220
ἐσχηκότα. τῆς γε μὴν ἕνεκα βουλῆς, ἧς αὐτῷ συνεβούλευε περὶ τοῦ φρούριόν τι ἑαυτῷ κατασκευάσαι, ἵν' εἴη καταφυγὴ πρὸς τὰς τῶν πραγμάτων μεταβολὰς, χάριτας μὲν ἔλεγεν εἰδέναι τῆς περὶ ἐκεῖνον προθυμίας καὶ σπουδῆς· αὐτῷ δὲ μὴ τὴν ἐκ τῶν τοιούτων ἀσφάλειαν εἶναι περισπούδαστον. ἀλλ' ἡδέως ἂν ἔχειν, τὴν ἡμέραν ἐκείνην μετὰ τῶν ἐν ᾅδου προσομιλεῖν, 2.74 ἐν ᾗ μετὰ τὴν ἐκ τῆς ἄνωθεν ἐλπίδα δεξιᾶς τῆς ἐκ τῶν φίλων ἀσφαλείας ἀμελήσας καὶ τοῦ τούτων τὰς καρδίας, ὥσπερ ἀκροπόλεις, οἷα δὴ ἀσφαλεστάτῃ φρουρᾷ κατέχειν, τῇ φιλίᾳ, ξύλοις καὶ λίθοις καὶ λογισμοῖς ὑγιὲς οὐδὲν ἔχουσι πιστεύσειε τὴν σωτηρίαν. πρώτην μὲν γὰρ εὐδαιμονίαν καὶ ἄκρως ἀγαθὸν ἀνθρώποις τὸ θεῷ προσομιλεῖν καὶ διὰ παντὸς αὐτῷ συνεῖναι τῇ πρὸς ἐκεῖνον διὰ καθαρότητος ἀναβάσει, αὐτὸς εἰδέναι. δευτέραν δὲ μετ' ἐκείνην, τὸ φίλοις χρῆσθαι ἀσφαλέσι καὶ πιστοῖς, πρῶτον μὲν τοῖς ὀλίγοις καὶ συνέσει διαφέρουσι τῶν πολλῶν, ἔπειτα δὲ μετ' ἐκείνους καὶ τὴν παρὰ τῶν πολλῶν εὔνοιαν καρποῦσθαι, πάντων ἐκείνοις διὰ χρηστότητα τρόπων προσεχόντων. καὶ τοῦτο οἴεσθαι οὐ πύργων μόνον ἁπάντων ἀναλωτότερον, ἀλλὰ καὶ χρημάτων καὶ δόξης καὶ τιμῆς ἁπάσης τιμιώτερον καὶ βασιλείας αὐτῆς ὑψηλότερον εἰς εὐτυχίας λόγον. ὅθεν οὐδὲ πείσεσθαι αὐτῷ τοιαῦτα συμβουλεύοντι, ἀλλ' ἣν ἐξαρχῆς προείλετο, μέχρι τέλους ἑαυτῷ ἀσφάλειαν τηρήσειν, ὥσπερ δῆτα καὶ σὺ τὴν ἐκ τῶν φρουρίων καὶ ὀχυρωμάτων.» Ἀπόκαυκος μὲν οὖν ὁ παρακοιμώμενος οὕτως ἐν Ἐπιβάταις ἐγκεκλεισμένος ἐφρουρεῖτο. ιαʹ. Τοῦ μεγάλου δὲ δομεστίκου ∆ιδυμοτείχῳ ἐνδιατρίβοντος καὶ περὶ τὴν παρασκευὴν τῆς στρατιᾶς ἠσχολημένου, ἧκον ἐκ Πελοποννήσου πρέσβεις πρὸς αὐτὸν, ἐπίσκοπός τε ὁ Κορώνης καὶ ὁ Σιδηρὸς Ντζιουὰν, ἐκ τῶν ἡγεμόνων τῶν 2.75 πόλεων, αἳ ὑπήκοοι Λατίνοις ἦσαν, ἀπεσταλμένοι. ἡ πρεσβεία δὲ ἦν· ὑπὸ βασιλέα γενέσθαι πάντας ἐπὶ τῷ τῶν μὲν πόλεων, ἃς κατέχουσιν, αὖθις αὐτοὺς ἡγεμονεύειν, φόρους δὲ τοὺς δημοσίους πάντας, οὓς πρίγγιπι παρέχουσι, διδόναι βασιλεῖ καὶ πᾶσαν ἄλλην ἐπιδείκνυσθαι καὶ θεραπείαν καὶ δουλείαν, καὶ στρατηγὸν ἐκ βασιλέως ἔχειν, ὑφ' ᾧ τελέσουσιν ἑκόντες πάντες. ἡ μὲν οὖν τῶν ἐκ Πελοποννήσου Λατίνων πρεσβεία τοιαύτη ἦν. γράμματα δὲ καὶ πρὸς τὸν μέγαν δομέστικον πεπόμφασιν, ἃ ἐδήλου τοιάδε· ὡς πάντες αὐτοὶ ἀπὸ συνθήματος, ἔτι περιόντος βασιλέως, βουλεύσαιντο ἀποστάντες πρίγγιπος ἐκείνῳ προσχωρεῖν καὶ ἤδη ἐν ἐπιχειρήσει ἦσαν τοῦ πράττειν τὰ βεβουλευμένα. ἐπεὶ δὲ βασιλέα τετελευτηκότα πύθοιντο, ἀπογνόντας τὴν ἐπιχείρησιν, αὖθις ἠρεμεῖν. Παγάνου δὲ Ντεπιστόγια, συνήθους αὐτοῖς ἐς τὰ μάλιστα καὶ φίλου, ὀλίγῳ πρότερον ἐκ Βυζαντίου ἀφιγμένου, καὶ τῶν πραγμάτων πᾶσαν τὴν ἀρχὴν καὶ τὴν ἡγεμονίαν ὑπὸ σὲ ἀπαγγείλαντος τελεῖν, αὖθις συνελθόντας πάντας ἡμᾶς, τὰ δεδογμένα πρότερον ἐπιψηφίσασθαι, οὐ μόνον διὰ τὴν εὐγένειαν τῶν τρόπων καὶ τὸ δύνασθαι αὐτοῖς, ἄν τινες ἐπίωσιν, ἀμύνειν, ἀλλ' ὅτι καὶ πολὺν ἤδη χρόνον, καίτοι μήπω συντυχόντες, εὐνοϊκῶς σοι διακείμεθα καὶ φιλίως. ἐξ ὅτου γὰρ ἐν Ἀκαρνανίᾳ βασιλεῖ συστρατευόμενος, τοῖς ἐν Θωμοκάστρῳ παρ' ἡμῶν κατὰ συμμαχίαν ἀφιγμένοις Νικηφόρου τοῦ δεσπότου παιδὸς πρὸς λόγους ἐλθὼν αὐτὸς, φίλους ἀντὶ πολε 2.76 μίων ἔπεισας γενέσθαι, ἐκεῖνοί τε ἀεί σοι τὴν εὔνοιαν διατηροῦσι καὶ ἡμᾶς ἀνέπεισαν, πολλὰ καὶ θαυμάσιά τινα περὶ σοῦ διεξιόντες, τὴν ἴσην καὶ ὁμοίαν εὔνοιαν κεκτῆσθαι περὶ σὲ, ὑφ' ἧς καὶ νῦν πεπείσμεθα, τὴν πρεσβείαν ταύτην ποιήσασθαι νυνί. τὴν μὲν οὖν ἀξίωσιν ἡμῶν οἱ παραγενόμενοι ἀπαγγελοῦσι πρέσβεις. ἂν δὲ τούτοις βασιλίς τε καὶ αὐτὸς ἐπιψηφίσησθε, οὐδὲν ἔτι τὸ κωλῦσον ἡμᾶς ὑπὸ τὴν Ῥωμαίων βασιλείαν, ὥσπερ ἐπηγγειλάμεθα, τελεῖν, μόνον εἰ αὐτὸς ἀφίξῃ πρὸς ἡμᾶς, τάς τε πόλεις παραληψόμενος καὶ τὰ ἐνταῦθα πράγματα, ὅπῃ ἄν σοι δοκῇ, ἄριστα διοικήσων.» τὰ μὲν οὖν γράμματα ἰδίᾳ τε ἑκάστῳ καὶ πᾶσιν ὁμοῦ τοιάδε ἦν. ἃ δεξάμενος ὁ μέγας δομέστικος, ἥσθη τε ὑπερφυῶς καὶ τοῖς τε πρέσβεσι προσεφέρετο φιλοτίμως ἄγαν καὶ μεγαλοπρεπῶς. καὶ τοῖς πεπομφόσιν