220
δὲ κατεγέλων. Ταῦτα καὶ τὰ τοιαῦτα ἐρεῖς, ἐὰν προαναρπασθῇς τῆς πρὸς τὸν Θεὸν μετανοίας. Ἄνθρωπε, ἢ τὴν γέενναν φοβήθητι, ἢ τῆς βασιλείας ἀντιποιήθητι. Ἀδελφοὶ, οἷον φόβον, καὶ τρόμον, καὶ ἀνάγκην ἔχομεν ἰδεῖν, ὅτε ἡ ψυχὴ τοῦ σώματος χωρίζεται. Παραγίνεται γὰρ ἐφ' ἡμᾶς στρατιὰ καὶ δύναμις τῶν ἐναντίων δυνάμεων, οἱ τοῦ σκότους ἄρχοντες, οἱ κοσμοκράτορες τῆς πονηρίας, αἱ ἀρχαὶ καὶ ἐξουσίαι, καὶ τρόπῳ τινὶ δίκης κατέχουσι τὴν ψυχὴν, ἐπιφέροντες πάντα αὐτῆς τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ ἁμαρτήματα, ἀπὸ νεότητος ἕως ἧς κατελήφθη ἡλικίας. Ἵστανται οὖν οἱ κατηγοροῦντες λοιπόν. Ὁποῖον τρόμον δοκεῖς τὴν ψυχὴν ἔχειν ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἕως οὗ ἡ κρίσις αὐτῆς ἀπόφασιν λάβῃ παρὰ τοῦ δικαίου κριτοῦ; Ἐὰν εὑρεθῇ ἐν ἀμελείᾳ ζήσασα, ἀκούσει τὴν δεινοτάτην ἐκείνην φωνήν· Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν τοῦ Κυρίου. Τότε αὐτὴν καταλαμβάνει ἡμέρα ὀργῆς, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα σκότους καὶ γνόφου, παραδιδομένην εἰς πῦρ ἐξώτερον καὶ αἰώνιον πῦρ, ἐν ᾧ κατακριθεῖσα εἰς αἰῶνας ἀπεράντους κολασθήσεται.
ΤΙΤΛ. Εʹ. -Περὶ μεθυόντων.
«Υἱὸς Ἄδερ, πίνων, καὶ μεθύων, αὐτὸς καὶ βασιλεῖς τριάκοντα δύο συμβοηθοὶ μετ' αὐτοῦ. Ἐξῆλθε 96.157 δὲ καὶ τὰ παιδάρια τῶν χωρῶν, καὶ ἔφυγε Συρία.» «Μὴ ἴσθι οἰνοπότης. Πᾶς γὰρ μέθυσος καὶ πορνοκόπης πτωχεύσει.» «Ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς, ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασι καταλείψει ἀτιμίαν.» «Τίνι οὐαί; τίνι θόρυβος; τίνι κρίσεις; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διακενῆς; τίνι πελιδνοὶ οἱ ὀφθαλμοί; Οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις; οὐ τῶν ἰχνευόντων, ποῦ πότοι γίνονται; Μὴ μεθύσκεσθε οἴνῳ, ἀλλ' ὁμιλεῖτε ἀνθρώποις δικαίοις. Ἐὰν γὰρ εἰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου, ὕστερον περιπατήσεις γυμνότερος ὑπαίθρου.» «Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον πότου.» «Ἐκνήψατε, οἱ μεθύοντες ἀπὸ οἴνου, καὶ κλαύσατε, πάντες οἱ πίνοντες οἶνον εἰς μέθην, ὅτι ἐξῆρται ἐκ τοῦ στόματος ὑμῶν εὐφροσύνη καὶ χαρά.» «Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ, καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ. Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου, καὶ τυμπάνων, καὶ αὐλῶν τὸν οἶνον πίνουσι, τὰ δὲ ἔργα τοῦ Θεοῦ οὐκ ἐμβλέπουσιν.» «Ἐργάτης μέθυσος οὐ πλουτισθήσεται.» «Πικρία ψυχῆς οἶνος πολύς. Πληθύνει μέθη θυμὸν ἄφρονος εἰς πρόσκομμα, ἐλαττῶν ἰσχὺν, καὶ ποιῶν τραῦμα.» «Ὀργὴ μεγάλη, γυνὴ μέθυσος.» «Προσέχετε ἑαυτοῖς, μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ, καὶ μέθῃ, καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνίδιος ὑμῖν ἐπιστῇ ἡ ἡμέρα ἐκείνη. Ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον τῆς γῆς.» «Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν· μὴ ἐν κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις.» Φύγωμεν μέθην, τὴν πάνδημον πόρνην, τὴν ἀναισχυντίας μητέρα, τὴν φιλόγελων, τὴν μαινάδα, τὴν πρὸς πᾶσαν ἀσχημοσύνης ἰδέαν εὔκολον. Οὐ γὰρ ἐγγίνεταί τι τῶν ἀγαθῶν τῇ ὑπὸ μέθης σκοτισθείσῃ ψυχῇ. Μέθη ὁ αὐθαίρετός ἐστι δαίμων, ἐξ ἡδονῆς ταῖς ψυχαῖς ἐντικτόμενος. Μέθη κακίας μήτηρ, ἀρετῆς ἐναντίωσις. Τὸν ἀνδρεῖον δειλὸν ἀποδείκνυσι, τὸν σώφρονα ἀσελγῆ. ∆ικαιοσύνην οὐκ οἶδεν, φρόνησιν ἀναιρεῖ· καὶ ὥσπερ ὕδωρ πολέμιόν ἐστι πυρὶ, οὕτως ἀμετρία οἴνου λογισμὸν κατασβέννυσιν. ∆ιόπερ ὤκνουν τι λέγειν κατὰ μέθης, οὐχ ὥσπερ τινὸς μικροῦ κακοῦ ἢ παροφθῆναι ἀξίου, ἀλλ' ὡς οὐδὲν ὄφελος παρεχομένου τοῦ λόγου. Εἰ γὰρ ὁ μεθύων παραφρονεῖ καὶ ἐσκότωται, εἰκῆ ῥαψῳδεῖ ὁ ἐπιπλήσσων τῷ μὴ ἀκούοντι. Τίσιν οὖν διαλεχθῶμεν, εἴπερ ὁ μὲν χρῄζων τῆς παραινέσεως, οὐκ ἀκούει τῶν λεγομένων, ὁ δὲ σώφρων καὶ νήφων οὐδὲν δεῖται τῆς ἐκ τοῦ λόγου βοηθείας, καθαρεύων τοῦ πάθους; τί οὖν 96.160 χρήσομαι τοῖς παροῦσιν, εἰ καὶ ὁ λόγος ἄχρηστος, καὶ ἡ σιωπὴ ἄπορος; Παρείδωμεν τὴν ἐπιμέλειαν; Ἀλλ' ἐπικίνδυνος ἡ ἀμέλεια. Ἀλλὰ φθέγξομαι κατὰ τῶν μεθυόντων; ἀλλ' εἰς νεκρὰς ἀκοὰς ἐνηχοῦμεν.