220
ἀντίδος αὐτῷ εὐχαριστίαν ἔμπρακτον, τέκνον, καὶ προσεύχου περὶ ἡμῶν. ὁ ἀδελφὸς προσαγορεύει σε. σωθείης ἀεί. 375 {1Κανονικαῖσ}1 Ἐπειδὴ ὑμεῖς οὐκ ἐνδιδεῖν φιλεῖτε εἰς τὸ εὖ ποιεῖν, οὐδὲ ἡμεῖς οἱ ταπεινοὶ εἰς τὸ ἐπιστέλλειν. ἀλλὰ μικροπρεπὴς ἡ ἀντάμειψις, ἔργῳ λόγοι, πείθομαι δὲ καὶ ἔργα, καὶ πολὺ τῶν τῇδε ἔργων τιμαλφέστερα. πηνίκα καὶ πρὸς τίνος; παρὰ θεοῦ καὶ ἐν τῷ μέλλοντι αἰῶνι· οὐδὲν γὰρ θεῷ ἀλόγιστον. καὶ μάλιστα τῆς ὑμετέρας μεγαλοψυχίας ἡ προσφορά, ἣν δεξάμενοι καὶ νῦν τὰ εἰκότα ὑμῖν ὑπερηυξάμεθα, ἀρκούμενοι καὶ μὴ ἐπιζητοῦντές τι ἕτερον· ἀρκετὸς γὰρ ὁ κόπος. Ὑμεῖς δέ, μητέρες καὶ ἀδελφαὶ ἐν Κυρίῳ, τὸν καλὸν ἀγῶνα τῆς μοναδικῆς πολιτείας ἀγωνιζόμεναι, χαίρετε, εὐσθενεῖτε ἐπειγόμεναι πρὸς τὰ κρείττονα, ἐπειδὴ οὐ στάσις τῷ πορευομένῳ τὴν εἰς ἀρετὴν φέρουσαν ὁδόν· ἄφθαστος γὰρ καὶ καταλαμβανομένη. μακάριαι οὖν ἐστε, προελόμεναι τὸν ἐν παρθενίᾳ βίον, τὸν ὄντως ἀγγελικὸν καὶ οὐράνιον, ὃς κοπῶδες μὲν καὶ βίαιον οὐ τὸ τυχόν, ἀλλὰ καὶ μάλα ἱδρωτικὸν ἔχει, ἀνταπόδομα δὲ βασιλείαν οὐρανῶν. οὐ μὴν ἀθυμητέον καὶ ὑποχαυνωτέον ἐν τοῖς πόνοις· εἰ γὰρ ὁ τῶν ἐπικήρων ἐφιέμενος τυχεῖν οὐχ ὑποκλάζει οὐδὲ ἐνδίδωσιν, ἕως ἂν κατάσχοι τὸ ζητούμενον, καίπερ ὂν οὐκ ἀναφαίρετον ἀλλὰ μεταπῖπτον καὶ ἀπολλύμενον, τυχὸν δὲ καὶ ἐφόδιον αἰωνίου κολάσεως, πόσῳ μᾶλλον ἡμῖν οὐκ ἀποκνητέον, ἀλλ' ἐμπυριστέον εἰς τὸ δουλεύειν θεῷ ζῶντι καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν ἀνθρωποπρεπεῖ θέᾳ, ὃν ἀρνοῦνται ἐγγεγραμμένον οἱ νῦν αἱρετίζοντες; φεύγοιτε, κυρίαι, τὸν ὄλεθρον, οὕτως ἐλεύσεται, ὃν τρόπον ὤφθη ἀναλαμβανόμενος. πῶς δὲ ὦπται; ὡς ἄνθρωπος εἰκονιζόμενος κρῖναι τὰ σύμπαντα σὺν τοῖς ἠρνημένοις αὐτὸν γραφόμενον. τὸν βίον, παρακαλῶ, σύνδρομον τῇ πίστει ἀκριβεύεσθε· αἱ ὑπὸ ζυγόν, φησίν, δότε τι καὶ θεῷ, αἱ παρθένοι τὸ πᾶν θεῷ. μὴ γίνοισθε ὥς τινες τῇ ἀκαλλεῖ συνηθείᾳ ἐμφυρόμεναι, ὑλάζουσαι τὰ περιττά· ἐφήμερος ἡ ζωή, διὰ χειρῶν ὁ βίος. τῶν σχέσεων ἀπορράγητε, τῷ Χριστῷ συνδουλούμεναι, ἐπείπερ διχοδεσμεῖσθαι οὐχ οἷόν τε· τὴν σάρκα ὑπωπιάζοιτε, δουλαγωγοῦσαι τῷ πνεύματι, τὴν καρδίαν καθαίρετε, ἵνα κατ' ἀμφότερα παρθενεύητε· τοῦτο γὰρ τὸ ὑπερφυὲς καὶ ζητούμενον. Ἀγαπῶν ἐν Κυρίῳ ὡς ἂν ἐπὶ μητρός μου ἢ ἀδελφῆς ὑπέμνησα, αὐταὶ δὲ προσεύχεσθε ἵνα ὧν ἄλλοις καθίσταμαι διδάσκαλος, τούτων πληρωτὴς γένοιμι. σωθείητε. 376 {1Ναυκρατίῳ τέκνῳ}1 Τί τούτου χαριέστερον, τοῦ ἀκοῦσαί με τὸν ἁμαρτωλὸν ὅτιπερ σύ, ὁ ἀγαπητός μου υἱός, μεθ' ἑτέρων ἑπτὰ ἀδελφῶν σου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς, ἐμαστίχθητε ὑπὲρ Χριστοῦ, τοῦ ἀγαθοῦ ἡμῶν θεοῦ; δόξα τῷ καλέσαντι ὑμᾶς εἰς τὴν ὁμολογίαν τῆς ἀληθείας αὐτοῦ· δόξα τῷ σταθερώσαντι τὰς τιμίας ὑμῶν ψυχὰς τῶν ἄλλων προκινδυνεῦσαι εἰς τὸ μὴ πτῆξαι μηδὲ ὑποχωρῆσαι ἀπὸ προσώπου τοῦ ἀλάστορος, ἀλλὰ τὴν καλὴν ὑμῶν ὁμολογίαν ὁμολογῆσαι καὶ διὰ ταύτην σὺν Χριστῷ δοῦναι τὸν νῶτον εἰς μάστιγας. προσετέθητε χορὸς ἄλλος ὁμολογίας τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, ηὐξήσατε τὸ κλέος τῆς ἐν Χριστῷ ἀδελφότητος. μακάριοι ὄντως, ποθητοί μου, καὶ τρισμακάριοι, μακάριαι καὶ αἱ κοιλίαι, αἳ εἰς φῶς ὑμᾶς ἤγαγον· εἰ δέ τι καὶ περὶ ἐμοῦ, μακάριος κἀγὼ ὁ ἀμακάριστος καὶ ἄθλιος, ὅτι τηλικούτων ἀκούω πατὴρ τέκνων, θεοῦ υἱῶν καὶ κληρονόμων Χριστοῦ. τίς ἡ χαρὰ αὕτη; ἀλλ' οὐχὶ πάσης χαρᾶς θυμηρεστέρα; τίς ἡ δόξα αὕτη; ἀλλ' οὐχὶ τῶν τὰ διαδήματα φορούντων θαυμασιωτέρα, στίγματα φέρειν τοῦ Χριστοῦ, τὰ ζωοποιὰ αὐτοῦ πάθη ὡς στέφη; Οὕτως μὲν οὖν τὰ καθ' ὑμᾶς, ἃ καὶ οὐρανὸς ᾔνεσεν καὶ γῆ ἠκουτίσθη. τὰ δὲ ἡμέτερα μηδαμινὰ καὶ ἁμαρτωλά, πλὴν ὡς ἀπήγγειλεν ὁ ἀδελφὸς Ἀδριανός· πάντως γὰρ ἀποσέσωσται. εἰ δέ τι δέοι προσθεῖναι, ταῦτα καὶ δηλώσομεν. μετὰ τὸν δαρμὸν ἔκλεισαν ἡμᾶς τοὺς δύο εἰς ἀνώγαιον, ἀναφράξαντες τὴν θύραν καὶ ἄραντες τὴν κλίμακα. κυκλόθεν φύλακες, μή πού τις θίγῃ μηδὲ ἅψηται τοῦ δωματίου· ἀλλὰ καὶ πάντα τὸν εἰσερχόμενον εἰς τὸ κάστρον προϋπαντῶντες οἱ