐπιμελούμενος. κορεῖν γὰρ τὸ σαίρειν. τὸ δὲ ζα οὐκ εστιν ἐνταῦθα ἐπίτασις, ἀλλ' ἀντὶ τῆς διὰ προθέσεως, ιν' ῃ ὁ διάκορος. οἱ Αἰολεῖς καὶ οἱ ̓Αττικοὶ τὸν δία ζα φασίν. Ζακχαῖοσ. κύριον. Ζαλμώδησ. ὁ σθλάβος. Ζάλευκοσ. Πυθαγόρειος φιλόσοφος καὶ νομοθέτης. Ζαμενήσ. ὁ αγαν ἰσχυρός. Ζάλμοξισ. κύριον. zeta.950 Ζαφλεγεῖσ. λαμπροί. ἐπιφανεῖς. Ζάψ. τὸ πῦρ. (Θηλυκόν.) Ζάβα. τὸ λωρίκιον. Ζαβουλών. χώρα. ἑρμηνεύεται δὲ εὐωδία καὶ εὐλογία. ο Ζαβουλών ἐστι. Ζάλη. ἡ σύνομβρος πνοὴ, η ἡ μεγάλη αελλα καὶ ταραχὴ τῆς θαλάσσης η τοῦ ἀέρος. παρὰ τὸ ζέειν τὴν αλα ηγουν κορυφοῦσθαι. Ζακυνθίδεσ. κολοκύνθαι. Ζαμβύκη. μουσικὸν οργανον. Ζαθέην. αγαν θαυμαστήν. παρὰ τὸ θέαν καὶ τὸ ζα ἐπιτατικὸν μόριον, ὡς τὸ ἠγαθέην, τὴν θαυμαστὴν καὶ πολλῆς θέας ἀξίαν. †Ζαία. ἡ πόλις.† Ζάλη. ἡ ἐξ ἑκουσίων πραγμάτων ἐν τῇ ψυχῇ γενομένη περίστασις καὶ ταραχὴ βίου, η ἡ πρὸς κίνδυνον τὴν ψυχὴν συνωθοῦσα σύμβασις. zeta.951 (Οὐδέτερον.) Ζαβεῖον. ἐν ῳ αἱ ζάβαι. Ζάγκλον. τὸ δρέπανον. κέκρυπται γυνὴ ζάγκλον ὑποχθονίη. παρὰ τὸ ζα ἐπιτατικὸν μόριον καὶ τὸ ἀγκύλον, ζάγκυλον καὶ κατὰ συγκοπὴν ζάγκλον, τὸ λίαν ἀγκύλον. Ζαθρέσ. μεσημβρινὸν καῦμα τὸ δειλινόν. Ζαθέρει. αγαν θερμῷ. -οιδα καθίζων ἀείδειν ζαθερεῖ καύματι θαλπόμενος. Ζαμάτιον. τρυβλίον. Ζαέσ. μέγα, πολὺ, λαμπρὸν, ἰσχυρόν. Ζαπληθέσ. απειρον, ἀμέριστον. Ζατρεφέσ. τὸ εὐτραφελές. Ζαφελέσ. τὸ ἀφελές. καὶ ζαφελῶς ἀντὶ τοῦ πάνυ ἀφελῶς. Ζαχρειέσ. ἀντὶ τοῦ αγαν χρειῶδες. κυρίως τὸ βιαίως ταῖς χερσὶ πραττόμενον. παρὰ γὰρ τὰς χεῖρας πεποίηται ἡ λέξις, ζαχερὲς, καὶ ἐν ὑπερθέσει ζαχρεὲς, καὶ ζαχρειὲς, καὶ ζαχρειὴς ἐπὶ ἀρσενικοῦ, καὶ ζαχρήεις, ζαχρήεντος. ( ̔Ρῆμα.) Ζατρεύω. τὸ ἐν μύλωνι βασανίζω. zeta.952 Ζαβάλλειν. ἐξαπατᾷν. Ζαπλουτεῖν. αγαν πλουτεῖν. Ζατῶ. τὸ φράζω. καὶ ζατῶσαι τὸ φράσαι. Ζαχρειῶ. αγαν χρῄζω. ( ̓Επίῤῥημα.) Ζαφελῶσ. τὸ μεγάλως ὠφελημένον. η