«ἔμμεναι ὄβριμος Ἄρης», ὁ δὲ ἀκούσας «θαλερὼ πεπλήγετο 3.709 μηρὼ χερσὶ καταπρηνέεσσιν, ὅ ἐστιν οὐχ' ὑπτίαις, «ὀλοφυρόμενος δ' ἔπος ηὔδα», ταῦτα δὴ ἅπερ ἴδιά ἐστι παντὸς ὑπερεκπλαγέντος ἐπὶ λυπηρῷ ἀκούσματι. (ῃ. 115-) Τὸ δὲ ἔπος ἦν τοιοῦτον «μὴ νῦν μοι νεμεσήσητε τίσασθαι τὸν τοῦ υἱοῦ φόνον, εἴ πέρ μοι», φησί, «καὶ μοῖρα ∆ιὸς πληγέντι κεραυνῷ κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ' αἵματι καὶ κονίῃσι. καὶ αὐτίκα ἵππους κέκλετο ∆εῖμόν τε Φόβον τε ζευγνύμεν, αὐτὸς δ' ἔντε' ἐδύσατο παμφανόωντα», οἷα ἐρεθισθεὶς ἀφρόνως. (ῃ. 121-4) «Ἔνθα κ' ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος πὰρ ∆ιὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη», κατά γε τὸ εἰκὸς τῆς Ὁμηρικῆς πλάσεως, «εἰ μὴ Ἀθήνη, πᾶσι περιδδείσασα θεοῖσιν, ὦρτο μὲν ἐκ προθύρου», ἢ ὦρτο δι' ἐκ προθύρου, «λίπε δὲ θρόνον, ἔνθα θάασσε», καὶ ἐσωφρόνισε τὸν Ἄρην, ποιήσασα καὶ εἰποῦσα τὰ ῥηθησόμενα. Ἐν οἷς πάλιν φανήσεται, οἷον μὲν ὁ ἀλόγιστος Ἄρης, οἷον δὲ Ἀθηνᾶ ἡ καὶ πρόνοια, ἥτις οὐ μόνον ἄλλως τὸ δέον φρονεῖ, ἀλλὰ καὶ προνοεῖ, ὁποῖα ἔσται κακὰ εἰς κοινόν, εἰ μὴ ὁ Ἄρης ἡσυχάσει. Ἐν τούτοις δὲ καὶ διαφορὰ πάλιν φαίνεται ἤθους τοῦ κατὰ Ἥραν καὶ Ἀθηνᾶν. τῇ Ἥρᾳ μὲν γὰρ οὐδὲ νῦν εὐλόγιστον τὸ χολούμενον. καὶ δῆλον ἔκ τε ἄλλων, ὧν ἔφη, καὶ ἔνθα δὲ οὐ διακριδὸν ἄριστον εἶναι τὸν ∆ία εἶπεν, ἀλλ' ὅτι ἐκεῖνός φησι τοιοῦτος εἶναι. ἡ Ἀθηνᾶ μέντοι χρηστολογοῦσα οὐδέν τι κατὰ τοῦ πατρὸς ∆ιός φησιν. ἔτι δὲ ἡ μὲν Ἥρα ὑποκινεῖ τὸν Ἄρην εἰς ἔριν τῇ ἀναμνήσει τοῦ Ἀσκαλάφου, καὶ ἐρεθίζουσα λέγει ἠθικῶς, ὅτι φησὶν ἴδιον οὐ μὴν θετὸν αὐτῷ υἱὸν εἶναι ὄβριμος Ἄρης τὸν Ἀσκάλαφον, ἐπίτηδες εἰποῦσα καὶ τὸ «φησί» καὶ τὸ «ὄβριμος», τοῦτο μὲν, ἵνα δηλώσῃ πρὸς ἰσχύος ἔχειν τὸν Ἄρην βοηθῆσαι τῷ υἱῷ, ἐκεῖνο δέ, ἵνα λέγῃ, ὡς νῦν δείξει, ἐὰν υἱός, ὥς φησιν, αὐτοῦ ὁ πεσὼν Ἀσκάλαφος, εἰ ἐπαμύνῃ αὐτῷ. ἄλλως γὰρ ἀγνοεῖται. καὶ ἔστι καὶ τοῦτο κακότεχνος δόλος τῇ Ἥρᾳ, δι' οὗ τὸν Ἄρην ἐρεθίσασα μικροῦ ἂν κοινὸν κακὸν ἐφύτευσεν. (ῃ. 117 ς.) Ἰστέον δὲ ὅτι πᾶς ὁ παρακινδυνεύων ἐν μάχῃ εἴποι ἂν τό· ἐγχειρήσω, εἰ καὶ χρεὼν «κεῖσθαι ὁμοῦ νεκύεσσι», ὃ ἑτέρωθι νεκάδεσσιν ἐρρέθη, «μεθ' αἵματι καὶ κονίῃσιν». ἄλλως δὲ ἁπλῶς τὸ κεῖσθαι ὁμοῦ νεκύεσσι καὶ τὸ ἑξῆς ἐπὶ πτώματι ἁρμόζει μαχίμου νεκροῦ. (ῃ. 119 ς.) Ἐπὶ δὲ καταπαύσει ὀργῆς οἰκεῖον τὸ «ἔνθα μείζων τε καὶ 3.710 ἀργαλεώτερος ἄλλος χόλος καὶ μῆνις ἐτύχθη», εἰ μὴ τόδε γέγονε. Καὶ ὅρα τὸ χόλος καὶ μῆνις, ἢ διεσταλμένα κατὰ σημασίαν, ὃ καὶ κρεῖττον εἰπεῖν, ἢ καὶ ἄλλως ληφθέντα ὡς ἰσοδύναμα, ὁμοίως τῷ «πόλεμόν τε μάχην τε», καὶ «θάνατόν τε μόρον τε». (ῃ. 119) Ἰστέον δὲ ὅτι τὸ «ἵππους ἐκέκλετο ∆εῖμόν τε Φόβον τε ζευγνύμεναι» δοκεῖ παρανοηθὲν ὑπαγαγέσθαι τινὰς εἰς τὸ ἵππους Ἄρεος τὸν ∆εῖμον καὶ τὸν Φόβον εἰπεῖν, ὡς καὶ προδεδήλωται. τὸ δ' ἐστὶν οὐχ' οὕτως ἔχον, ἀλλ' οἱ μὲν ἵπποι ἐνταῦθα σιγῶνται τίνες ἦσαν, ὁ δὲ ∆εῖμος καὶ ὁ Φόβος, υἱοὶ Ἄρεος καὶ ὀπαδοί, κελεύονται ζεῦξαι αὐτούς. (ῃ. 124) Τὸ δὲ «θάασσεν» ἀντὶ τοῦ ἐτέθειτο, ἐκάθητο. ἐξ οὗ καὶ θᾶκος ὁ θρόνος ὁ καὶ θῶκος, καὶ θακεῖν τὸ καθῆσθαι. [Τὸ δὲ «ἔνθα θάασσε» κάλλους τι ἔχει, ὁποῖον καὶ πρὸ ὀλίγων τὸ «ἦλθε θέουσα». (ῃ. 123) Τὸ δὲ «περιδδείσασα θεοῖς» Ἀττικόν ἐστι καὶ αὐτό. Ἀθηναῖοι γὰρ τὸ δεδιέναι καὶ τὰ κατ' αὐτὸ δοτικῇ συντάσσουσιν, ὅταν ἡ ˉπˉεˉρˉι πρόθεσις προηγῆται αὐτῶν. τοιοῦτον γὰρ τὸ «ἔδεισε δὲ περὶ ξανθῷ Μενελάῳ», καὶ τὰ ὅμοια. (ῃ. 118) Τὸ μέντοι «μεθ' αἵματι καὶ κονίῃσι» πρόθεσιν ἔχει ἀντὶ προθέσεως. λέγει γὰρ ἐν αἵματι καὶ κονίαις.] (ῃ. 125 ς.) Ὅτι τὰ τῆς Ἀθηνᾶς ἐνταῦθα ἐπὶ τῷ Ἄρει τοιαῦτα «τοῦ δ' ἀπὸ μὲν κεφαλῆςκόρυθ' εἵλετο καὶ σάκος ὤμων, ἔγχος δ' ἔστησε στιβαρῆς ἀπὸ χειρός», ἢ ἐκ χειρός, «ἑλοῦσα, χάλκεον». (ῃ. 127-37) Καὶ οὕτως ἀφοπλίσασα τὸν στιβαρόχειρα ἡ καὶ αὐτὴ δηλαδὴ τοιαύτη, εἶτα «ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα», εἰποῦσα «μαινόμενε, φρένας ἠλέ, διέφθορας· ἤ νύ τοι αὕτως οὔατ' ἀκουέμεν ἐστί, νόος δ' ἀπόλωλε καὶ αἰδώς; οὐκ ἀΐεις ἅ τέ φησιν ἡ Ἥρα»; -ὅτι δηλαδὴ νήπιοι οἱ τῷ ∆ιῒ μενεαίνοντες-»ἢ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ ἂψ ἴμεν», ἤγουν ἐπανελθεῖν, «Οὔλυμπόνδε καὶ ἀχνύμενός περ ἀνάγκῃ, αὐτὰρ τοῖς