219
ἀποστολικῶς τηρῶν; μακάριος εἶ φερωνύμως, ὦ Μακάριε, καὶ μακαριστέος σου ὁ ἄεθλος, καὶ πάλαι γνωριζόμενος καὶ ἄρτι ἀκουτιζόμενος, ὅτι τῆς ἀγάπης τοῦ θεοῦ οὐδὲν προέκρινας οὐδὲ ἐθέλχθης ὑποσχέσεσι τῶν τῇδε πρὸς τοῦ κρατοῦντος εἰσποιουμέναις, οὔτε μὴν ἐχαυνώθης ἀπειλαῖς ὑπανακρουομέναις, ἀλλ' ἔμεινας ὁ αὐτός, στρατιώτης Χριστοῦ, ὁμολογητὴς ἱερός, μάρτυς ἐτίζωος, μὴ καταισχύνας τὸν πάλαι βίον, τοὐναντίον δὲ λαμπρύνας τοῖς φθάσασιν ὅτι μάλιστα. Τὸ δὲ ἡμέτερον οὐχ ὡς ἐξ ἀγάπης καὶ ἄγαν ταπεινώσεως φῆς ἔχει, ὦ πατέρων κράτιστε, ἀλλ' ὡς αὐτοὶ ἡμεῖς ἐν ἑαυτοῖς ἴσμεν· πῶς; ὅτι ἀνάξιοι καὶ τοῦ καλεῖσθαι ὑμῶν τοῦ ἀριθμοῦ διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν. πλὴν ὅτι στένομεν ἐπὶ τοῖς προκειμένοις, πῶς ἀπελάκτισαν οἱ ἠγαπημένοι, πῶς καὶ οἱ δοκοῦντες εἶναί τι ἐξ ἐναντίας ἔστησαν· οὕς, κἂν μὴ ἐξονοματίσοιμι, ἐπίσταταί σου ἡ ἁγιωσύνη. προσθείην δ' ἄν, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ, καὶ Ἀβεσσαλὼμ οὐχ εἷς, ἀλλὰ πολλοί· καὶ ἄνθρωποι πονηροὶ καὶ γόητες προκόπτοντες ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι· καὶ τὰ σπήλαια τοὺς διωκομένους ἔχουσι καὶ γελᾶται τὸ μέγα τῆς εὐσεβείας μυστήριον καὶ κωμῳδεῖται Χριστὸς ἐγγεγραμμένος σὺν μητρὶ καὶ θεράπουσι. Ταῦτα πῶς οὐ λυπηρὰ καὶ δακρύων ἄξια; ἀλλ' ὦ ἱερώτατε, δίδου χεῖρα πρεσβευτικὴν τῇ πεπτωκυίᾳ ἐκκλησίᾳ, ὅπως ἐξεγερθεῖσ' ὡς ὁ ὑπνῶν Κύριος ἐπιτιμήσειεν τῷ νοητῷ λαίλαπι καὶ καταστορέσειεν εὐδίαν εἰρηνόδωρον. προσεύχου περὶ τοῦ παιδός σου καί γε περὶ τοῦ συνόντος μοι ἀδελφοῦ, ὃς καὶ προσαγορεύει, διασῴζεσθαι ἡμᾶς ἐν Κυρίῳ. 372 {1Εἰρήνῃ πατρικίᾳ}1 Τί σοι κόπους παρέχω, ὦ φιλόθεε καὶ φιλομόναχε; αἱ ἀποστολαί σου ὑπὲρ τὴν ἀξίαν μου. ἤρκουν αἱ πάλαι καὶ πρόπαλαι πολλαὶ καὶ ἡλίκαι· τί καὶ αὗται; ἀλλ' ἔοικας τῇ Σολομωντείῳ βδέλλῃ, τῇ περὶ τὸ εὖ ποιεῖν οὐ κορεννυμένῃ, καὶ οἱονεὶ ἐκπιέζουσα τὸ οἰκεῖον αἷμα εἰς τροφὴν ἄλλων. καίπερ οὐ τοῦτό σοι μόνον γνώριμον, ἀλλὰ πολλὰ τὰ συντρέχοντα, ζῆλος, πόθος, ἔρως εἰς θεόν· κἂν μικρὸν ὑποπεπτώκαμεν, πάλιν οὖν ἀνακλητέον καὶ τὴν ὁδὸν Κυρίου πορευτέον. πάρες τὸ λυπηρόν, ἀνάλαβε χαρὰν πνευματικήν, ἐπείπερ ἐγγὺς Κύριος τοῖς ὑπομένουσιν αὐτόν, ὅς, ἔτι λαλούντων ἡμῶν τὰ τῆς προσευχῆς ῥήματα, ἐρεῖ "4ἰδοὺ πάρειμι"5. Τῇ κυρίᾳ Εἰρήνῃ εἰρήνη θεοπάροχος, ἧς ἀπεδεξάμην καὶ τὴν εὐλογίαν, ἣν ἐλπίζω εἰς τὸν ὑψηλὸν βίον τῆς μοναδικῆς πολιτείας ἀναδραμήσεσθαι, ὁπότε μεταστρέψειεν Κύριος τὴν καταιγίδα εἰς αὖραν. 373 {1Παύλῳ τέκνῳ}1 Ἀνέγνων σου τὴν ἐπιστολήν, τέκνον, καὶ εὑρὼν ὅτι ὑγιαίνεις καὶ σώματι καὶ πνεύματι ηὐχαρίστησα τῷ Κυρίῳ· καὶ καλῶς ἐποίησας ὅτι ἔγραψας, μάλιστα σημάνας ὅτι σου καὶ ὁ νοῦς ἡδραίωται ἐν τῇ πίστει. ἀλλ' εἴη καὶ ἐν τῇ πράξει· διὸ πρόσεχε σεαυτῷ, φεύγων γυναικείας ὄψεις, φεύγων πᾶσαν παρρησίαν ὡς ὄλεθρον ψυχῆς· ἀπέχου καὶ τῶν πονηρῶν λογισμῶν ὡς ἐμπυρισμὸν καρδίας καὶ ἀπώλειαν· φοβοῦ τὸν θεὸν καὶ ἐν τρόμῳ δούλευε αὐτῷ, τελῶν τὰς καθηκούσας ψαλμῳδίας καὶ ἀγρυπνίας· μὴ ἔσο ἀργὸς ἀλλὰ καματηρός, μὴ γελοιαστὴς ἀλλὰ θρηνητής, μὴ ἀργολόγος ἀλλὰ χρησιμορρήμων. Ταῦτα οὐ σοὶ μόνῳ, ἀλλὰ καὶ τῷ Ἀντιπάτρῳ καὶ τῷ ἑτέρῳ ἀδελφῷ λέγω· οὓς καὶ προσαγορεύω καὶ εὔχομαι ὡς ἁμαρτωλὸς σῴζεσθαι ἀμφοτέρους. 374 {1Λιτοΐῳ τέκνῳ}1 Χαίρω ἀκούων σου τῆς φωνῆς, τέκνον, ὡς αἱ μητέρες τῶν νεοττῶν, καὶ μάλιστα ὅτι ἐγγιώτερον μᾶλλον ἡ παροικία σου, ἤγουν ἡ φυγαδεία, τῇ φυλακῇ ἡμῶν κατέστη, ἀφ' οὗ γέγονεν οἰκονομία μεταγράψαι σε τὰς προλαβούσας ἐπιστολάς. ἀλλὰ δέξαι καὶ ἑτέρας. οἶδα δὲ ὅτι πολὺ κεκοπίακας, ἀλλὰ καὶ ἔτι, ἀγαπητέ, κοπίασον, εἰδὼς ὅτι μισθός σοι οὐχ ὁ τυχών, ἡμισεύοντί μοι τῷ ἁμαρτωλῷ εἰς κέρδος ψυχῆς. εὖ δὲ ποιήσειεν Κύριος τῷ ξενοδοχοῦντί σε, ὅτι ἐμνήσθη φιλίας καὶ ἔχεται εὐσεβείας· ὃν διὰ σοῦ πλεῖστα προσαγορεύω, ἀπολογουμένου ὡς ὅτι ἐμοὶ τὴν ἐλεημοσύνην ποιεῖται. Τὰ κεφάλαια ὅτι ἐκστηθίζεις, καλῶς· μᾶλλον γὰρ εἴσῃ τὴν δύναμιν τῶν λεγομένων. πλὴν ὅτι παρὰ τοὺς ἄλλους κεχορήγηταί σοι ὑπὸ Κυρίου τὸ νοεῖν·