221
ὡμολόγει χάριτας πολλὰς τῆς εἰς αὐτὸν εὐνοίας καὶ τἄλλα τε, ὅσων ἐδέοντο, ὑπέσχετο ποιήσειν καὶ ἀφίξεσθαι πρὸς αὐτοὺς ἅμα ἦρι. νῦν γὰρ οὐκ εἶναι ῥᾴδιον κινεῖν τὴν στρατιὰν πρὸς οὕτως ὑπερόριον στρατείαν, οὐ μετὰ πολὺ χειμῶνος ἐσομένου· φθινοπώρου γὰρ ὥρα τότε ἦν, πίστεως δὲ τῶν εἰρημένων ἕνεκα καὶ Βρουλᾶν τὸν Ἰάκωβον παρείχετο αὐτοῖς, ὥστε συνεῖναι τοῦ χειμῶνος, ὃς τῶν οἰκειοτάτων ἦν αὐτῷ, ἅμα μὲν τὴν πρὸς αὐτοὺς εὐμένειαν ἐπιδεικνύμενος, ὅτι ὡς οἰκείων ἤδη προνοοῖτο, ἅμα δ' εἴ τι καὶ δύσνουν ἔτι ὑπολέλειπτο τῶν ἐν Πελοποννήσῳ, προσαξόμενος δι' αὐτοῦ, ὥστε μηδεμίαν εἶναι δυσχέρειαν ἐκεῖσε παραγενομένῳ, ἀλλ' ὑπαγάγηται πάν 2.77 τας βασιλεῖ. δώροις δὲ τούς τε πρέσβεις ἅμα καὶ τοὺς πεπομφότας φιλοτίμως ἀμειψάμενος, συνεξαπέστειλεν αὐτοῖς ἅμα τὸν Βρουλᾶν, ἐπαγγειλάμενος ἐπικαίρως καὶ αὐτὸς ἀφίξεσθαι. ἐν Βυζαντίῳ δὲ παρεσκευασμένων τῶν τριήρεων, ἃς πρὸς τὴν ἔφοδον τῶν Περσῶν ἔφημεν ὁπλίζεσθαι, ἐπεὶ ὁ παρακοιμώμενος, ὃς αὐτῶν στρατηγὸς κεχειροτόνητο, δύσνους βασιλίδι γεγονὼς, ἐδραπέτευσεν ἐν Ἐπιβάταις, πέμψας ὁ μέγας δομέστικος ἐνεχείρισε τῷ ἐπὶ τοῦ στρατοῦ Σεναχηρεὶμ, ὃς αὐτίκα ἀποπλεύσας, τήν τε Περσικὴν διέλυσε στρατιὰν καταπλήξας τῷ τάχει τῆς παρασκευῆς, καὶ πολλὰ τὴν Σαρχάνη κακώσας χώραν καὶ πολίσματος ἑνὸς τῶν παραθαλασσίων κρατήσας ἐξ ἐφόδου καὶ ἐξανδραποδισάμενος καὶ τἄλλα ὅσα ἔδει τὸν ἀγαθὸν ποιήσας στρατηγὸν, ἐπανῆλθεν εἰς τὴν Κωνσταντίνου. ἐκ δὲ τῆς ἑσπέρας μετὰ τὴν βασιλέως τελευτὴν ὅ,τε πρωτοστράτωρ Συναδηνὸς Θεσσαλονίκης ἐπιτροπεύων καὶ ὁ Χρέλης Κωνσταντῖνός τε Παλαιολόγος ὁ τοῦ βασιλέως θεῖος καὶ ὁ τοῦ μεγάλου δομεστίκου ἀνεψιὸς Ἄγγελος Ἰωάννης ὁ πιγκέρνης Τζαμπλάκων τε ὁ μέγας παπίας καὶ ὅσοι τῶν ἐν τέλει ἦσαν πόλεων ἐπιτροπεύοντες, πρὸς ἀλλήλους ἐπικηρυκευσάμενοι καὶ συμφρονήσαντες, οἱ πλείους μὲν κατελείποντο διοικοῦντες τὰς ἀρχάς· πιγκέρνης δὲ ὁ Ἄγγελος καὶ ὁ Παλαιολόγος Κωνσταντῖνος καὶ Τζαμπλάκων πρὸς τὸν μέγαν δομέστικον ἀπεστέλλοντο, τὰ κοινῇ δηλώσοντες πᾶσι δεδο 2.78 γμένα. ἔτι δὲ ἐχόμενοι ὁδοῦ, κήρυκα προπέμψαντες, ἐδήλουν γράμμασι τῷ μεγάλῳ δομεστίκῳ, μηδὲν περὶ ἑαυτοῦ κινεῖν τῶν καθεστώτων, μηδὲ πράττειν μηδὲν, μήτε τῶν δοκούντων βελτιόνων ἢ χειρόνων, ἂν μὴ παρῶσι καὶ αὐτοί· πάντως δὲ παρέσονται ὅσον οὐδέπω. δίκαιον δὲ εἶναι πείθεσθαι αὐτοῖς, οὐ μόνον ἐν τοῖς πρώτοις τῶν φίλων τεταγμένοις, ἀλλὰ καὶ παρ' ἑτέρων ἥκουσιν ὁμοίων. παραγενομένοις δὲ, ἃ ἂν πᾶσι δόξειε κοινῇ λυσιτελεῖν, ταῦτα πράττειν. ἐπεὶ δὲ γένοιντο ἐγγὺς ∆ιδυμοτείχου, πάλιν ἕτερον προπέμψαντες, τήν τε ἄφιξιν ἐμήνυον αὐτῶν καὶ προετρέποντο ἐξιέναι εἰς ὑπάντησιν αὐτῶν. τῷ δὲ ἐδόκουν ἀνόητα ἀξιοῦν. οὐ γὰρ αὐτόν τινα προσήκειν τοὺς ἐντυγχάνοντας τιμᾷν προσαναγκάζειν, ἀλλ' ἐκείνους οἴκοθεν ἀξίους κρίνοντας ἐπιψηφίζειν τὴν τιμήν. ἐξετάζοντι δὲ πρὸς ἑαυτὸν τὸν λόγον, διὰ τὴν δοκοῦσαν ἀτοπίαν παρίστατο νοεῖν ὅπερ ἦν, ὡς οὐ σφετέρας ἕνεκα αὐτῶν τιμῆς ἠξίουν τοιαῦτα, ἀλλ' ἵνα ὑπαντήσαντος, τῶν ἵππων ἀποβάντες αὐτοὶ τιμὴν ἀποδῶσι τὴν μεγίστην. ὁ μὲν οὖν τοιαῦτα ἐννοήσας, ἔμεινεν οἴκοι. τοῖς δ' ἐπεὶ οὐκ ἐξεγένετο τὴν ἐπίνοιαν εἰς ἔργον ἀγαγεῖν, ὀλίγῳ ὕστερον καιρὸν ἐπιτηρήσαντες καὶ συντυχόντες ἐφίππῳ, τῶν ἵππων ἀποβάντες προσεκύνουν. εἶτ' αὐτῷ οἴκοι συνελθόντες οὐ κατὰ τὸ πρότερον ἔθος συνεισῄεσαν ἔφιπποι τὴν αὐλὴν, ἀλλ' ἔξω καταλιπόντες, παρέθεον πεζῇ. ὁ δὲ ἠγανάκτησεν ἐφ' ἑκατέροις οὐ μετρίως. ἔπειθ' ἑαυτῷ περιστησάμενος, κατηγόρει τὴν 2.79 καινοτομίαν καὶ μὴ τοιαῦτα συνεβούλευε ποιεῖν, ἀλλὰ τοῖς προτέροις ἔθεσιν ἐμμένειν. εἰ δὲ μὴ πείθοιντο, ἠπείλησεν ἀπελάσειν πρὸς ὀργήν. δεῆσαν δὲ αὖθις ἵππῳ ἐπιβῆναι, ἐκέλευε τῆς πύλης ἄγειν ἔξω· εἶτα παριὼν τὴν αὐλὴν πεζῇ ἐπέβαινε πρὸς τῇ πύλῃ. ὅπερ οἱ τὴν καινοτομίαν ἰδόντες εἰργασμένοι καὶ καταπτήξαντες τὴν ἀπειλὴν, ἐνέμενον τοῖς προτέροις, μηδὲν καινὸν, μήτε διανοούμενοι, μήτε πράττειν ὑπομένοντες, μήτ'