15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
με καιρὸν ἀναμείνατε· λογικὴν γὰρ ἀναθέμενος τὴν σκευὴν ἐμαυτῷ, τὸν ὑπὲρ Πλάτωνος πρὸς ὑμᾶς αἱρήσομαι πόλεμον. ἐγὼ δὲ τοῦτ' ἂν φαίην διατεινόμενος, ὡς οὐδεὶς ἂν τῶν πάντων ἀνθρώπων διαμιλλήσαιτο Πλά τωνι ἢ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος, οὗ τὴν τήμερον εἰς ἐπίσκεψιν ἔθεσθε τὸ «ἐπ' οὐδενὸς οὖν τῶν ἁπάντων, οὐκ ἔστιν ἐφ' ὅτῳ οὐχὶ τῶν ἁπάντων». πρὸς οὓς ἂν εἴποιμι ὅτι κακουργεῖτε περὶ τοὺς λόγους, καὶ ταῦτα τρόφιμοι φιλοσοφίας τυγχάνοντες, οὐ μόνον τὰς ἐννοίας συγχέοντες, ἀλλὰ καὶ τὰς λέξεις αὐτὰς τῆς συμφράσεως διατέμνοντες. εἶτά γε οὐ δεδοίκατε μὴ γράψηται ὑμᾶς Ἀθηναῖος ἀνὴρ πονηρίας, ἐς τὸν Ἄρειον πάγον ἀναγαγών;
Τί δ' ἔστιν ὅ φημι; ὅτι οὐκ ἐντεῦθεν τὸ ζήτημα ὀφείλετε προβαλεῖν, ἀλλ' ἀπὸ τοῦ «ὧν γὰρ τοὺς ἐπαίνους οἶδα, τούτων σαφῶς καὶ τὰς ἐπιδό σεις»· τὸ γὰρ «ἐπ' οὐδενὸς οὖν τῶν ἁπάντων, οὐκ ἔστιν ἐφ' ὅτῳ οὐχὶ τῶν ἁπάντων» μέρος ἐστὶν ἐκείνης τῆς περιόδου, τὸ καθόλου διὰ τῶν κατὰ μέρος ἐλέγχον. ἐπειδὴ γὰρ ὁ μέγας οὗτος ἀνὴρ διευκρινησάμενος ἄνωθεν, ὥσπερ ἐν προκατασκευῆς λόγῳ, τρία τινὰ προέθηκεν, «ἑαυτόν, τοὺς τῆς ἀρετῆς ἐπαινέτας, τοὺς λόγους αὐτούς», δι' ἃ ἀναγκαῖον ἑαυτῷ πεποίηκε τὸ πρὸς τὸν ἑταῖρον ἐγκώμιον, ἓν ἕκαστον τῶν ἀπηριθμημένων παραλαμ βάνων ἐφοδεύει ῥητορικῶς καὶ ἐπεξεργάζεται. διεξελθὼν δὲ τὰ περὶ τοῦ οἰκείου προσώπου καὶ τὸ πρῶτον πρώτως ἀκριβώσας κεφάλαιον, ἐπὶ τὸ δεύτερον ἦλθε, τοῦτο δὲ ἦν ἡ «πρὸς ἀρετὴν» τῶν ἀκουόντων «παράκλησις»· «ἐγκωμιζομένου» γὰρ «δικαίου» κατὰ τὸν εἰρηκότα «εὐφρανθήσονται λαοί», τὴν θείαν δηλονότι εὐφροσύνην καὶ ἡδονήν, ἣν διὰ τῶν ἔργων ἀποπληροῦντες πρὸς τὸν ἐγκωμιαζόμενον ἑαυτοὺς παρελαύνουσιν. εἶτα ταύτην τὴν μερικὴν πιστούμενος πρότασιν, σεμνῶς καὶ καθόλου καὶ ἀποφαντικῶς τὴν περίοδον ταύτην ἐξήγαγεν· «ὧν γὰρ τοὺς ἐπαίνους οἶδα, τούτων σαφῶς καὶ τὰς ἐπιδόσεις». Τὸ δὲ τοιαύτην ἔχει τὴν δύναμιν. ἀρεταὶ καὶ κακίαι, τέχναι τε καὶ ἀτεχνίαι, δυνάμεις τε καὶ ἀδυναμίαι, αὐταὶ μὲν καθ' ἑαυτὰς ὅπως ποτὲ ἔχουσιν, οὔτε αὔξησιν οὔτε ἐλάττωσιν δέχονται. δικαιοσύνη τε γὰρ καὶ ὁσιότης, ἀδικία τε καὶ ἀνοσιουργία, φιλόσοφός τε δύναμις καὶ ἀφιλόσοφος, ἵν' οὕτως εἴπω, ἀδυναμία, ἐφ' ἑαυτῶν ἑστᾶσιν ἀεί, τοῖς δὲ τῶν περὶ ἑκάτερα σπουδαζόντων βίοις ηὐξῆσθαι ταῦτα καὶ ἠλαττῶσθαί φαμεν, ὥσπερ ἐπὶ τοῦ χρυσοῦ καθ' Ἡσίοδον γένους ἡ ἀρετὴ ηὔξηται, ἐπὶ δὲ τοῦ ἀργυροῦ κατ' ἐκεῖνον ἠλάττωται, καὶ ἔτι νῦν μᾶλλον ἐπὶ τοῦ σιδηροῦ· τῆς δὲ ἑτέρας αὐξανούσης ἢ ἐλαττουμένης, ἡ ἑτέρα πάντως ὥσπερ ἐπὶ ζυγοῦ ἀναφέρεται ἢ καταφέρεται. τῆς δὲ τοιαύτης αὐξήσεως ἢ ἐλαττώ σεως Ἕλληνες μὲν ἀστέρων πλοκὰς αἰτιῶνται καὶ εἱμαρμένην, ἡμεῖς δὲ τὸ τῆς προαιρέσεως αὐτοκίνητον καὶ κύριον τῆς ἐπ' ἄμφω ῥοπῆς· ὃ δὴ μάλιστα ῥώννυται, τούτων ἢ ἐκείνων ἐπαινουμένων. ἀρετῆς μὲν γὰρ εὐφημουμένης πᾶς τις πρὸς ἐκείνην ῥέπει καὶ κατατείνεται· κακίας δὲ ἐπαινουμένης πολὺς αὖθις ὁ πρὸς ἐκείνην δρόμος ἐστί. καὶ ῥητορικῆς μὲν τιμωμένης σοφισταὶ πάντες καὶ ῥήτορες· φιλοσοφίας δὲ ἐγκρινομένης ἀποδείξουσι πάντες καὶ συλλογίσονται. καὶ Σικελιῶται μὲν πάντες τυραν νικοὶ καὶ πρὸ πάντων ὁ Φίλιστος, ἐπειδὴ ἑκάτερος τῶν ∆ιονυσίων τυραν νεῖν μᾶλλον ἢ βασιλεύειν ἠγάπησεν· αὖθις δὲ γεωμέτραι καὶ σχημάτων καταγραφεῖς καὶ κονιορτοῦ μεστὰ τὰ βασίλεια, ἐπειδὴ Πλάτων τὸν νεώτερον ∆ιονύσιον τοῦ τυραννεῖν ἀπάγων ἐς φιλοσοφίαν μετῆγεν· ἀλλ' αὖθις ἀγεωμέτρητοι πάντες ∆ιονυσίου μεταβαλόντος καὶ πρὸς τὸν Πλάτωνα δυσμεναίνοντος, καὶ πάντες εὐθὺς ἐπαινέται τῆς τυραννίδος καὶ τοῦ τυράννου θεραπευταί. «Ὧν οὖν» φησὶν ὁ μέγας «τοὺς ἐπαίνους οἶδα, τούτων σαφῶς καὶ τὰς ἐπιδόσεις», τουτέστιν, ἐκεῖνα δὴ τὰ πράγματα ἐπιδιδόασιν, ὅσα δὴ καὶ τοῖς ἐγκωμίοις καταστέφεται. τὸ δὲ «σαφῶς» ἐπὶ τοῦ