220
δὲ μετὰ τῶν ἐπιλέκτων ἀνέβη, καὶ τὰ τάγματα ειπετο. τῶν ̓Ιουδαίων δὲ καταπεφευγότων εἰς τὸ ἱερόν, καὶ οἱ τοῦ Τίτου εἰσέπιπτον διὰ τῆς διώρυγος, ην ὑπὸ τὰ χώματα τῶν ̔Ρωμαίων ὑπώρυξαν. συρρήγνυται 2.63 δὲ περὶ τὰς εἰσόδους μάχη καρτερά, καὶ τὰ ξίφη σπασάμενοι συνεπλέκοντο, φόνος δὲ ην πολὺς ἑκατέρωθεν. κλινομένης δὲ ηδη τῆς ̔Ρωμαϊκῆς παρατάξεως, ̓Ιουλιανός τις ἑκατοντάρχης, αριστος ἀνήρ, προπηδᾷ καὶ νικῶντας τοὺς ̓Ιουδαίους τρέπεται μόνος. εφευγε δὲ τὸ πλῆθος καὶ διεσκέδαστο. καταδιώκων ουν τοὺς σκεδαννυμένους ὁ γενναῖος ἐκεῖνος ἀνὴρ κατολισθαίνει κατὰ τοῦ λιθοστρώτου, ηλους πυκνοὺς ἐν τοῖς ὑποδήμασιν εχων, ὡς καὶ οἱ λοιποὶ στρατιῶται. καὶ ̓Ιουδαῖοι περιστάντες αὐτὸν ἐτίτρωσκον πάντοθεν. ὁ δὲ καὶ κείμενος ἠμύνετο, μέχρι κατατρωθεὶς ἐνέδωκε, καὶ τοῖς πολεμίοις αὐτοῖς θαυμαζόμενος. ̓Ιουδαῖοι μὲν ουν τοὺς ̔Ρωμαίους ὠσάμενοι κατακλείουσιν εἰς τὴν ̓Αντωνίαν, ὁ Τίτος δὲ πολλὰ καὶ διὰ ̓Ιωσήπου παρακαλέσας τοὺς στασιαστὰς καὶ δι' ἑαυτοῦ, ὡς ἀμειλίκτους ἑώρα, πάλιν ἐχώρει καὶ ακων πρὸς πόλεμον. καὶ τοὺς ἀρίστους ἐπιλεξάμενος περὶ ωραν τῆς νυκτὸς ἐνάτην ταῖς φυλακαῖς ἐπιθέσθαι προσέταξεν. οὐ μὴν κοιμωμένους ευρον τοὺς φύλακας, ἀλλὰ γνόντες τὴν ἐπίθεσιν συνεπλέκοντο, καὶ πρὸς τὴν βοὴν καὶ οἱ αλλοι συνῄεσαν. ἐξ ἐνάτης δὲ τῆς νυκτὸς ωρας εἰς πέμπτην τῆς ἡμέρας τοῦ πολέμου συνισταμένου ἀγχώμαλος ην ἡ μάχη, μηδενὶ τῆς νίκης ἐπιβρισάσης. καὶ ουτω τότε διελύθησαν οἱ μαχόμενοι. τὸ δὲ λοιπὸν τῆς τῶν ̔Ρωμαίων δυνάμεως ἡμέραις ἑπτὰ τοὺς τῆς ̓Αντωνίας θεμελίους καταστρεψάμενον πλατεῖαν πρὸς τὸ ἱερὸν ηὐτρέπισαν ανοδον. καὶ πλησιάσαντα τῷ πρώτῳ περιβόλῳ τὰ τάγματα χωμάτων κατήρχετο. καὶ ταῦτα μὲν ἠγείρετο σὺν μόχθῳ πολλῷ· ̓Ιουδαῖοι δὲ τῆς βορείου καὶ κατὰ δύσιν στοᾶς τὸ συνεχὲς πρὸς τὴν ̓Αντωνίαν 2.64 ἐμπρήσαντες ἀπέρρηξαν οσον πήχεις εικοσι, ταῖς ἑαυτῶν χερσὶν ἀρξάμενοι καίειν τὰ αγια. ὑποπιμπρᾶσι δὲ καὶ ̔Ρωμαῖοι τὴν πλησίον στοάν· καὶ μέχρι πεντεκαίδεκα πήχεων προκόψαντος τοῦ πυρός, ἀποκόπτουσιν ̓Ιουδαῖοι τὴν ὀροφήν. οἱ δ' ἀνὰ τὸ ἱερὸν στασιασταὶ καὶ φανερῶς τοῖς ἐπὶ τῶν χωμάτων ἐπετίθεντο στρατιώταις, καὶ μετὰ δόλων ἠμύνοντο. ὑπὸ δὲ τοῦ λιμοῦ απειρόν τι πλῆθος ησαν οἱ θνήσκοντες. πάθη δὲ τοῖς περιοῦσιν ετι συνέβαινε καὶ φρικτὰ διηγήσασθαι καὶ δύσπιστα τοῖς ἀκούουσιν· ων εν διηγήσομαι. Γυνή τις ὑπὲρ τὸν ̓Ιορδάνην διὰ γένος καὶ πλοῦτον οὐκ ασημος εἰς τὰ ̔Ιεροσόλυμα καταφυγοῦσα συνεπολιορκεῖτο. ταύτης πολλάκις ἑαυτῇ τροφὰς ποριζομένης οἱ λῃστεύοντες ἐν τῇ πόλει ταύτας διήρπαζον. ἡ δὲ πρὸς ταῦτα ἀγανακτοῦσα, θυμῷ τε καὶ λιμῷ στρατηγουμένη, ο ην αὐτῇ ὑπομάζιον τέκνον καταθύσασα καὶ ὀπτήσασα, τὸ μὲν εφαγε, τὸ δὲ λοιπὸν εἰς δευτέραν ἐτήρει τροφήν. οἱ δὲ στασιασταί, τῆς κνίσης προσβαλλούσης αὐτοῖς, παρῆσαν εὐθύς, καὶ εἰ μὴ δοίη τὸ παρασκευασθέν, ἀποσφάξειν ἠπείλουν αὐτήν. ἡ δὲ τὰ τοῦ παιδὸς ἀνεκάλυψε λείψανα· κἀκεῖνοι ἐξέστησάν τε πρὸς τὴν θέαν καὶ εφριξαν, καὶ τρέμοντες ὑπεχώρησαν, μόλις ταύτης τέως τῆς τροφῆς παραχωρήσαντες τῇ μητρί. Ηδη δὲ τῶν χωμάτων τετελεσμένων προσήγοντο οἱ κριοί· ηνυον δ' οὐδὲν διὰ τὴν τοῦ τείχους στερρότητα. ετεροι δὲ τοὺς θεμελίους ὑπώρυττον· καὶ οὐδ' ουτως τὸ τεῖχος κατασέσειστο. ἀπογνόντες ουν τῶν αλλων, κλίμακας προσέφερον ταῖς στοαῖς. οἱ δὲ ̓Ιουδαῖοι κωλῦσαι μὲν οὐκ εφθασαν, τοῖς δ' ἀναβᾶσι συμπεσόντες ἐμάχοντο· καὶ ην οὐκ ὀλίγος αὐτῶν φόνος. 2.65 ̔Ο δέ γε Τίτος ὡς ἑώρα τὴν ἐπὶ τῷ ἱερῷ φειδὼ πρὸς βλάβην γινομένην τοῖς στρατιώταις, τὰς πύλας ὑφάπτειν προσέταξε. προσαχθέντος δ' αὐταῖς τοῦ πυρός, τηκόμενος ὁ αργυρος ῳ ἐνεδέδυντο παρεχώρει τῇ φλογὶ τῶν ξύλων ἐφάπτεσθαι, κἀντεῦθεν ἐπελαμβάνετο τῶν στοῶν. τοῖς δ' ̓Ιουδαίοις ὁρῶσι τὸ πῦρ ἐν κύκλῳ μετὰ τῶν σωμάτων παρείθησαν αἱ ψυχαί. ἐκείνην μὲν ουν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα τὸ πῦρ ἐπεκράτει· παρὰ μέρος δέ, οὐχ ὁμοῦ πάντοθεν ισχυσαν ὑφάψαι τὰς στοάς· τῇ δ' ἐπιούσῃ μέρει τῆς δυνάμεως ὁ Τίτος τὸ πῦρ σβεννύειν κελεύσας καὶ παρὰ τὰς πύλας ὁδοποιεῖν εἰς