221
εὐμαρεστέραν τῶν ταγμάτων ανοδον, αὐτὸς εξ τοὺς κορυφαιοτάτους τῶν ἡγεμόνων προσκαλεσάμενος περὶ τοῦ ναοῦ ἐβουλεύετο. τοῖς μὲν ουν ἐδόκει τῷ τοῦ πολέμου κεχρῆσθαι νόμῳ καὶ μή τινος φείδεσθαι, τινὲς δὲ παρῄνουν, εἰ μὲν πολεμοῖεν ἐπιβάντες αὐτοῦ ̓Ιουδαῖοι, καταφλέγειν, φρούριον γὰρ καταφλεγήσεσθαι, οὐκέτι ναόν, εἰ δὲ μὴ τοῦτο, σώζειν. ὁ δὲ Τίτος οὐδ' αν ἐπιβάντες ἐπ' αὐτοῦ πολεμῶσιν ̓Ιουδαῖοι εφησεν ἀντὶ τῶν ἀνδρῶν τοῖς ἀψύχοις ἐπάγειν τὴν αμυναν οὐδὲ καταφλέξειν τηλικοῦτον εργον· ̔Ρωμαίοις γὰρ εσεσθαι πρὸς βλάβην φθαρέν, ωσπερ καὶ κόσμον τῆς ἡγεμονίας, εἰ σώζοιτο. Τῷ μὲν ουν Τίτῳ σκοπὸς ην τῇ ἐπιούσῃ ἡμέρᾳ μετὰ πάσης ἐμβαλεῖν τῆς δυνάμεως καὶ τὸν ναὸν περικατασχεῖν, τοῦ δὲ αρα πάλαι ὁ θεὸς φθορὰν κατεψήφιστο. οἱ γὰρ στασιασταὶ ἐπιτίθενται τοῖς φύλαξι τοῦ εξω ἱεροῦ, οἱ δὲ πλήθει τε τῶν ἐκτρεχόντων καὶ θυμοῖς ἡττώμενοι ἐνεδίδοσαν. καὶ ὁρῶν 2.66 ταῦτα Τίτος ανωθεν ἐκ τῆς ̓Αντωνίας, ἐπαμύνει μετὰ τῶν ἐπιλέκτων ἱππέων. καὶ ̓Ιουδαῖοι τὴν εφοδον οὐχ ὑπέμειναν, ἀλλ' εἰς τὸ ενδον συνεκλείσθησαν ἱερόν. ὑποχωρήσαντος δὲ Τίτου πρὸς ὀλίγον λωφήσαντες οἱ στασιασταὶ πάλιν ̔Ρωμαίοις ἐπιτίθενται. καὶ τρεψάμενοι αὐτοὺς οἱ ̔Ρωμαῖοι μέχρι τοῦ ναοῦ παρῆλθον. καί τις τῶν στρατιωτῶν ἐκ τῆς φλεγομένης υλης μέρος ἁρπάσας, καὶ ὑφ' ἑτέρου ἀνακουφισθεὶς στρατιώτου, ἐνίησι τὸ πῦρ θυρίδι χρυσῇ. αἰρομένης δὲ τῆς φλογὸς ̓Ιουδαίων μὲν ἐγείρεται κραυγή, καὶ συνέθεον πρὸς τὴν αμυναν, Τίτος δὲ γνοὺς εθει πρὸς τὸν ναὸν κωλύσων τὸ πῦρ, καὶ τῇ φωνῇ καὶ τῇ δεξιᾷ διεσήμαινε τοῖς μαχομένοις τὸ πῦρ σβεννύειν. ουτε δὲ βοῶντος ηκουον ουτε τῆς χειρὸς προσεῖχον τοῖς νεύμασι. τὰ δὲ τάγματα εἰσιόντα καὶ τῷ ναῷ πλησιάζοντα τῶν μὲν τοῦ Τίτου παραγγελμάτων προσεποιοῦντο μηδὲ ἀκούειν, τοῖς πρὸ αὐτῶν δὲ πῦρ ἐνιέναι παρεκελεύοντο. ἀμηχανία δ' ην τοῖς στασιασταῖς, ἀπειρηκόσι πρὸς αμυναν, καὶ φόνος πανταχοῦ καὶ τροπή. Τίτος γε μὴν ὡς ουτε τὰς ὁρμὰς τῶν στρατιωτῶν ἐνθουσιώντων οιός τε ην κατασχεῖν καὶ τὸ πῦρ ἐπεκράτει, παρελθὼν μετὰ τῶν ἡγεμόνων ἐθεάσατο τοῦ θεοῦ τὸ αγιον καὶ τὰ ἐν αὐτῷ. τῆς δὲ φλογὸς οὐδέπω διικνουμένης εισω, τοὺς δὲ περὶ τὸν ναὸν νεμομένης οικους, ετι δύνασθαι σωθῆναι τὸ εργον οἰόμενος, αὐτός τε παρακαλεῖν ἐπειρᾶτο τοὺς στρατιώτας τὸ πῦρ σβεννύειν καί τινα τῶν περὶ αὐτὸν ξύλοις παίοντα τοὺς ἀπειθοῦντας ἐκέλευσεν ειργειν. οἱ δὲ νικώμενοι τῷ θυμῷ καὶ τῷ πρὸς ̓Ιουδαίους μίσει, ουτε τῇ πρὸς Τίτον αἰδοῖ ἀνεκόπτοντο ουτε φόβῳ τῷ τοῦ κωλύοντος. τοὺς δὲ πολλοὺς καὶ ἐλπὶς παρέθηγεν ἁρπαγῆς, μεστὰ χρη2.67 μάτων ειναι τὰ ενδον δοξάζοντας. εφθη δέ τις καὶ εἰς τοὺς στροφέας τῆς πύλης πῦρ ἐμβαλών· καὶ φλογὸς ενδοθεν ἐκφανείσης ἐξάπινα, οι τε ἡγεμόνες ἀνεχώρουν καὶ ὁ Τίτος αὐτός, καὶ τοὺς ὑφάπτοντας οὐδεὶς ετι ἐκώλυεν. ̔Ο μὲν ουν ναὸς ουτως τὸ πῦρ ἐδέξατο, τῶν ἐν αὐτῷ τελουμένων ἐναγῶς καθαρτήριον η τῶν τελούντων αὐτὰ κολαστήριον. θαυμάσειε δ' αν τις οτι καὶ μὴν ὁ αὐτὸς καὶ ἡμέρα συνέπεσε τῷ ἐμπρησμῷ τοῦ ναοῦ, καθ' ην καὶ ὁ πρότερος ὑπὸ Βαβυλωνίων κατεφλέγη ναός. καὶ ἀπὸ μὲν τῆς πρώτης οἰκοδομῆς ην Σολομὼν ἐποιήσατο μέχρι τῆς ἱστορουμένης νῦν καθαιρέσεως, η γέγονεν ετει δευτέρῳ τῆς Οὐεσπασιανοῦ μοναρχίας, ετη γίνεται χίλια ἑκατὸν καὶ τριάκοντα καὶ μῆνες ἑπτὰ ἡμέραι τε πεντεκαίδεκα· ἀπὸ δὲ τῆς υστερον, ητις ετει δευτέρῳ τῆς Κύρου βασιλείας ηρξατο γίνεσθαι, μέχρι τῆς τελευταίας ἁλώσεως ετη ἑξακόσια καὶ τριάκοντα καὶ ἐννέα καὶ ἡμέραι πέντε καὶ τεσσαράκοντα. Καιομένου δὲ τοῦ ναοῦ τῶν μὲν προσπιπτόντων ην ἁρπαγή, τῶν δὲ καταλαμβανομένων σφαγή. οὐδαμοῦ δὲ ἡ γῆ ἐκ τῶν νεκρῶν διεφαίνετο, ἀλλὰ σωροῖς οἱ στρατιῶται σωμάτων ἐπεμβαίνοντες ἐπὶ τοὺς φεύγοντας εθεον. τὸ μὲν ουν λῃστρικὸν πλῆθος ὠσάμενοι τοὺς ̔Ρωμαίους διεξέπεσον εἰς τὴν πόλιν, τοῦ δημοτικοῦ δὲ τὸ περιλειφθὲν εἰς τὴν εξω στοὰν κατέφυγε. τῶν δ' ἱερέων τινὲς ἐπὶ τὸν τοῖχον ἀναχωρήσαντες, οντα τὸ ευρος ὀκτάπηχυν, εμενον. δύο γε μὴν τῶν ἐπισήμων ῥίψαντες ἑαυτοὺς εἰς τὸ πῦρ