218
φυλάττειν καὶ ἐπιτηρεῖν τὴν ἔξοδον τῶν Ἀράβων, ἐπιστήσασα αὐτοῖς κεφαλὴν Ἰωάννην τὸν σακελλάριον, εὐνοῦχον ὄντα καὶ οἰκειακὸν αὐτῆς. ὁ δὲ Μαδὶ ἀπέστειλε Κεβὴρ μετὰ δυνάμεως πολλῆς, καὶ συναντῶσιν ἀλλήλοις ἐν τόπῳ λεγομένῳ Μήλῳ. καὶ κροτηθέντος πολέμου, ἡττῶνται οἱ Ἄραβες, καὶ κτείνονται ἐξ αὐτῶν πολλοί, καὶ ὑπέστρεψαν μετ' αἰσχύνης. ἤρξαντο δὲ οἱ εὐσεβεῖς παρρησιάζεσθαι, καὶ ὁ λόγος τοῦ θεοῦ πλατύνεσθαι, καὶ οἱ θέλοντες σωθῆναι ἀκωλύτως ἀποτάσσεσθαι, καὶ ἡ δοξολογία τοῦ θεοῦ ὑψοῦσθαι, καὶ τὰ μοναστήρια ἀναρρύεσθαι, καὶ πᾶν ἀγαθὸν φανεροῦσθαι. ἐν γοῦν τούτῳ τῷ χρόνῳ ἐν τοῖς Μακροῖς τείχεσι τῆς Θρᾴκης ἄνθρωπός τις ὀρύγων εὗρε λάρνακα, καὶ τοῦτον ἀποκαθάρας καὶ ἀποσκεπάσας εὗρεν ἄνδρα κείμενον, καὶ γράμματα κεκολαμμένα ἐν τῷ λάρνακι περιέχοντα τάδε· "Χριστὸς μέλλει γεννᾶσθαι ἐκ Μαρίας τῆς παρθένου, καὶ πιστεύω εἰς αὐτόν. ἐπὶ δὲ Κωνσταντίνου καὶ Εἰρήνης τῶν βασιλέων, ὦ ἥλιε, πάλιν με ὄψει." βʹ. ζʹ. ιγʹ. γʹ. Τούτῳ τῷ ἔτει ἀπέστειλεν Εἰρήνη Κωνστάην τὸν σακελλάριον καὶ Μάμαλον τὸν πριμικήριον πρὸς Κάρουλον τὸν ῥῆγα τῶν Φράγγων, ὅπως τὴν αὐτοῦ θυγατέρα, Ἐρυθρὼ λεγομένην, νυμφεύσηται τῷ βασιλεῖ Κωνσταντίνῳ, τῷ υἱῷ αὐτῆς. καὶ γενομένης συμφωνίας καὶ ὅρκων ἀναμεταξὺ ἀλλήλων, κατέλιπον Ἐλισσαῖον τὸν εὐνοῦχον καὶ νοτάριον πρὸς τὸ διδάξαι αὐτὴν τά τε τῶν Γραικῶν γράμματα καὶ τὴν γλῶσσαν, καὶ παιδεῦσαι αὐτὴν τὰ ἤθη τῆς Ῥωμαίων βασιλείας. ἐξοπλίσασα δὲ στόλον πολὺν καὶ λαὸν ἐπίλεκτον ἐκ τῶν θεμάτων καὶ ἄρχοντας ἱκανοὺς προεβάλετο Θεόδωρον τὸν πατρίκιον, εὐνοῦχον, ἄνδρα δραστήριον, καὶ ἀπέλυσεν ἐν Σικελίᾳ κατὰ τοῦ Ἐλπιδίου. πολλῶν δὲ πολέμων γεγονότων, ἀπενίκησαν οἱ περὶ Θεόδωρον. ἰδὼν δὲ Ἐλπίδιος καὶ φοβηθείς, λαβὼν ὅσα εἶχε χρήματα καὶ Νικηφόρον τὸν δοῦκα ἐπέρασεν εἰς Ἀφρικὴν καὶ λαβὼν λόγον ἀπαθείας προσερρύη τοῖς Ἄραψιν. ὃν δεξάμενοι ὡς βασιλέα Ῥωμαίων κατεῖχον, 456 στέψαντες αὐτὸν εἰς μάτην καὶ περιθέντες τζαγγίον καὶ στέφανον. τοῦ δὲ λαοῦ τῶν Ῥωμαίων ἀσχολουμένου ἐν τούτοις, ἐξέρχεται Ἀαρών, υἱὸς Μαδί, μετὰ δυνάμεως καὶ ἐξοπλίσεως ὑπερβαλλούσης ἀπό τε Μαυροφόρων καὶ πάσης Συρίας καὶ Μεσοποταμίας καὶ τῆς ἐρήμου, καὶ ἔρχεται ἕως Χρυσοπόλεως, καταλιπὼν τὸν Βούνουσον πολιορκεῖν τὴν Νακώλειαν καὶ φυλάττειν τὰ νῶτα αὐτοῦ. ἀπέστειλε δὲ καὶ τὸν Βουρνιχὲ εἰς Ἀσίαν μετὰ λʹ χιλιάδων, ὃς καὶ πολεμήσας τὸν Λαχανοδράκοντα σὺν τῷ θέματι τῶν Θρᾳκησίων ἐν τόπῳ λεγομένῳ ∆αρηνῷ, καὶ αὐτῶν λʹ χιλιάδων ὄντων ιεʹ χιλιάδας ἀπέκτεινεν. ἡ δὲ βασίλισσα πέμψασα Ἀντώνιον τὸν δομέστικον σὺν τοῖς τάγμασιν ἐκράτησε τὴν Βανὴν καὶ ἀπέκλεισεν αὐτούς. προσέφυγε δὲ αὐτοῖς Τατζάτιος, ὁ τῶν Βουκελλαρίων στρατηγός, μίσει τῷ πρὸς Σταυράκιον, τὸν πατρίκιον καὶ λογοθέτην τοῦ δρόμου, τὸν εὐνοῦχον, πρωτεύοντα πάντων τῶν τηνικαῦτα ὄντων καὶ τὰ πάντα διοικοῦντα. καὶ δοὺς αὐτοῖς βουλήν, ᾐτήσαντο εἰρήνην. ἐξελθόντων δὲ ἐπὶ τοῦτο Σταυρακίου καὶ Πέτρου μαγίστρου καὶ Ἀντωνίου δομεστίκου, οὐκ ἠκριβολογήσαντο λόγον λαβεῖν καὶ τέκνα τῶν πρωτευόντων, ἀλλὰ ἀσκόπως ἐξελθόντες ἐκρατήθησαν ὑπ' αὐτῶν καὶ ἐπεδήθησαν, καὶ ἐβιάσθησαν ἀμφότερα τὰ μέρη τοῦ ποιῆσαι εἰρήνην· καὶ ἐδωρήσαντο ἀλλήλοις ἥ τε Αὐγούστα καὶ ὁ Ἀαρὼν ξένια πολλά, στοιχήσαντες καὶ φόρους κατὰ καιρὸν τελεῖν αὐτοῖς· καὶ γενομένης εἰρήνης ἀνεχώρησαν ἀφήσαντες καὶ τὸ κάστρον Νακωλείας. ἐπῆρε δὲ καὶ ὁ Τατζάτης τὴν γυναῖκα ἑαυτοῦ καὶ πᾶσαν ὑπόστασιν. γʹ. ηʹ. ιδʹ. δʹ. Τούτῳ τῷ ἔτει εἰρηνεύσασα Εἰρήνη μετὰ τῶν Ἀράβων καὶ ἄδειαν εὑροῦσα ἀποστέλλει Σταυράκιον τὸν πατρίκιον καὶ λογοθέτην τοῦ ὀξέος δρόμου μετὰ δυνάμεως πολλῆς κατὰ τῶν Σκλαυινῶν ἐθνῶν. καὶ κατελθὼν ἐπὶ Θεσσαλονίκην καὶ Ἑλλάδα ὑπέταξε πάντας καὶ ὑποφόρους ἐποίησε τῇ βασιλείᾳ. εἰσῆλθε δὲ καὶ ἐν Πελοποννήσῳ 457 καὶ πολλὴν αἰχμαλωσίαν καὶ λάφυρα ἤγαγε τῇ