218
διανύοντες σωτηρίως καὶ μεμακαρισμένως· καὶ γὰρ μακαρίους ὑμᾶς εἴρηκεν ἐν εὐαγγελίοις ὁ Κύριος. ἡ εὐφημία μεγάλη, ἡ ἐλπὶς ἀνυπέρβλητος· καὶ γὰρ βασιλεία οὐρανῶν. Στῆτε οὖν, παρακαλῶ, ἀδελφοί μου, στῆτε ἀκαταγώνιστοι ἔκ τε τῶν ὁρωμένων ἐχθρῶν καὶ ἀοράτων, παρασκευαζόμενοι μήπως καὶ συλληφθῆτε καὶ ἵνα ἀθλοφορήσοιτε δυνάμει θεοῦ, καθὰ καὶ πολλοὶ τῶν ἀδελφῶν ὑμῶν. τέως δέ, ἕως ἂν οἰκονομῇ Κύριος ἀσυλλήπτους μένειν, μένοιτε εὐζωοῦντες, τοῦτο μὲν ἀγαπητῶς ἔχοντες πρὸς ἀλλήλους καὶ ἀπαρρησιάστως, τοῦτο δὲ ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ, δῆλον ὅτι κεφαλῆς σοῦ, ἀδελφέ, προηγουμένου· πᾶν γὰρ τὸ ἀκέφαλον καὶ ἄναρχον ἄτακτον καὶ στασιῶδες, οὗ λυτρωθείημεν. προσεύχεσθε περὶ εἰρήνης τῆς τοῦ θεοῦ ἐκκλησίας, περὶ πάντων τῶν διεσπαρμένων ἀδελφῶν ὑμῶν, καὶ μάλιστα τῶν εἰς τὰ Στουδίου ὑπὸ τοῦ ἀθέου Λεοντίου πιεζομένων καὶ λίαν τετρυχωμένων καὶ μέντοι ἐνισταμένων κραταιότατα, ἔπειτα καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ἵνα σῳζοίμεθα ἐν Κυρίῳ. ὁ ἀδελφὸς ὑμῶν Νικόλαος πλεῖστα προσαγορεύει. 369 {1Κωνσταντίνῳ λαϊκῷ}1 Εὐλογία Κυρίου ἐπὶ σὲ καὶ ἐπὶ πάντα τὸν οἶκόν σου ἀνθ' ὧν ἀποστέλλεις τῇ ταπεινώσει ἡμῶν, ἄνθρωπε τοῦ θεοῦ, κρίνον ὀρθοδοξίας, φίλε διάπυρε. εἰ κτᾶσαι φίλον, ὥς φησιν ὁ λόγος, ἐν πειρασμῷ αὐτὸν κτῆσαι, ἐπειδήπερ ἐστὶ κοινωνὸς θλίψεως, πίστεως φύλαξ, οὗπερ οὐκ ἔστι σταθμὸς τῆς καλλονῆς. τοιοῦτος σύ, ἐξ ὧν ποιεῖς καὶ λέγεις πιστούμενος τὸν λόγον. ἀλλ' ἄνες, παρακαλῶ, μὴ ὑποπιέζεις σεαυτόν. εἰ δὲ οὐκ ἀνέχῃ, μηδὲ σὲ ὁ ἀγαθὸς θεός, ἀοράτως εὐεργετῶν· ὃς καὶ διαφυλάξειέν σε ἔτι ἀσινῆ πανοικί. 370 {1Κασσίᾳ}1 Οἷα ἡμῖν καὶ αὖθις ἐφθέγξατο ἡ κοσμιότης σου ὁμοῦ μὲν σοφά, ὁμοῦ δὲ καὶ συνετά, ὥστε με εἰκότως ἐστὶ ξενολογεῖσθαι καὶ εὐχαριστεῖν τῷ Κυρίῳ, ἐπὶ κόρῃ ἀρτιφυεῖ τηλικαύτην γνῶσιν ἐνορῶνταν, οὐ μὲν οὖν κατὰ τὰς πάλαι (πολλοῦ γὰρ ἀποδέομεν καὶ ἄπειρον καὶ ἄνδρες καὶ γυναῖκες τῆς ἐκείνων σοφίας καὶ παιδεύσεως οἱ νῦν), ὅμως δ' οὖν ὅτι κατὰ τὸ παρὸν ὑπερῆρας ὅτι μάλιστα καὶ κόσμος σοι ὁ λόγος, πάσης ἐπικήρου εὐπρεπείας ὡραιότερος. ἀλλὰ τὸ ζητούμενον ὅτι σύνδρομος καὶ ὁ βίος τῷ λόγῳ καὶ οὐ σκάζοις περὶ θάτερον, εἴπερ οὕτω προείλου ἐν τῷ νυνὶ διωγμῷ πάσχειν ὑπὲρ Χριστοῦ, οὐχ ὅτι ἐμαστιγώθης πάλαι ἀρκουμένη, ἀλλὰ γὰρ καὶ αὖθις σφαδάζουσα οἱονεὶ καὶ φέρειν οὐκ ἰσχύουσα τὸν πυρπολούμενον ἔρωτα τῆς καλῆς ὁμολογίας. ἐν ᾗ φυλαχθείης διαζέουσα· ὄντως γὰρ οἶσθα τί καλὸν καὶ τί τερπνὸν ἀλλ' ἢ τὸ πάσχειν ὑπὲρ ἀληθείας καὶ πλεονεκτεῖν ἐν τοῖς παθήμασι. χρυσὸς δὲ καὶ ἄργυρος, δόξα καὶ εὐπάθεια καὶ πᾶν ὁτιοῦν δοκοῦν εὖ ἔχειν τῶν ἐπιγείων οὐδὲν οὐδαμῶς, κἂν ἐξωνόμηνται τῶν καλῶν εἶναι, ἐπείπερ ἐν ῥοῇ καὶ ἀπορροῇ, ὀνειρόμοια καὶ σκιόεντα. Τί τὸ ἑξῆς; ἡ φιλομόναχός σου αἵρεσις τοῦ βίου, ὡς φῆς, μετὰ τὴν παῦλαν τοῦ διωγμοῦ. ὅπερ οὐκ ἐξένισέν με, εἰ καὶ ξένον· διατί; ὅτι ἐκ τῶν προηγουμένων τὰ ἑπόμενά τις τεκμαίρεται καὶ διάλληλος ἡ δεῖξις. εἰ καπνός, πάντως πῦρ προελεύσεται· κἀνταῦθα, ἐπεὶ ὁμολογία Χριστοῦ, δῆλον ὅτι βίος τῆς μοναχικῆς τελειότητος ἀναλάμψειεν. ὡς μακαρία σὺ κατ' ἀμφότερα. πλὴν ἐπιβολὴν ἐμῆς χειρὸς μὴ ἀποκαραδόκει, ἐπειδὴ ἁμαρτωλός, ἀλλ' ἐκείνης, ἧς τῇ σεπτῇ ἐπιθέσει καθαγιασθήσῃ. Τὴν ἐνεγκοῦσάν σε εἰς φῶς διαπλάσει τοῦ ἀληθινοῦ φωτὸς ὡς ἡμέρας μητέρα πλεῖστα προσαγορεύω· ἧς σὺν τοῖς ἀπὸ σοῦ εἰληφὼς τὰ δῶρα δῶρον ἀνεθέμην τῷ Κυρίῳ μου τὴν εὐχαριστίαν καὶ τὴν ὑπὲρ ἀμφοτέρων ἔντευξιν. πλὴν ὅτι πολὺ ὑμᾶς κατεβάρησα· ἀλλὰ κουφίσειεν ὑμᾶς νοουμένου φορτίου ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. 371 {1Μακαρίῳ ἡγουμένῳ}1 Πάνυ ἐφιέμενος μαθεῖν ποῦ ποτ' ἂν μεθορισθεῖσά σου ἡ ὁσιότης τηρεῖται, ἐπειδὴ ἐδεξάμην αὐτῆς τὸ γράμμα καὶ κατέμαθον, χαρᾶς ἐνεπλήσθην ὁ ταπεινὸς καὶ πρὸ τῆς ἀναγνώσεως· ἐπειδὴ δὲ καὶ ἀνέγνων, πῶς οὐκ ἂν ἔμελλον γήθειν, ὅτι μου ὁ πεφιλημένος πατὴρ ζῇς ἐν Κυρίῳ, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνιζόμενος, τὸν θεοστιβῆ δρόμον διαυλίζων καὶ τὴν πίστιν