1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

220

ἀκούσατε βραχὺν λόγον ἀπολογίας παρὰ τῆς ἡμετέρας εὐτελείας καὶ οὐθενότητος. ἐγὼ μέν, εἴ τι τοῖς εὐσεβέσιν ἡμῶν βασιλεῦσι καὶ κατὰ πάντα ὀρθοδόξοις ἀπελογησάμην, καὶ ἐνώπιον ὑμῶν προσαπολογοῦμαι, φόβῳ συνέχομαι συγκαταθέσθαι ἐπὶ τῇ ψήφῳ ταύτῃ, καὶ εὐλαβοῦμαι ἀπὸ προσώπου τοῦ θεοῦ προσδραμεῖν οὕτω καὶ ὡς ἔτυχεν ἀπερισκέπτως, ἵνα μὴ ὑποπέσω φοβερῷ κατακρίματι. εἰ γὰρ ὁ θείων φωνῶν ἀκροασάμενος οὐρανόν τε ἐσχηκὼς παιδευτήριον καὶ παραδείσου θεωρὸς γενόμενος ἀκούσας τε ἄρρητα ῥήματα καὶ βαστάσας τὸ ὄνομα τοῦ θεοῦ ἐνώπιον ἐθνῶν καὶ βασιλέων, Παῦλος ὁ θεῖος ἀπόστολος, Κορινθίοις γράφων ἔλεγεν· "μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι," πῶς ἐγώ, ὁ τῷ κόσμῳ συναναστρεφόμενος καὶ μετὰ λαϊκῶν ἠριθμημένος καὶ στρατευόμενος ἐν βασιλικαῖς ὑπηρεσίαις, οὕτω χωρὶς ἀνακρίσεως καὶ περισκέψεως δύναμαι εἰσπηδῆσαι εἰς τὸ τῆς ἱερωσύνης μέγεθος; φοβερὸν τὸ ἐγχείρημα πρὸς τὴν ἐμὴν σμικρότητα· θρασὺ τὸ ἐπιτήδευμα. ἡ δὲ αἰτία τοῦ φόβου καὶ τῆς ἐμῆς παραιτήσεώς ἐστιν αὕτη. ὁρῶ καὶ βλέπω τὴν ἐπὶ τὴν πέτραν Χριστὸν τὸν θεὸν ἡμῶν τεθεμελιωμένην ἐκκλησίαν αὐτοῦ διεσχισμένην νῦν καὶ διῃρημένην, καὶ ἡμᾶς ἄλλοτε ἄλλως λαλοῦντας, καὶ τοὺς τῆς ἀνατολῆς ὁμοπίστους ἡμῶν Χριστιανοὺς ἑτέρως, καὶ συμφωνοῦντας αὐτοῖς τοὺς τῆς δύσεως, ἀλλοτριουμένους δὲ ἡμᾶς ἐκείνων ἁπάντων καὶ καθ' ἑκάστην ὑπ' αὐτῶν ἀναθεματιζομένους. δεινόν ἐστι τὸ ἀνάθεμα· πόρρω τοῦ θεοῦ βάλλει καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐκδιώκει ἀπάγον εἰς τὸ σκότος τὸ ἐξώτερον. οὐκ οἶδεν ὁ τῆς ἐκκλησίας ὅρος καὶ νόμος ἔριν ἢ φιλονεικίαν, ἀλλ' ὥσπερ οἶδεν ὁμολογεῖν ἓν βάπτισμα, μίαν πίστιν, οὕτω καὶ συμφωνίαν μίαν ἐπὶ παντὸς πράγματος ἐκκλησιαστικοῦ. οὐδὲν γάρ ἐστιν ἀπόδεκτον καὶ εὐάρεστον ἐνώπιον τοῦ θεοῦ, ὡς τὸ ἑνωθῆναι ἡμᾶς καὶ γενέσθαι μίαν καὶ καθολικὴν ἐκκλησίαν, καθὰ καὶ ἐν τῷ συμβόλῳ τῆς εἰλικρινοῦς ἡμῶν πίστεως ὁμολογοῦμεν καὶ αἰτοῦμεν, ἀδελφοί, (οἶμαι δὲ καὶ ὑμεῖς, ἐπειδὴ γινώσκω τὸν φόβον τοῦ θεοῦ ἔχειν ὑμᾶς,) παρὰ τῶν εὐσεβεστάτων καὶ ὀρθοδόξων βασιλέων ἡμῶν σύν460 οδον οἰκουμενικὴν συναθροισθῆναι, ἵνα γενώμεθα οἱ τοῦ ἑνὸς θεοῦ ἕν, καὶ οἱ τῆς τριάδος ἡνωμένοι καὶ ὁμόψυχοι καὶ ὁμότιμοι, οἱ τῆς κεφαλῆς ἡμῶν Χριστοῦ σῶμα ἓν συναρμολογούμενον καὶ συμβιβαζόμενον, οἱ τοῦ ἁγίου πνεύματος, οὐ κατ' ἀλλήλων, ἀλλὰ σὺν ἀλλήλοις, οἱ τῆς ἀληθείας τὸ αὐτὸ φρονοῦντες καὶ λέγοντες, καὶ μὴ ᾖ ἔρις καὶ διχοστασία ἐν ἡμῖν, ὅπως ἡ εἰρήνη τοῦ θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσῃ πάντας ἡμᾶς· καὶ εἰ μὲν κελεύουσιν οἱ τῆς ὀρθοδοξίας πρόμαχοι βασιλεῖς ἡμῶν ἐπὶ τῇ ἐμῇ αἰτήσει ἐπινεῦσαι, συγκατατίθεμαι κἀγὼ καὶ τὴν κέλευσιν αὐτῶν ἐκπληρῶ καὶ ὑμῶν τὴν ψῆφον ἀσπάζομαι· εἰ δὲ μή γε, ἀδυνάτως ἔχω τοῦτο ποιῆσαι, ἵνα μὴ ὑποβληθῶ τῷ ἀναθέματι καὶ εὑρεθῶ καταδεδικασμένος ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν καὶ κριτοῦ τῆς δικαιοσύνης, ἔνθα οὔτε βασιλεύς, οὔτε ἱερεύς, οὔτε ἄρχοντες, οὔτε πλῆθος ἀνθρώπων δύναταί με ἐξελέσθαι. καὶ εἴ τί ἐστιν ἀρεστὸν ὑμῖν, ἀδελφοί, δότε τῆς ἐμῆς ἀπολογίας, φράσαι δὲ μᾶλλον αἰτήσεως, ἀπόκρισιν." καὶ ἀσμένως ἠκροάσαντο πάντες τῶν λαληθέντων συμφωνήσαντες τοῦ γενέσθαι σύνοδον. ὁ δὲ Ταράσιος πάλιν πρὸς τὸν λαὸν διαλεγόμενος ἔφη, ὅτι "Λέων ὁ βασιλεὺς κατέστρεψε τὰς εἰκόνας, καὶ ἡ σύνοδος, ὅτε ἐγένετο, κατεστραμμένας αὐτὰς εὗρεν· καὶ διότι διὰ βασιλικῆς χειρὸς κατεστράφησαν, πάλιν ζήτησιν ἔχει τὸ κεφάλαιον, ὅτι ἀρχαίαν συνήθειαν παραδεδομένην ἐν τῇ ἐκκλησίᾳ κατετόλμησαν, ὡς ἔδοξεν αὐτοῖς, ἀφανίσαι· ἀλλ' ἡ ἀλήθεια τοῦ θεοῦ οὐ δέδεται, ἀποστολικῶς εἰπεῖν." τῇ δὲ κεʹ τοῦ ∆εκεμβρίου μηνὸς τῆς αὐτῆς ηʹ ἰνδικτιῶνος ἐχειροτονήθη ὁ ὅσιος πατὴρ ἡμῶν Ταράσιος πατριάρχης Κωνσταντινουπόλεως, καὶ ἀποστείλας ἐν Ῥώμῃ τὰ συνοδικὰ αὐτοῦ καὶ τὸν λίβελλον τῆς πίστεως αὐτοῦ ἀπεδέχθη παρὰ τοῦ πάπα Ἀδριανοῦ. ἀποστείλασα δὲ καὶ ἡ βασίλισσα πρὸς τὸν αὐτὸν πάπαν ᾐτήσατο