219
κεχειροτόνητο στόλου στρατηγὸς καὶ δυνάμεως εὐπόρει ναυτικῆς, βασιλέα τὸν νέον Ἰωάννην εἰς μίαν τῶν τριήρεων ἐνθέμενος, ἀγνοούσης βασιλίδος τῆς μητρὸς, εἰς τὸν περὶ Βυζάντιον πρότερον αὐτῷ πύρ 2.71 γον ᾠκοδομημένον ὀχυρώτατον ὄντα ὕψει τε καὶ καρτερότητι τειχῶν Ἐπιβάτας προσαγορευόμενον ἀγαγεῖν· ἐκεῖ δὲ μετὰ τῶν συγγενῶν καὶ τῶν οἰκειοτάτων βασιλέα φρουρῶν, σπονδὰς τίθεσθαι πρὸς βασιλίδα, ὥστε αὐτὸν μὲν καὶ συγγενεῖς καὶ τοὺς ἄλλους τοὺς συνόντας τιμὰς τὰς παρὰ Ῥωμαίοις πρώτας καρποῦσθαι καὶ χωρῶν εἶναι καὶ πόλεων κυρίους, ὁποίων ἂν δόξειεν αὐτοῖς, καὶ μηδὲν ἐλλείπειν εἰς εὐτυχίας λόγον· βασιλέα δὲ οὐδ' οὕτως ἀπολύειν τοῦ φρουρίου, ἀλλ' ὥσπερ ὅμηρον κατέχοντα, μιᾷ τῶν θυγατέρων ἐπὶ γάμῳ προσαρμόζειν. ὁ μὲν οὖν τοιαῦτά τε διενοεῖτο καὶ ὥρμητο ἤδη πράττειν. τῶν συνειδότων δέ τινος βασιλίδι ἀπαγγείλαντος, ἐπεὶ βασιλέα τε ἤδη περιΐστατο φρουρὰ καὶ αὐτὸς ἔγνω φωραθεὶς, ᾤχετο φυγὼν εἰς Ἐπιβάτας, τὸν ἐκ τῶν πραττομένων, ὥσπερ ἦν εἰκὸς, κίνδυνον διαδιδράσκων. περὶ τῶν τοιούτων δὴ ὁ μέγας δομέστικος μαθὼν, καίτοι πρὸς τὴν ἐκστρατείαν παρασκευαζόμενος, ὅμως τὸν Ταρχανειώτην Μανουὴλ, τὸν καὶ Κουρτίκην προσαγορευόμενον, μετὰ στρατιωτῶν ὀλίγων πέμψας, ἐκέλευεν Ἐπιβάτας ἔξωθεν φρουρεῖν ἐστρατοπεδευμένον, ἄχρις ἂν ἀφίκηται αὐτός. πέμψας δὲ καὶ πρὸς Ἀπόκαυκον, ἐπυνθάνετο εἰ ἀληθῆ τὰ θρυλλούμενα εἴη περὶ αὐτοῦ. ὁ δὲ ἔφασκε μὲν συκοφαντεῖσθαι· δείσας δὲ, μὴ φθάσῃ διαφθαρεὶς ὑπὸ διαβολῆς πρὶν διερευνώμενα φανῆναι τἀληθῆ, τὴν σωτηρίαν ἐκ τῶν ἐνόντων ἑαυτῷ πορίζειν, κατα 2.72 κλείσαντα ἐν τῷ φρουρίῳ. συνεβούλευέ τε παράδειγμα τῶν ἀπροσδοκήτων τῶν πραγμάτων μεταβολῶν λαμβάνειν ἐξ αὐτοῦ. καὶ πρότερόν τε γὰρ αὐτῷ τὰ τοιαῦτα ὑποτίθεσθαι ἔφασκεν, εἰ καὶ μὴ ἔπειθε, συμβουλεύων τὰ λυσιτελῆ, καὶ νῦν οὐδὲν ἧττον συμβουλεύειν, ἐξ αὐτῶν τῶν πραγμάτων ἔχων τῆς ὠφελείας τὴν ἀπόδειξιν τῶν λεγομένων, καὶ τῶν ὑπ' αὐτῷ τελούντων φρουρίων ἓν, πολλὰ δὲ εἶναι, τὸ μάλιστα ἐπιτηδείως ἔχον πρός τε γῆς καὶ θαλάσσης εὐφυΐαν ἐκλεξάμενον, κατασκευαῖς χειροποιήτοις ὀχυρώτατον ποιεῖν, ἵν' εἴ τι συμβαίη τῶν ἀπροσδοκήτων, ἀναχώρησιν ἔχῃ καὶ τῶν δεινῶν ἀποφυγήν. ἐδεῖτό τε, εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν πείθεσθαι αὐτῷ, εὐνοϊκῶς διακειμένῳ πρὸς αὐτὸν, καὶ μὴ ἀτιμάζειν τὴν βουλήν. καὶ γὰρ καὶ αὐτῷ νυνὶ, καίτοι καὶ ψευδῶν ὄντων τῶν εἰρημένων κατ' αὐτοῦ, μηδεμίαν ἑτέραν εἶναι σωτηρίας πρόφασιν, ἢ τὸν πύργον, εἰς ὃν κατέφυγε τὸν κίνδυνον διαδιδράσκων. εἰ δὲ καὶ ἀληθῆ συνέβαινε τὰ εἰρημένα εἶναι, ἢ πρὸς τὸ τόλμημα ἂν συνήρατο ἢ ἐῤῥύσατο τοῦ θανάτου φωραθέντα. Ἀπόκαυκος μὲν οὖν τοιαῦτα συνεβούλευε· δομέστικος δὲ ὁ μέγας πάλιν πέμψας πρὸς αὐτὸν, περὶ μὲν τῶν λεγομένων, ἔφη, κατ' αὐτοῦ μάλιστα βούλεσθαι καὶ αὐτὸν μὴ εἶναι ἀληθῆ, ὥσπερ δῆτα καὶ αὐτὸς διϊσχυρίζεται. οὕτω γὰρ αὐτός τε εὔνους ἔσται ἀποδεδειγμένος βασιλεῖ, καὶ οἱ συκοφάνται αὐτὸ τοῦθ', ὅπερ εἰσὶν, ἐξεληλεγμένοι. εἰ δ' ἄρα καὶ αὐτὸς ἐλπίσι κεναῖς ἀπατηθεὶς, 2.73 ὅπερ δὴ πολλοῖς συμβέβηκε, τοῦ δέοντος ἐξετράπη, καὶ μήτε δυνατὰ, μήτ' αὐτῷ προσήκοντα διενοήθη, οὐ χρὴ διὰ ταῦτα τὸν πρὸς βασιλέα πόλεμον αἱρεῖσθαι, τείχεσι θαῤῥοῦντα, ἐξ ὧν ἔσται πλέον ὄφελος οὐδέν. ἀλλ' ἐπὶ τοῖς προτέροις ἑαυτῷ μεμψάμενον, ὡς κακῶς βεβουλευμένῳ, ἐν τοῖς ἐφεξῆς βελτίω παρέχειν ἑαυτὸν καὶ τὴν προσήκουσαν φυλάττειν τάξιν καὶ συγγνώμης ἐπὶ τοῖς ἡμαρτημένοις δεῖσθαι τυχεῖν. βέλτιον μὲν γὰρ τὴν ἀρχὴν μὴ ἁμαρτάνειν· εἰ δ' ἄρα συμβαίη, δεύτερον ἀγαθὸν ἑαυτόν τινα ἐπανορθοῦν ἀποστάντα τῶν κακῶν. ἐπεὶ δὲ ὅσον οὔπω παρέσται καὶ αὐτὸς, ὃν εἴωθεν αὐτὸς ἰατρὸν ἑαυτοῦ καλεῖν, ἔχων πολλὰ φάρμακα τοῖς ἑκάστου κατ' ἄλληλα νοσήμασιν, εἴ γε βούλοιτο αὐτὸς, ῥᾳδία τῶν τραυμάτων ἡ ἴασις ἐκείνῳ ἔσται. ἦν γὰρ δὴ ὁ παρακοιμώμενος πρὸς τοῖς ἄλλοις, οἷς τὸν μέγαν δομέστικον προσηγόρευε, καὶ ἰατρὸν εἰθισμένος ἑαυτοῦ καλεῖν, οἷα δὴ ἐκ πολλῶν τῶν περισχόντων πολλάκις αὐτὸν κινδύνων ἐξαρπάσαντα καὶ τεθεραπευκότα πονήρως