219
τῶν Ῥωμαίων βασιλείᾳ. δʹ. θʹ. ιεʹ. εʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ἰαννουαρίῳ, ἰνδικτιῶνος ζʹ, κατέλαβε Σταυράκιος ὁ προρρηθεὶς ἐκ τῶν Σκλαυινῶν καὶ ἐθριάμβευσε τὰ ἐπινίκια ἐπὶ ἱπποδρομίας. τῷ δὲ Μαΐῳ μηνὶ τῆς αὐτῆς ζʹ ἰνδικτιῶνος ἐξῆλθεν ἡ βασίλισσα Εἰρήνη σὺν τῷ υἱῷ αὐτῆς καὶ δυνάμεως πολλῆς ἐπὶ τὴν Θρᾴκην ἐπιφερομένη ὄργανα καὶ μουσικά, καὶ ἀπῆλθεν ἕως Βεροίας, καὶ ταύτην οἰκοδομηθῆναι κελεύσασα ἐπωνόμασεν αὐτὴν Εἰρηνούπολιν. κατῆλθε δὲ ἕως Φιλιππουπόλεως μετὰ πάσης ἀπαθείας καὶ ὑπέστρεψεν ἐν εἰρήνῃ κτίσασα καὶ τὴν Ἀγχίαλον. τῷ δ' αὐτῷ ἔτει καὶ ὁ τῶν Ἀράβων ἀρχηγὸς Μαδί, ὁ καὶ Μουάμεδ, τέθνηκεν, καὶ ἐκράτησε Μωσῆς, ὁ υἱὸς αὐτοῦ. τῇ δὲ λαʹ τοῦ Αὐγούστου μηνὸς τῆς αὐτῆς ζʹ ἰνδικτιῶνος Παῦλος, ὁ ὅσιος καὶ ἁγιώτατος πατριάρχης, ἀσθενήσας κατέλιπε τὸν θρόνον, καὶ κατελθὼν ἐν τῇ μονῇ τῶν Φλώρου ἔλαβε τὸ μοναχικὸν σχῆμα χωρὶς εἰδήσεως τῆς βασιλείας. μαθοῦσα δὲ τοῦτο ἡ βασίλισσα παραγίνεται πρὸς αὐτὸν σὺν τῷ υἱῷ λυπουμένη καὶ καταβοῶσα αὐτοῦ, ὅτι "διὰ τί τοῦτο ἐποίησας;" ὁ δὲ μετὰ θρήνων πολλῶν ἔφη πρὸς αὐτήν· "εἴθοις μηδὲ ποταπὸν ἐκάθισα ἐν τῷ τῆς ἱερωσύνης θρόνῳ, τῆς ἐκκλησίας τοῦ θεοῦ τυραννουμένης καὶ ἐσχισμένης οὔσης ἐκ τῶν λοιπῶν καθολικῶν θρόνων καὶ ἀναθεματιζομένης." ἡ δὲ προσκαλεσαμένη τούς τε πατρικίους καὶ τοὺς τῆς συγκλήτου λογάδας ἀπέστειλε πρὸς αὐτὸν ἀκοῦσαι τὰ παρ' αὐτοῦ λεγόμενα. ὁ δὲ εἶπε πρὸς αὐτούς· "ἐὰν μὴ σύνοδος οἰκουμενικὴ γένηται, καὶ τὸ σφάλμα τὸ ὂν εἰς τὴν μέσην ὑμῶν διορθωθῇ, οὐκ ἔχετε σωτηρίαν." οἱ δὲ εἶπον αὐτῷ· "καὶ ἵνα τί ὑπέγραψας ἐν τῷ χειροτονεῖσθαί σε τοῦ μὴ προσκυνεῖν εἰκόνας;" ὁ δὲ ἔφη ὅτι "διὰ τοῦτο γὰρ θρηνῶ καὶ πρὸς τὴν μετάνοιαν κατέφυγον δεόμενος τοῦ θεοῦ, ὅπως μὴ ὡς ἱερέα μὲ κολάσῃ σιγήσαντα ἕως τοῦ νῦν καὶ μὴ κηρύξαντα τὴν ἀλήθειαν τῷ φόβῳ τῆς μανίας 458 ὑμῶν." ἐν τούτοις ἐκοιμήθη ἐν εἰρήνῃ καταλιπὼν θρῆνον πολὺν τῇ τε βασιλείᾳ καὶ τοῖς εὐσεβέσιν ἀνθρώποις τῆς πολιτείας. σεβάσμιος γὰρ ἦν ὁ ἀνὴρ καὶ ἐλεήμων ὑπὲρ μέτρον καὶ πάσης αἰδοῦς ἄξιος, καὶ πίστιν πολλὴν ἐκέκτητο ἥ τε πολιτεία καὶ ἡ βασιλεία πρὸς αὐτόν. ἔκτοτε λοιπὸν ἤρξατο λαλεῖσθαι καὶ ἀμφιβάλλεσθαι ὁ περὶ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων λόγος παρρησίᾳ ὑπὸ πάντων. Ἀράβων ἀρχηγὸς Μωσῆς ἔτος αʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Ταράσιος ἔτη καʹ. εʹ. αʹ. ιʹ. αʹ. Τούτῳ τῷ ἔτει συναγαγοῦσα ἡ βασίλισσα Εἰρήνη πάντα τὸν λαὸν εἰς τὴν Μαγναῦραν ἔφη πρὸς αὐτούς· "γινώσκετε, ἀδελφοί, τί πεποίηκε Παῦλος ὁ πατριάρχης· καὶ εἰ μὲν ἔζη, οὐκ ἂν κατεδεξάμεθα τοῦτον ἀφῆσαι τὸν τῆς ἱερωσύνης θρόνον, εἰ καὶ μοναδικὸν σχῆμα περιεβάλετο. ἐπεὶ δέ, ὡς τῷ θεῷ ἀρεστὸν ἦν, τοῦ βίου μετέστη, φροντίσωμεν ἄνθρωπον, ὅς τις δύναται ποιμᾶναι ἡμᾶς καὶ τὴν ἐκκλησίαν τοῦ θεοῦ ἐπιστηρίξαι λόγοις διδασκαλικοῖς." πάντες δὲ ὁμοφρόνως εἶπον μὴ εἶναι ἄλλον, εἰ μὴ Ταράσιον τὸν ἀσηκρήτην. ἡ δὲ ἔφη πρὸς αὐτούς· "καὶ ἡμεῖς τὸν αὐτὸν ψηφιζόμεθα, ἀλλ' ἀπειθεῖ. καὶ εἴπῃ δι' ἣν αἰτίαν οὐ δέχεται τὴν ψῆφον τῆς βασιλείας καὶ παντὸς τοῦ λαοῦ." ὁ δὲ ἀπελογήσατο τῷ λαῷ λέγων· "οἱ τῆς ἀμωμήτου ἡμῶν πίστεως τῶν Χριστιανῶν φύλακες καὶ ζηλωταὶ τῶν εἰς δόξαν θεοῦ γινομένων πιστοὶ βασιλεῖς ἡμῶν, πάντων τῶν εἰς ἀρέσκειαν αὐτοῦ καὶ συμφέρον ἡμῶν τὴν φροντίδα ποιούμενοι, καὶ μάλιστα τῶν ἐκκλησιαστικῶν καὶ νῦν ἐπιμελῶς διαμεριμνήσαντες καὶ διανοηθέντες τοῦ ἀρχιερέα προχειρισθῆναι ἐν ταύτῃ τῇ βασιλίδι αὐτῶν πόλει ἐπὶ τὸν εὐσεβῆ αὐτῶν νοῦν με ἀνέλαβον, καὶ φανερῶς μοι τὸ βεβουλευμένον αὐτοῖς ἐξειπεῖν ἐκέλευσαν. ἐμοῦ δὲ πρὸς τοῦτο ἀνάξιον ἑαυτὸν ἀποφηναμένου καὶ μηδεμίαν συγκατάθεσιν ποιησαμένου ὡς τὸν ζυγὸν τοῦ φορτίου μὴ δυναμένου μου βαστάσαι ἢ ὑπενεγκεῖν, ἐκέλευσάν με προαγαγεῖν κατὰ πρόσωπον ὑμῶν, διότι καὶ σύμψηφοι γεγόνατε τῇ βουλῇ ταύτῃ. καὶ νῦν, ὦ 459 ἄνδρες φοβούμενοι τὸν θεὸν καὶ ἔχοντες αὐτὸν ἀεὶ ἐν ταῖς καρδίαις ὑμῶν, οἱ τῇ τοῦ Χριστοῦ κλήσει, τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, ὀνομαζόμενοι, Χριστιανοὶ λέγω,