219
ἐπιμόνως ηὐξημένον. παρὰ τὸ ζα ἐπιτατικὸν μόριον καὶ τὸ ὠφέλλω, τὸ αυξω η ὠφελῶ καὶ τὸ μὲν ζάφελος βαρύνεται λόγῳ τοιούτῳ. τὰ εἰς ˉς λήγοντα συγκείμενα παρὰ τὸ ζα προπαροξύνονται, οιον· ζάθεος, ζάκοτος, ζάφελος· τὸ δὲ ζαφελῶς περισπᾶται, ἐπειδὴ τὰ παρὰ τοῦ ˉεˉλˉωˉς ἐπιῤῥήματα παραλήγοντα τῷ ˉε ἐπὶ τὸ πλεῖστον φιλεῖ περισπᾶσθαι, οιον· εὐτελῶς, ἐπιμελῶς, οις καὶ τὸ ζαφελῶς συνέδραμε. πρόσκειται ὡς ἐπὶ τὸ πλεῖστον, διὰ τὸ εὐτραπέλως, εἰκέλως. -ἀλλ' αἰὲν ἐπιζαφελῶς- Τὸ Ζ μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.) Ζεβεδαῖος καὶ Ζεβεέ. ὀνόματα κύρια. Ζελείτησ. τοπικόν. zeta.953 *Ζειπήτησ. ὁ περιχύτης.* Ζεῦξισ. κύριον. Ζευξίλεωσ. ῳ ὑποζευγνύμενοι εἰσὶν οἱ λαοί. Ζεύσ. τούτου τὸ αγαλμα ἱστοροῦσι καθήμενον γυμνὰ εχειν τὰ ανω, τὰ δὲ κάτω ἐσκεπασμένα, κρατοῦν τῇ μὲν εὐωνύμῳ σκῆπτρον, τῇ δεξιᾷ δὲ ἀετὸν προτεῖνον. καὶ τὸ μὲν καθῆσθαι τὸ ἑδραῖον τῆς δυνάμεως αἰνίττεται, τὸ δὲ τὰ ανω γυμνὰ εχειν, οτι φανερῶς τοῖς νοεροῖς καὶ τοῖς οὐρανίοις τοῦ κόσμου μέρεσι· τὰ δὲ λοιπὰ σκέπεται, διότι τοῖς χαμαιζήλοις ὁ θεὸς αγνωστος. τὸ δὲ τῇ λαιᾷ σκῆπτρον κατέχειν σημαίνει τὸ ἐξουσιαστικὸν, τὸ δὲ τῇ ἑτέρᾳ προτείνειν ἀετὸν δηλοῖ, ὡς τῶν ἀεροφόρων πνευμάτων κρατεῖ, ὡς ὁ ἀετὸς τῶν μεταρσίων ὀρνέων κρατεῖ. Ζέφυροσ. ὁ εὐκραὴς καὶ γαληνὸς ανεμος. καὶ οἱονεὶ ζωηφόρος τὶς ων ὁ ἀπὸ δυσμῶν πνέων. ὁ τὰ πρὸς ζωὴν φέρων, ἐπειδὴ τὰ φυτὰ κυΐσκειν ποιεῖ. αυρη ζεφυρίη πνείουσα τὰ μὲν φύει, αλλα δὲ πέσσει. η παρὰ τὸν ζόφον, ζόφυρος καὶ ζέφυρος· ἐκ γὰρ τοῦ ζόφου ῥέει. ζόφος δὲ καλεῖται ἡ δύσις. ουτος δὲ καὶ λὶψ καλεῖται. Ζεβεδαῖοσ. ὁ τοῦ ̓Ιωάννου καὶ ̓Ιακώβου τῶν ἀποστόλων πατὴρ, ος ἐν ἀπιστίᾳ εμεινεν. zeta.954 (Θηλυκόν.) Ζειά. ειδος σπέρματος, η ὀλύρα η αἱ κριθαί. ἀπὸ τοῦ ζέω ζεαὶ καὶ ζειαί· αἱ τοῦ ζῇν αἰτίαι. Ζείδωροσ. ἡ ἀρόσιμος γῆ. ἡ δωρουμένη τὰ πρὸς τὸ ζῇν. κατὰ τροπὴν τοῦ ˉη εἰς τὴν ˉεˉι δίφθογγον. ὡς οὐτήσω, ὠτειλή. καὶ ὡς παρὰ τὸ κέκαυται καυτηρὸς καὶ καυστειρός. η παρὰ τὰς ζειὰς ζειόδωρος. η παρὰ τὸ ζέω, ζέει, ζεόδωρος καὶ ἐν συναιρέσει ζείδωρος. Ζειρά. ἡ ζώνη, η χιτὼν μέχρι τῶν ποδῶν διήκων. η ζειρὰς τὰς χλαμύδας λέγουσι τινὲς, η χιτῶνας ἀνακεκωλαμένους, η ἀνακώλους, η μίτρας. ουτως ̔Ηρόδοτος. Ζέλεια. πόλις ἀπὸ Ζέλου τινὸς ὠνομασμένου, η διὰ τὸ τὸν ηλιον ἐν αὐτῇ λίαν εὐσεβεῖσθαι. Ζεύγλη. τὸ ακρον τοῦ ζυγοῦ. παρὰ τὸ ζεύγω, ζεύγλη. ὡς αιξω, αιγλη μετὰ συναιρέσεως. Ζευξιδία. ἡ Ηρα. Ζεφυρία. πνοὴ ἡ τοῦ ζεφύρου. καὶ ζεφύριον πνεῦμα. (Οὐδέτερον.) Ζευγήσιον. τὸ τοῦ ζευγίτου τέλος. ζευγίσιον δὲ, τόπος, ἰῶτα. Ζεῦγμα. οὐ τὸ σχοινίον, ἀλλ' ἡ ἐζευγμένη σχεδία ἐν ποταμῷ η ἐν θαλάσσῃ, η ἡ τοῦ ποταzeta.955 μοῦ διάβασις η γέφυρα. ζεύγνυται δὲ ̔Ρωμαίοις ἀπονώτατα τῶν ποταμῶν τὰ ῥεύματα· ἐπί τε Ιστρῳ καὶ ̔Ρήνῳ καὶ Εὐφράτῃ. Ζεῦγμα καὶ ονομα τόπου. Ζεῦγοσ. παρὰ τὸ ζεύγω. ὡς τεύχω τεῦχος. Ζεῖ. ἀντὶ τοῦ βράζει· δίφθογγον. ωσπερ καὶ ῥεῖ ἀντὶ τοῦ ῥέει, καὶ πλεῖ ἀντὶ τοῦ πλέει, καὶ πνεῖ ἀντὶ τοῦ πνέει, κατὰ συναίρεσιν. Ζέσας θυμῷ. ἐξαφθεὶς τὴν ψυχήν. Ζεύσασθαι. ἀντὶ τοῦ γεύσασθαι. ∆ωρικῶς. Ζεύξατο. βόας η ἡμιόνους ἑνῶσαι ὑπὸ τὸν αὐτὸν ζυγόν. καὶ ζεύξειν τὸ πρᾶγμα. παρὰ τὸ Ζεύς· αὐτὸς γὰρ πρῶτος εζευξεν ἡμιόνους ἐπὶ σπορᾷ καρπῶν. Ζέω καὶ ζῇν. ειρηται κατὰ μίμησιν τοῦ κατὰ τὰ θερμὰ τῶν ὑδάτων ηχου. η ἀπὸ τοῦ ζα καὶ τοῦ αω τὸ πνέω, ζάω καὶ ζέω. Τὸ Ζ μετὰ τοῦ Η. ( ̓Αρσενικόν.) Ζήβ. ονομα κύριον ἑβραϊκόν. Ζήβηρεσ. εθνος. Ζηλωτόσ. μακαριστός. zeta.956 Ζηλωτότατον. μακάριον. ζηλωτότατον βίον ἀνθρώπων διδάξεις. Ζηλήμονεσ. φθονεροί. Ζηλωταί. παρὰ ̓Ιουδαίοις οἱ τοῦ νόμου φύλακες. Ζῆλοσ. ἡ μίμησις τοῦ κρείττονος. εστι δὲ καὶ ἡ λύπη ἐπὶ τῷ ετερον ἐπιτυγχάνειν ων αὐτὸς ἐπιθυμεῖ, καὶ οὐ τυγχάνει. η μνήμη δευτέρου πρὸς τὸ πρότερον. η ὁ πόθῳ θείῳ κατ' ἐναντίων ὁπλιζόμενος. η δικαία ἀγανάκτησις, ὡς τό· ὁ ζῆλος τοῦ οικου σου κατέφαγέ με. παρὰ τὸ ζέω καὶ τὸ λίαν γέγονε ζέλος καὶ ζῆλος· ὁ γὰρ ζῆλος θερμός ἐστιν. η παρὰ τὸ ζέειν, ὁ φλεγμαίνειν καὶ ἐκκαίεσθαι τὴν ψυχὴν ἐμποιῶν. η ὁ ζητῶν πρός τινα αλλον ζῆν. ̔Ησίοδος· ζηλοῖ δέ τε γείτονι γείτων. Ζηνόδοτοσ.