πόλεως Τετραπόλεως (Τετραπυδʹ ξ), ἡγούμενον δὲ τυγχάνοντα τῆς μονῆς τοῦ ἁγίου μεγαλομάρτυρος Μωκίου, τῆς μὲν θυράθεν σοφίας ἄγευστον τὸ παράπαν (τῆς θυρ. σοφ. μὲν τὸ παρ. ἄγ. ῃ; τὸ παρ. ομ. ε), τῆς δέ γε θείας εἰς (ἐς ξε) ἄκρον ἐληλακότα, καὶ ταῖς ἐξ αὐτῆς χάρισι καὶ ἀρεταῖς κατάκομον. καὶ τὰ μὲν τῆς πόλεως ἐφέρετο τῇδε, ὁ δὲ Βρυέννιος τὸν τοῦ βασιλέως ἐνωτισθεὶς θάνατον, ἄρας μετὰ τῶν Μακεδόνων κάτεισιν ἐν Χρυσοπόλει. καὶ τοῦτον μὲν ἡ βασιλίς, ὅτι ἀσυντάκτως ὑπεχώρησε, κατασχοῦσα δημεύει καὶ εἰς ἐξορίαν ἐκπέμπει, τὸν δὲ λαὸν ὑποστρέψαι εἰς τοὐπίσω παρασκευάζει. ὅλην οὖν τὴν θʹ ἰνδικτιῶνα, τοῦ φξδʹ ἔτους βιώσασα ἡ βασιλίς, καὶ περὶ τὰ τέλη τοῦ Αὐγούστου μηνὸς τῆς αὐτῆς ἰνδικτιῶνος ἰλεοῦ νοσήματι περιπεσοῦσα ἀπέθανεν. Theodor.2 Οἱ δὲ ταύτης εὐνοῦχοι σὺν τῷ συγκέλλῳ Λέοντι ἀναβιβάζουσιν εἰς τὸν βασίλειον θρόνον, ἔτι ψυχορραγούσης ἐκείνης, Μιχαὴλ πατρίκιον τὸν Στρατιωτικόν, ἄνθρωπον ἐκ Βυζαντίου μὲν ὁρμώμενον, ἀφελῆ δὲ καὶ ἀποίκιλον καὶ μόνοις τοῖς στρατιωτικοῖς ἐκ παίδων ἀπασχοληθέντα καὶ πλέον ἄλλο εἰδότα μηδέν, καὶ ἤδη παρηκμακότα καὶ τῆς πρεσβυτικῆς ἁψάμενον ἡλικίας, ᾗτινι συμφέρειν τὴν ἀπραγμοσύνην Ἀρχίλοχος ὁ ποιητὴς ἀπεφήνατο. τοῦτο δὲ πεποιήκασιν, ἵνα σχῆμα μόνον καὶ ὄνομα αὐτὸς ἔχῃ τῆς βασιλείας, αὐτοὶ δὲ διεξάγωσιν, ὡς βούλονται, τὰ κοινὰ καὶ πάντων τυγχάνωσι κύριοι, ἐπομοσαμένου πρότερον καὶ αὐτοῦ μηδέν τι πρᾶξαί ποτε τῆς ἐκείνων δίχα γνώμης τε καὶ θελήσεως.
Mich6.t ΜΙΧΑΗΛ Ο ΓΕΡΩΝ Mich
6.1 Ἀναρρηθέντος δὲ τοῦ Μιχαὴλ αὐτοκράτορος κατὰ τὴν λαʹ ἡμέραν τοῦ Αὐγούστου μηνός, τῆς θʹ ἰνδικτιῶνος, Θεοδόσιος πρόεδρος ὁ τοῦ πατραδέλφου τοῦ βασιλέως Κωνσταντίνου τοῦ Μονομάχου υἱός, πυθόμενος τὴν ἀνάρρησιν καὶ δεινοπαθήσας, καὶ μὴ βουλευσάμενος, μηδὲ λογισάμενος τὴν τοῦ ἔργου δυσχέρειαν καὶ ἀπότευξιν, μηδ' οἷον κύβον μέλλει ἀναρριπτεῖν, ἀνειληφὼς τοὺς οἰκογενεῖς καὶ δούλους καὶ τοὺς ἄλλως ὑπηρετουμένους αὐτῷ, πολλοὺς δὲ καὶ τῶν γειτόνων καί τινας τῶν συνήθων, ὅσοι περ ἦσαν τὰς φρένας κουφότεροι, ἄρας περὶ δείλην ὀψίαν ἐκ τῆς οἰκίας (κεῖται δὲ αὕτη περὶ τὸ λεγόμενον Λεωμακέλλιον) προῄει διὰ τῆς πλατείας ὡς εἰς τὸ παλάτιον, ἀγανακτῶν καὶ δυσχεραίνων, καὶ τὴν ἀδικίαν ὡς ἂν τὰ ἔσχατα ἠδικημένος πρὸς τοὺς παρατυχόντας ἐπιβοώμενος, καὶ τὴν βασιλείαν ἀνακαλούμενος, ὡς κληρονομιαῖον τάχα κτῆμα καὶ αὐτῷ προσῆκον, ὡς μᾶλλον τῶν ἄλλων ἐγγύτητα ἔχοντι αἵματος πρὸς τὸν ἀπελθόντα βασιλέα. ὡς δ' ἐγένετο κατὰ τὸ πραιτώριον, διαρρήξας τὰς πύλας τῆς φυλακῆς ἐξάγει τοὺς καθειργμένους, ἐλπίσας, οἶμαι, δι' αὐτῶν μέγα τι διαπράξασθαι καὶ γενναῖον. τὸ δ' αὐτὸ τοῦτο καὶ ἐν τῇ Χαλκῇ φθάσας ἐποίησεν. ἀλλὰ τῆς ἐπαναστάσεως τοῖς ἐν τοῖς βασιλείοις γνωσθείσης εὐνούχοις, ταχὺ μὲν οἱ φυλάσσοντες ἐν τῷ παλατίῳ στρατιῶται Ῥωμαῖοί τε καὶ Βάραγγοι (γένος δὲ Κελτικὸν οἱ Βάραγγοι μισθοφοροῦντες Ῥωμαίοις) καθοπλίζονται, ταχὺ δὲ καὶ οἱ ταῖς βασιλικαῖς ὑπηρετοῦντες τριήρεσιν ἠγεί ροντο. καὶ χεὶρ ἱκανὴ συνηθροίσθη καὶ κατὰ τοῦ Θεοδοσίου ἔμελλε πέμπεσθαι. ὁ δὲ τοῦτο πυθόμενος, ἐκκλίνας τοῦ πρὸς τὸ παλάτιον ἀπιέναι, ὑποστρέφει πρὸς τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν· ἤλπισε γάρ, ὡς εἰσελθόντα τοῦτον ἐν αὐτῇ ὁ πατριάρχης τε καὶ ὁ κλῆρος προσδέξεται, καὶ λαὸς ἀθροισθήσεται πλεῖστος, καὶ βασιλέα ἀναγορεύσουσι. ταῦτα δὲ πάντα αὐτῷ εἰς τοὐναντίον ἀπέβη. ὅ τε γὰρ πατριάρχης καὶ ὁ τῆς ἐκκλησίας κλῆρος ἐρχομένῳ τὰς ταύτης ἀποκλείουσι πύλας, καὶ οἱ συνήθως ἐν τοῖς τοιούτοις χαίροντες καὶ συντρέχοντες ἦσαν οὐδαμοῦ, καὶ οἱ παρεπόμενοι τούτῳ μέχρις ἐκείνου τοῦ τόπου, μαθόντες τὴν μέλλουσαν πέμπεσθαι δύναμιν κατ' αὐτῶν, κατὰ μικρὸν ὑπορρέοντες ἐσκεδάσθησαν, καὶ λοιπὸν ἔρημος πάντων καταλειφθεὶς ἱκέτης ἐλεεινὸς μετὰ τοῦ παιδὸς πρὸς τὴν ἐκκλησίαν καθίζει· ὃν εὐθὺς