220
̓Εφέσιος, ἐποποιὸς καὶ γραμματικὸς, μαθητὴς Φιλητοῦ, ἐπὶ Πτολεμαίου γεγονὼς τοῦ πρώτου, ος καὶ πρῶτος τῶν ̔Ομήρου διορθωτὴς ἐγένετο. καὶ τῶν ἐν ̓Αλεξανδρείᾳ βιβλιοθηκῶν προυστη καὶ τοὺς παῖδας Πτολεμαίου ἐπαίδευσε. Ζήτησ. ὁ τοῦ Βορέου παῖς. Ζῆκχοι. εθνος. zeta.957 Ζῆλοσ. ἡ κίνησις. καὶ εἰ μὴ κατ' ἐπίγνωσιν ὁ ζῆλος. (Θηλυκόν.) Ζηλοτυπία. ἡ τοῦ ἀνδρὸς κατὰ τῆς γυναικὸς εἰς ετερον ἀσελγὴς ὑπόνοια. Ζημία. ἡ τὴν ζωὴν μειοῦσα, τουτέστι τὴν περιουσίαν. ζωὴ γὰρ ἡ περιουσία. η ἡ τῶν οντων πρὸς τὸ ζῇν μείωσις. η παρὰ τὴν ζέσιν τὴν γινομένην ὑπὸ τοῦ θυμοῦ ἐν τῷ ἐκκτείνειν τὰ ἐπαγόμενα. η ζημία στέρησις τῶν οντων. Ζηρυνθᾶ. ἡ ̓Αφροδίτη. καὶ Ζηρύνθιον, καὶ Ζήρυνθον αντρον, ἐν ῳ τοὺς κύνας εθυον. (Οὐδέτερον.) Ζητρεῖον. ὁ κοῦσπος. τὸ τῶν δούλων κολαστήριον. ἐκεῖ γὰρ ἐδεσμεύοντο οἱ δοῦλοι. γίνεται δὲ ἐκ τοῦ ˉζˉα καὶ τοῦ τρέω, τὸ φοβοῦμαι. ζάτρεον καὶ ζητρεῖον, ἐν ῳ δεῖσθαι τρέουσι. κατὰ τροπὴν τῆς ˉεˉι διφθόγγου εἰς τὸ ητα δωρικῶς· ὡς τό· πλείων, πλήων· μείων, μήων. ευρηται καὶ διὰ τοῦ ἰῶτα συνεσταλμένως, ὡς παρὰ ̔Ηροδότῳ· αγε αὐτὸν εἰς τὸ ζήτριον. εστι δὲ χωλίαμβον τὸ μέτρον. τοῦτο δὲ ὁ μὲν Ωρος ὁ Μιλήσιος προπαροξύνει, ωσπερ γήτειον, ὁ δὲ ̓Ωριγένης περισπᾷ, ζητρεῖον. Ζήτημα. λόγος ἀνθρώπων καὶ διάλεξις ἐπὶ πράγματι. zeta.958 Ζηλώματα. ζηλοτυπίας. κώμους καὶ τὰ νέα ζηλώματα καὶ τὰ ποθούντων κνίσματα. Ζῆτα. τὸ στοιχεῖον, ἀπὸ Ζήτου τοῦ Βορέου, ου μέμνηται Ηλιος. Ζῆ. εστι ῥῆμα αω τὸ πνέω. τοῦτο γίνεται κατὰ ἐπίτασιν τῆς ζα συλλαβῆς ζάω, ὡς πλοῦτος, πλουτάω, ζάπλουτος· ειτα κατὰ συναίρεσιν γίνεται ζῶ. καὶ πάλιν ζάεις, ζάει, καὶ κατὰ κρᾶσιν δωρικὴν τοῦ ˉα εις ˉη ζῇς, ζῇ. Ζηλώσαντεσ. μιμησάμενοι. Ζηλοτυπεῖν. τὸ εἰς ἀπέχθειαν ἐληλυθέναι. Ζηλοτυποῦν. Αἰσχίνης ἀντὶ τοῦ μισεῖν. Ζήλου. ἀντὶ τοῦ μιμοῦ. Σοφοκλῆς· καὶ νῦν τοῦτό γε ζηλοῦν εχω. Ζηλοῦν. τὸ μακαρίζειν. Ζηλοῦν καὶ παραζηλοῦν διαφέρει. παραζηλοῦν γὰρ λέγεται τὸ ἐρεθίζειν καὶ κινεῖν εἰς ζηλοτυπίαν, ὁποῖον τό· αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεῷ. τουτέστιν ἐκίνησαν ἐν ἐμοὶ ζῆλον καὶ οιον εἰς ὀργήν με ἠρέθισαν εἰδωλολατροῦντες. ζηλοῦν δέ ἐστι τὸ βουλεύεσθαι καὶ ἑαυτῷ ὑπάρχειν, ο παρεῖναι τὸ πέλας νενόμικεν ἀγαθόν. Ζητήσεται. ἀντὶ τοῦ ζητηθήσεται. Ζητεῖν. ἐπὶ τοῦ βούλεσθαι τιθέασιν ̓Αττικοί. zeta.959 μὴ δὲ σὺ ζήτει τι πυθέσθαι. Ζητεύω. πτωχεύω. Τὸ Ζ μετὰ τοῦ Ι. ( ̓Αρσενικόν.) Ζιποίτης· Ζιήλας· Ζιβύτησ. ὀνόματα κύρια. Ζίρησ. καὶ κλίνεται ζίρη. Σκυθικὴ φωνή. Ζιφαῖοι. εθνος. ητοι σκοτεινοί. (Θηλυκόν.) Ζιβύνη. ὁλοσίδηρον ἀκόντιον η σπάθη. τοῦ Ψελλοῦ· ἡ λόγχη δὲ ζιβύνη. (Οὐδέτερον.) Ζιγγίβερ. ειδος ἀρώματος. Ζιζάνιον. ειδος βοτάνης τὸ ανευ σπορᾶς παραφυόμενον τῷ σίτῳ. παρὰ τὸ σῖτος καὶ τὸ ἱζάνω, τὸ ἐπικαθήμενον τῷ σίτῳ, σιτοϊζάνιον, τὸ τῷ σίτῳ παρεδρεῦον καὶ συναῦξον. Ζιννίχιον. τὸ λῶρον τοῦ ὑποδήματος. zeta.960 ( ̔Ρῆμα.) Ζιγνῶ καὶ ζιγνῶσαι. τὸ σκυθρωπῆσαι. Ζέω. τὸ ζητῶ. Τὸ Ζ μετὰ τοῦ Ο. ( ̓Αρσενικόν.) Ζολιμίηλοσ. κύριον. Ζοροβάβελ. κύριον. Ζοφοδορπίασ. ὁ σκοτεινὸς δεῖπνος. Ζοφώδησ. ὁ σκοτεινὸς καὶ ζοφοειδής. Ζόφοσ. σκότος η ἡ δύσις. παρὰ τὸ νέφος, νόφος, καὶ ἀποβολῇ τοῦ ν ζόφος. (Θηλυκόν.) Ζοφομηνία. ὁ σκοτισμὸς τῆς σελήνης η εκλειψις. Ζοφερά. ἡ σκοτεινή. Ζόαρα. τόπος. Ζόντειον. τόπος. Ζοφερόν. σκοτεινόν. zeta.961 Τὸ Ζ μετὰ τοῦ Υ. ( ̓Αρσενικόν.) Ζυγόσ. ὁ νόμος παρὰ τῇ θείᾳ γραφῇ. Ζυγόσ. τὸ αρμα τῶν ιππων. ἱππείου δὲ ζυγοῦ θεὰ ηψατο. Ζυγόσ. ἡ τῆς κιθάρας πῆχυς. ὡς τό· ἐπὶ δ' ἀργύρεον ζυγὸν ηεν. τὸ ζήγιον καὶ ἡ καθέδρα τῶν κωπηλάτων. ειρηται δὲ ζυγὸς παρὰ τὸ δύο αγεσθαι καὶ ἐφέλκεσθαι ὑπ' αὐτοῦ, δυγὸς, καὶ ∆ωρικῶς ζυγός· ὡς τό· θερίσδω, θερίζω, ζευκτῆρες, δευκτῆρες. Ζυγόδεσμοσ. ὁ ἱμὰς τοῦ ζυγοῦ. Ζύγιοσ. ὁ ἐνεργῶν ὁμόνοιαν ἀνδρὸς καὶ γυναικὸς, ηγουν συζυγίαν. Ζύθοσ. ὁ ἀπὸ κριθῆς οινος. Ζυγίτησ. ὁ καθήμενος ἐν τῇ νηῒ μέσος. Ζυμήτησ. αρτος. zeta.962 Ζύγιοι ιπποι. οἱ ὑποβαλλόμενοι τῷ τοῦ αρματος ζυγῷ, τουτέστι ὁ μέσος ἀριστερὸς, ὁ μέσος δεξιός. (Θηλυκόν.) Ζύμη. τὸ συμπεφὲν σταῖς εἰς οπτησιν. παρὰ τὸ ζέω ζύμη, ὡς ουσα οιμος