219
τὰς ἀγορὰς περιῄεσαν, καὶ κατέπιπτον οπῃ εκαστος ἀτονήσας ετυχε. θάπτειν δὲ τοὺς προσήκοντας οἱ ετι ζῶντες οὐκ ισχυον· πολλοὶ δὲ καὶ θάπτειν ὁρμήσαντες τοῖς θαπτομένοις ἐπαπέθνησκον. οἱ δὲ στασιασταὶ καὶ τῶν ἐκ τοῦ λιμοῦ κακῶν ἐγίνοντο χαλεπώτεροι, τυμβωρυχοῦντες καὶ τὰς οἰκίας συλῶντες. καὶ τὸ μὲν πρῶτον ἐκ τοῦ δημοσίου θησαυροῦ θάπτειν ἐκέλευον τοὺς νεκρούς, τὴν δυσωδίαν μὴ φέροντες, ειτ' ἐρρίπτουν αὐτοὺς ἐκ τῶν τειχῶν εἰς τὰς φάραγγας. περιιὼν δ' ὁ Τίτος καὶ θεασάμενος νεκρῶν πεπληρωμένας αὐτὰς καὶ βαθὺν ἰχῶρα μυδώντων σωμάτων ἐκρέοντα, ἐστέναξε καὶ τὰς χεῖρας ἀνατείνας ἐμαρτύρετο τὸν θεὸν ὡς οὐκ ειη τὸ εργον αὐτῷ πρὸς βουλῆς. καὶ πάλιν ηπτετο χωμάτων, χαλεπῶς αὐτῷ τῆς υλης ποριζομένης· πρὸ γὰρ σταδίων κεκόμιστο ἐνενήκοντα. Πολλοὶ δ' ηὐτομόλουν τοῦ δήμου, οἱ μὲν ἐκ τῶν τειχῶν κρημνίζοντες ἑαυτούς, οἱ δὲ προϊόντες ὡς ἐπὶ μάχην μετὰ χερμάδων πρὸς ̔Ρωμαίους κατέφευγον. καὶ ουτω δ' οἱ πλείους ἀπώλλυντο· λιμώττοντες γὰρ καὶ ἀφθονίᾳ τροφῶν ἐντυγχάνοντες ἀπλήστως τε κο2.61 ρεννύμενοι διερρήγνυντο. συνέβη δέ τι καὶ ετερον τοὺς αὐτομόλους φθεῖρον. τινὲς γὰρ αὐτῶν κεκτημένοι χρυσοῦς ἐν τῷ μέλλειν πρὸς ̔Ρωμαίους αὐτομολεῖν κατέπινον σφᾶς, ινα μὴ ἁλόντες ἀφαιρεθῶσιν αὐτούς. παρὰ δὲ τοῖς ̔Ρωμαίοις γενόμενοι τοῖς τῆς γαστρὸς σκυβάλοις τοὺς χρυσοῦς συνεξέκρινον, καὶ ἐκλέγοντες αὐτοὺς ἐλάμβανον. φωρᾶται τοίνυν τῶν αὐτομόλων τις τοῦτο ποιῶν· καὶ φήμης γεγονυίας εἰς τὸ στρατόπεδον ὡς μεστοὶ χρυσίου προσίασιν οἱ αὐτόμολοι, ἀνετέμνοντο τὰς γαστέρας οἱ αθλιοι, ὡς ἐντεῦθεν πολλὴν γενέσθαι τῶν ̓Ιουδαίων φθοράν· μιᾷ γὰρ νυκτὶ ὑπὲρ τρισχιλίους ἀνασχισθῆναι συνέβη. ο γνοὺς ὁ Τίτος ἠπείλησε τῷ στρατεύματι· ἀλλὰ μικρὸν η οὐδὲν τοῖς αὐτομόλοις ἐπήμυνεν ἡ τοῦ Τίτου ὀργή. ἐν ὀλίγοις δ' εὑρίσκετο τὰ ἀργύρια, τοὺς δὲ λοιποὺς ἐλπίδες μόναι ἀπώλλυον. λέγεται δὲ τοὺς ἐκ τῆς πόλεως διὰ τῶν πυλῶν ἐκκομισθέντας καὶ ῥιφέντας νεκροὺς τῶν ἀπόρων γενέσθαι μυριάδας ἑξήκοντα, τῶν δ' αλλων ἀνεξεύρετον ειναι τὸν ἀριθμόν, τοῦ μέντοι σίτου τὸ μέδιμνον πραθῆναι ταλάντου. περιτειχισθείσης δὲ τῆς πόλεως παρὰ τῶν ̔Ρωμαίων, ὡς ανω μοι ειρηται, οὐδὲ ποηλογεῖν οιόν τε ην· οθεν τὰς τῶν ζῴων κόπρους τὰς παλαιὰς ἀνερευνῶντες ἐποιοῦντο τροφήν. ̔Ρωμαίοις δὲ ηδη ἠγέρθη τὰ χώματα, καὶ ταῖς ἑλεπόλεσι τὸ τεῖχος τῆς ̓Αντωνίας ἐτύπτετο, οὐ μὴν καθῃρεῖτο τυπτόμενον. τινὲς δὲ τῶν στρατιωτῶν ὑπὲρ τῶν σωμάτων τοὺς θυρεοὺς ὀροφώσαντες, μοχλοῖς τοὺς θεμελίους ὑπώρυττον, καὶ τέσσαρας τῶν λίθων ἐξέσεισαν. νὺξ δ' ἐπελθοῦσα τοὺς πολέμους 2.62 ἑκατέρωθεν επαυσε· καὶ τὸ τεῖχος ὑπὸ τῶν κριῶν σαλευθὲν κατ' αὐτὴν αἰφνίδιον κατερείπεται. ωφθη δ' αλλο τεῖχος ἀνῳκοδομημένον ἐντός, ο τὴν ἐπὶ τῷ πεσόντι χαρὰν τοῖς ̔Ρωμαίοις εἰς ἀθυμίαν μετέβαλεν. ὁ Τίτος δὲ τοῖς στρατιώταις διαλεχθεὶς ἐπήγειρεν αὐτῶν τὰ φρονήματα. καί τις ἀπὸ Συρίας ἀνὴρ Σαβῖνος τὸ ονομα, ὑπὲρ τῆς κεφαλῆς τῇ λαιᾷ τὸν θυρεὸν ἐπανατεινάμενος, τῇ δεξιᾷ δὲ τὸ ξίφος σπασάμενος, ἐπὶ τὸ τεῖχος ἐχώρησεν· ειποντο δὲ αὐτῷ καὶ ετεροι ενδεκα, τὴν ἀνδρείαν ζηλώσαντες. οἱ δ' ἐν τῷ τείχει κατηκόντιζόν τε αὐτοὺς καὶ βέλεσιν εβαλλον, καὶ λίθους ὑπερμεγέθεις ἐκύλιον, δι' ων τῶν ενδεκα παρεσύρησαν ενιοι. ὁ δὲ Σαβῖνος οὐ πρότερον ἐπέσχε τὴν ὁρμὴν η ἀνελθεῖν εἰς τὸ τεῖχος καὶ τρέψασθαι τοὺς πολεμίους. οτε γοῦν ἐκράτησε τῆς ἐπιχειρήσεως, ἐσφάλη προσπταίσας πέτρᾳ τινί, καὶ πρηνὴς ἐν αὐτῇ μετὰ ψόφου τῶν οπλων κατέπεσε. πρὸς γοῦν τὸν ψόφον ἐπιστραφέντες οἱ ̓Ιουδαῖοι, καὶ μόνον αὐτὸν ἰδόντες καὶ κείμενον, εβαλλον πάντοθεν. ὁ δ' εἰς γόνυ διαναστὰς ἠμύνετο, ὑπὸ δὲ πλήθους τραυμάτων παρείθη τὴν δεξιὰν καὶ κατεχώσθη τοῖς βέλεσι. τῶν δὲ λοιπῶν τρεῖς μὲν ηδη πρὸς τοῖς ακροις γενομένους τοῖς λίθοις ἀπέκτειναν, οἱ δ' ὀκτὼ τραυματίαι πρὸς τὸ στρατόπεδον ἐκομίσθησαν. Μετὰ δὲ δύο ἡμέρας νυκτός τινες ἡσυχῇ διὰ τῶν ἐρειπίων εἰς τὴν ̓Αντωνίαν προσβαίνουσι, καὶ τοὺς ἐκεῖ φρουροῦντας ἀποσφάξαντες κοιμωμένους, ἐσάλπισαν. καὶ φυγὴ τῶν αλλων φρουρῶν ην, Τίτος