219
Ἀπόστολος· αὐτὸς γὰρ τὴν νέαν δια θήκην καὶ ἀληθινὴν μερίδα ὁρίζεται· οὓς διὰ λου τροῦ παλιγγενεσίας ἀνέπλασεν.] Καὶ κατὰ τὸν παρόντα δὲ βίον τῆς προσηκούσης ἀπολαύσεται προμηθείας ὁ θεῖος λαὸς, ἅτε δὴ κληρονομία καὶ λαὸς αὐτοῦ χρηματίσας. ιεʹ. "Ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν;" Ταύτης μέντοι τεύξεται τῆς προνοίας, ἕως ἂν ἡ τοῦ Θεοῦ δικαιοσύνη φανῇ, πάντων ἀνθρώπων ποιουμένη τὴν κρίσιν. Αἰνίττεται δὲ ὁ λόγος τοῦ Θεοῦ καὶ Σω τῆρος ἡμῶν τὴν ἐνανθρώπησιν, καὶ τῶν Ἰουδαίων τὴν ἄρνησιν. ∆ικαιοσύνην γὰρ αὐτὸν ἐκάλεσε τὸν ∆εσπότην Χριστόν. Αὐτὸς γὰρ καὶ Ἥλιος δικαιοσύνης ὠνόμασται, καὶ περὶ αὐτοῦ ἔφη ὁ μακάριος Παῦλος· "Ἐδόθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις." Τῆς τοῦ Θεοῦ τοίνυν μνημονεύσας προνοίας, καὶ εἰρηκὼς, ὅτι "Οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὑτοῦ, καὶ τὴν κληρονομίαν αὑτοῦ οὐκ ἐγκαταλείψει," καὶ τὴν ἐσο μένην αὐτῶν προθεασάμενος ἄρνησιν, εἰκότως ἐπή γαγεν, "Ἕως οὗ ἐπιστρέψῃ δικαιοσύνη εἰς κρίσιν." Ἕως γὰρ ἂν μὴ ἀρνηθῶσι τῆς δικαιοσύνης τὴν ἐπι φάνειαν, τῆς ἄνωθεν τεύξονται προμηθείας. "Καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ" Ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων, Καὶ ὀπίσω αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Τούτῳ γὰρ, φησὶ, τῷ σωτη ρίῳ, ὃ δικαιοσύνην ἐκάλεσεν, ἀκολουθήσουσιν οἱ κα θαρὰν ἀπιστίας διάνοιαν ἔχοντες, καὶ εὐθέσι χρώ μενοι λογισμοῖς. Συμβαίνει δὲ τοῖς εἰρημένοις καὶ τοῦ Κυρίου τὰ ῥήματα. Ἰδὼν γὰρ τὸν Πέτρον καὶ τὸν Ἀνδρέαν βάλλοντας ἀμφίβληστρον εἰς τὴν θά λασσαν, εἶπεν αὐτοῖς· "∆εῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων." Καὶ τῷ εἰρηκότι. "Ἐπί τρεψόν μοι ἀπελθεῖν θάψαι τὸν πατέρα μου," εἶπεν ὁ Κύριος. "Ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκροὺς, σὺ δὲ ἐλθὼν ἀκολούθει μοι." Ἰουδαίων μὲν οὖν, φησὶ, μέχρι τῆς ἀρνήσεως ποιήσεται πρό νοιαν, τοὺς δὲ εὐθεῖς τῇ καρδίᾳ ἀκολούθους ἕξει, ἐχομένους αὐτοῦ, καὶ ἀντεχομένους, καὶ κατα λιπεῖν οὐδ' ὅλως ἀνεχομένους. ιʹ. "Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους, ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν;" Σαφέστερον δὲ ὁ Σύμμαχος· Τίς ἀναστήσεται ὑπὲρ ἐμοῦ πρὸς κακούργους; τίς ἐνστήσεται ὑπὲρ ἐμοῦ πρὸς ἐργαζομένους ἀδι 80.1637 κίας; Πάσης ἀνθρωπίνης εἰμὶ, φησὶν, ἔρημος βοηθείας, ἀλλ' ἔχω τὸν μέγαν ἐπίκουρον, τὸν σκε δάσαι ῥᾳδίως δυνάμενον τῶν ἐναντίων τὸ στίφος· Τοῦτο γὰρ διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν. ιζʹ. "Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου." Εἰ μὴ γὰρ τῆς παρ' αὐτοῦ προνοίας ἀπήλαυσα, πάντως ἄν με θα νάτῳ παρέδωκαν. ιηʹ. "Εἰ ἔλεγον, σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου, Κύριε, ἐβοήθει μοι." Παραυτίκα γὰρ τὴν σὴν ἐπικαλούμενος πρόνοιαν, καὶ τὴν οἰκείαν διδάσκων ἀσθένειαν, τῆς σῆς φιλανθρωπίας ἀπήλαυον. ιθʹ. "Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου, αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυ χήν μου." Ἀναλογοῦσαν δὲ ταῖς ὀδύναις τὴν παρὰ τῆς σῆς ἀγαθότητος ἐδεχόμην παραψυχήν. Οὕτω καὶ ὁ μακάριος ἔφη Παῦλος· "Καθὼς περισσεύει τὰ πα θήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν." Καὶ πάλιν Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι." κʹ. "Μὴ συμπροσέσται σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα." Σαφέστερον δὲ ὁ Σύμμαχος· Μὴ συναφθήσεταί σοι θρόνος ἐπη ρείας, ὁ πλάσσων ταλαιπωρίαν κατὰ προστάγμα τος; Οὐκ ἀνέξῃ, φησὶ, κοινωνῆσαι τῆς ἀδικίας τοῖς παρανόμως δικάζουσιν· οἳ ἐναντίαν τοῖς ὑπὸ σοῦ προστεταγμένοις τὴν ψῆφον ἐκφέροντες, τὴν ἐντεῦθεν φυομένην ἐπισπῶνται ταλαιπωρίαν. "Θρόνον γὰρ ἐπηρείας καὶ ἀνομίας" τοὺς ἀδίκους ἐκάλεσε δι καστὰς, οἳ κόπον καὶ ταλαιπωρίαν δρέπονται τῆς ἀδικίας καρπόν. καʹ. "Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῶον καταδικάσονται." Ἔργον γὰρ τοῖς παρανό μοις τούτοις δικασταῖς, πάσῃ μηχανῇ κατὰ τῶν δι καίων κεχρῆσθαι, καὶ τῶν ἀθώων καὶ ἀναιτίων καταψηφίζεσθαι θάνατον, [καὶ τὰς ἄλλας