220
τιμω ρίας· δημεύσεις λέγω καὶ ἐξορίας, καὶ τὰ ὅμοια τούτοις.] κβʹ. "Καὶ ἐγένετό μοι Κύριος καταφυγή· καὶ ὁ Θεός μου εἰς βοηθὸν ἐλπίδος μου." Ἐγὼ δὲ τῆς 80.1640 παρὰ τοῦ ∆εσπότου προνοίας ἀπήλαυσα, καὶ αὐτὸν ἔσχον περίβολον ἰσχυρόν. κγʹ. "Καὶ ἀποδώσει αὐτοῖς Κύριος τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεός." Ἐκεῖνοι δὲ τρυγήσουσι τοὺς τῶν ἰδίων πόνων καρποὺς, καὶ τῆς πονηρίας ἄξια τὰ ἐπίχειρα δέξονται. Ταῦτα οὐκ ἐκείνοις μόνοις, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις ἐγράφη. Πάντων γὰρ ἀνθρώπων ὁ τῶν ὅλων Θεὸς προμηθούμενος, πᾶσι τὴν πρόσφορον προσφέρει θεραπείαν.
ΕΡΜΗΝ. ΤΟΥ ∆ʹ ΨΑΛΜΟΥ. "Αἶνος ᾠδῆς τῷ ∆αβίδ." Ἀνεπίγραφος παρ' Ἑβραίοις. Ἰωσίας ὁ βασιλεὺς
κομιδῇ γέγονεν εὐσεβής. Οὗτος θεασάμενος τοῦ λαοῦ τὸ πλεῖστον τὴν τῶν εἰδώλων ἀσπασάμενον θεραπείαν, προσέταξε μὲν ἅπαντας κατασφαγῆναι τῶν εἰδώλων τοὺς ἱερέας, τοὺς δὲ τούτων βωμοὺς ἐκ βάθρων ἀνασπασθῆναι· τῶν δὲ τετελευτηκότων ἱερέων ἀνορύξας τοὺς τά φους, τὰ τούτων ὀστᾶ κατέκαυσεν ἐν αὐτοῖς τοῖς τῶν δαιμόνων βωμοῖς. Εἶτα τὸν λαὸν ἅπαντα συν αθροίσας, μεταμελείᾳ χρήσασθαι παραινεῖ, καὶ τὸν Θεὸν ἱλεώσασθαι, καὶ τούτῳ διαφυγεῖν τῷ τρόπῳ τὴν ἠπειλημένην πανωλεθρίαν. Ὀλδὰ γὰρ ἡ προφῆτις δεινὰ καὶ χαλεπὰ παντὶ προεθέσπισε τῷ λαῷ. Ταῦτα τοίνυν πόῤῥωθεν ὁ μακάριος ∆αβὶδ τοῖς προφητικοῖς ὀφθαλμοῖς προϊδὼν, τοῦτον συνέγραψε τὸν ψαλμὸν, καὶ εἰς ἐκείνων ὠφέλειαν, καὶ διδασκαλίαν πάντων ἀνθρώπων. Ἐσχημάτισται δὲ ὁ ψαλμὸς ἐκ προσώπου τοῦ Ἰωσίου, καὶ τῶν τοῦ Θεοῦ ἱερέων. αʹ. "∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξω μεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν." Χορευόντων ἐστὶ τὸ προοίμιον, καὶ ἡδομένων ἐπὶ τῇ τῆς ἀσεβείας ἀπαλλαγῇ. Κοινῇ, φησὶ, τῷ Θεῷ τὸν ἐπινίκιον ἀναπέμψωμεν ὕμνον. Ὁ γὰρ ἀλαλαγμὸς νικώντων ἐστὶ φωνή. Ἐνίκησε δὲ τῶν εὐσεβῶν ὁ χορὸς τὸ στί φος τῶν δυσσεβῶν. Εἰκότως τοίνυν τὴν ἐπινίκιον ᾠδὴν προσφέρουσι τῷ Θεῷ· [καὶ μάλιστα ὁ τῶν ἀποστόλων καὶ μαρτύρων χορός. Ἄλλως δ' ἂν νοή σειαν καὶ ἅπαντες οἱ κατ' αὐτούς· "∆εῦτε, ἀγαλλια σώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν," τῷ τὴν ἡμετέραν σωτηρίαν διὰ παθημάτων πραγματευσαμένῳ· ἵνα πάντας ἡμᾶς ἀπαθείας ἀξιώσειε· τῷ ἑλομένῳ κατελθεῖν μέχρι τοῦ ᾅδου ἵνα ἡμᾶς εἰς τοὺς οὐρανοὺς ἀναγάγῃ.] βʹ. "Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομο λογήσει· καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ." Πρὸ τοῦ καιροῦ τῆς τιμωρίας τῇ μεταμελείᾳ χρησώ μεθα, καὶ πρὶν τὴν καθ' ἡμῶν ἐξενεχθῆναι ψῆφον, 80.1641 τὸν ∆εσπότην ἐκμειλιξώμεθα· προσενέγκωμεν δὲ αὐτῷ καὶ τὴν πρέπουσαν ὑμνῳδίαν. Εἶτα διδάσκει τοῦ Θεοῦ τὴν νίκην, καὶ τῶν εἰδώλων τὴν ἧτταν. γʹ. "Ὅτι Θεὸς μέγας Κύριος, καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν." Ἄῤῥητος γὰρ ἡ τοῦ ἡμετέρου ∆εσπότου δύναμις. Οὗτος Θεὸς ἀληθὴς, οὗτος κατὰ πάντων ἔχει τὸ κράτος, καὶ τὴν ψευδῆ προσηγορίαν ἐλέγχει τῶν καλουμένων θεῶν. Εἶτα ὡς δυνατὸν ἀνθρωπείᾳ φύσει τῆς θείας δυνάμεως τὰ τεκμήρια δείκνυσιν. δʹ, εʹ. "Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν. Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν· καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν." Πάντων ἐστὶ ποιη τὴς, πάντων ∆εσπότης, αὐτὸς τὰ πάντα κυβερνᾷ· ἐν τῇ χειρὶ περιέχει τὴν κτίσιν, τὴν ὑγρὰν οὐσίαν, καὶ τὴν ξηρὰν αὐτὸς ἐδημιούργησε λόγῳ· αὐτοῦ εἰσι καὶ τῶν ὀρέων αἱ κορυφαὶ, κἂν μυριάκις οἱ δαίμονες πείθωσι τῶν ἀνθρώπων τοὺς ἀνοήτους ἐν τούτοις αὐ τοῖς τὰ τεμένη πηγνύναι. ʹ. "∆εῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν αὐτῷ, κλαύσωμεν ἐναντίον [Κυρίου] τοῦ ποιή σαντος ἡμᾶς." Συνδράμωμεν τοίνυν προθύμως, καὶ τὸ προσῆκον αὐτῷ προσενέγκωμεν σέβας, καὶ ὀλο φυρόμενοι, καὶ δακρύοντες, τὸν ἔλεον ἐξαιτήσωμεν· αὐτὸς γὰρ ἡμῶν καὶ Ποιητὴς καὶ ∆εσπότης. ∆ιδάσκει δὲ καὶ ἡ ἱστορία καὶ τοῦ Ἰωσίου, καὶ τοῦ λαοῦ τὰ δάκρυα, ἃ μετὰ τὴν