218
ὑπομεῖναι τοὺς παρανό μους ἱκετεύει, ἀλλὰ μὴ δυναστεύειν, καὶ τὴν ἐξου σίαν ἐφόδιον ἔχειν εἰς ἀδικίαν. εʹ, ʹ. "Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν· καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν. Χήραν καὶ ὀρφανὸν ἀπέκτειναν, καὶ προσήλυτον ἐφόνευσαν." Πᾶν εἶ δος ἀδικίας, ∆έσποτα, παρ' αὐτῶν τολμᾶται. Ἐπὶ τῇ δυναστείᾳ βρενθύονται, ἀδίκοις δὲ κέχρηνται λόγοις· τὰ πράγματα τῶν λόγων ἐστὶ χαλεπώτερα. Αἱ τῶν ὁμοζύγων ἐστερημέναι, καὶ οἱ πατέρων ἐρημίαν ὀλοφυρόμενοι πρόκεινται τούτοις, ὡς ἕτοιμον θήρα μα. Οἱ ἐξ ἐθνῶν προσεληλυθότες, καὶ κατὰ τοὺς σοὺς νόμους ποθήσαντες πολιτεύεσθαι, τὴν ἄδικον παρ' αὐτῶν σφαγὴν ὑπομένουσι· Προσηλύτους γὰρ τούτους ὠνόμασε. ζʹ "Καὶ εἶπαν· Οὐκ ὄψεται ἄνθρωπος, οὐδὲ συν ήσει ὁ Θεὸς τοῦ Ἰακώβ." Αὕτη τῆς ἀσεβείας ἐπί τασις. Ταῦτα γὰρ, φησὶ, τολμῶσιν, οὐχ ἡγούμενοί σε ἐφορᾷν, οὐδὲ προμηθεῖσθαι τῶν ἀνθρωπείων πραγμάτων· οὐχ ἁπλῶς δὲ πρόσκειται τὸ ὁ Θεὸς Ἰακὼβ, ἀλλ' εἰς αὔξησιν τῆς κατηγορίας. Πολλὴν γὰρ περὶ τὸν λαὸν τοῦ Θεοῦ καταμαθόντες πρόνοιαν, τὴν διὰ τῶν προφητῶν, τὴν διὰ τῶν ἱερέων, τὴν ἐν πολέμῳ, τὴν ἐν εἰρήνῃ, οὐ δειμαίνουσιν ὡς ἐφορῶντα τὸν τῶν ὅλων Θεόν. Ἐντεῦθεν αὐτοῖς εἰσφέρει συμβου λὴν καὶ παραίνεσιν, [οὐ μόνον δὲ τὸ τηνικαῦτα τοῖς τοιαῦτα νενοσηκόσιν, ἀλλὰ καὶ μέχρι τοῦ νῦν καὶ παντὸς τοῦ βίου κρατοῦσιν.] ηʹ. "Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε." Ὀψέ γ' οὖν ποτε, ὦ ἀνόητοι, συνιδεῖν ἐθελήσατε, καὶ μαθεῖν τῶν πραγμάτων τὴν φύσιν· [ὅτι ἀράχνῃ ἔοικεν ἡ τοῦ παρόντος βίου κατάστασις.] 80.1633 θʹ. "Ὁ φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν, οὐχὶ κατανοεῖ," Σφόδρα συλλογιστι κῶς τὴν διδασκαλίαν προσήνεγκεν. Ὁ ἐκ πηλοῦ γὰρ, φησὶ, τὸν ὀφθαλμὸν διαπλάσας, καὶ τὴν ὀπτι κὴν ἐνέργειαν αὐτῷ δωρησάμενος, καὶ τὰ ὦτα ὡσ αύτως δημιουργήσας, καὶ τὴν ἀκουστικὴν αἴσθησιν χαρισάμενος, αὐτὸς οὐχ ὁρᾷ, οὐδὲ ἀκούει, ἀλλὰ ὁ τούτων δημιουργὸς ἐστέρηται τῆς ἐνεργείας ἣν τοῖς ἄλλοις κεχάρισται; ιʹ. "Ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει;" Τὰ ἔθνη, φησὶν, ἃ μήτε νόμον ἐδέξαντο, μήτε προφητικῆς ἀπολαύει διδασκαλίας, ὑποβάλλει παιδείαις, καὶ τὴν ὑμετέραν οὐκ ἐλέγξει παρανομίαν; "Ὁ διδάσκων ἄνθρωπον γνῶσιν." Καὶ μὴν τῶν ἀνθρώπων τὴν φύ σιν αὐτὸς ἐδημιούργησε λογικὴν, καὶ διὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων, καὶ καθ' ἑκάστην γιγνομένων ἡμέραν, πλείονα τὴν γνῶσιν ἐργάζεται. ιαʹ. "Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀν θρώπων, ὅτι εἰσὶ μάταιοι." Ἀλλὰ γὰρ οὐ μόνον ὁρᾷ καὶ ἀκούει· ἀλλὰ καὶ τοὺς ἡμετέρους ἐπίσταται λο γισμοὺς, τοὺς ψευδῆ περὶ τῆς αὐτοῦ προνοίας το πάζοντας· οὕτως ἐκείνοις τὴν προσφυῆ ποιησάμε νος θεραπείαν, προσφέρει τοῖς ἀδικουμένοις ἀποχρῶ σαν ψυχαγωγίαν· πιθανωτέραν δὲ αὐτὴν ἐργαζόμενος ποιεῖται τοὺς λόγους. ιβʹ. "Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε· καὶ ἐκ τοῦ νόμου σου διδάξεις αὐτόν." Πολλοὶ μὲν γὰρ ἀθλίους εἰώθασιν ἀποκαλεῖν τοὺς τὴν εὐσέ βειαν ἀσπαζομένους [καὶ ἀδικίαν ὑφισταμένους· ἐγὼ δὲ αὐτοὺς ζηλωτοὺς καὶ μακαρίους ἀποκαλῶ, παίδευσιν γυμναζομένους,] καὶ τοὺς θείου νόμου καρπουμένους τὴν ὠφέλειαν. ιγʹ. "Τοῦ πραΰναι αὐτὸν ἀφ' ἡμερῶν πονη ρῶν." Ὁ γὰρ μικρὰν παιδείαν κατὰ τὸν παρόντα βίον δεχόμενος, πραότερον ἕξει τὸ μέλλον κριτήριον· ἡμέραν γὰρ πονηρὰν, τὴν αἰώνιον ἐκάλεσε κόλα σιν. "Ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος." Οἱ γὰρ τὴν παρανομίαν ἀσπαζόμενοι τῇ διηνεκεῖ τιμω ρίᾳ παραδοθήσονται. Ὥσπερ γὰρ τὸν εἰς βαθὺ ἐμπεσόντα βόθρον ἀναβῆναι τῶν ἀδυνάτων, μηδενὸς ἐπαμύνοντος· οὕτω διαφυγεῖν τὴν αἰώνιον ἀδύνατον κόλασιν, μὴ τῆς θείας τοῦτο βουλομένης φιλανθρω πίας. ιδʹ. "Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὑτοῦ· καὶ τὴν κληρονομίαν αὑτοῦ οὐκ ἐγκαταλείψει." [Κληρονομίαν οὐ τὸν Ἰσραὴλ ὠνόμασε μόνον, ἀλλὰ καὶ τὸν ἐξ ἐθνῶν λαόν· καὶ μάλιστα τοῦ τον. Περὶ μὲν γὰρ ἐκείνου ὁ μακάριος ἔφη Μωϋ σῆς· "Καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ." Περὶ δὲ τοῦ νέου λαοῦ, ὃν ὁ ἐκ Θεοῦ Θεὸς τῷ ἑκου σίῳ θανάτῳ περιεποιήσατο, συγκληρονόμους ὀνο 80.1636 μάζει ὁ θεῖος