221
καὶ ὁδὸς τῆς ζωῆς. Ζύγαινα. ειδος ἰχθύος. Ζυγία. ἡ Ηρα. (Οὐδέτερον.) Ζύγωθρον. ὁ συνέχων τὰς δύο θύρας μοχλός. Ζύγαστρον. κιβωτός· κυρίως δὲ ἡ ξυλίνη σορός. Σοφοκλῆς· ξύλῳ ζυγάστρῳ. παρὰ τὸ ἐζυγῶσθαι τὰς σανίδας. καὶ Ξενοφῶν· τὰ δὲ αλλα χρήματα παραδεχομένους ἐν ζυγάστροις κομίζειν, ινα, οπῃ καιρὸς ειη, διαλαμβάνοιεν εκαστος τὰ αξια. παρὰ ∆ελφοῖς δὲ ζύγαστρον καλεῖται τὸ γραμματοφυλακεῖον. ἐκ τοῦ ῥητορικοῦ ἡ λέξις. zeta.963 ( ̔Ρῆμα.) Ζυγοφορούμενα. ἐν ζυγῷ σταθμιζόμενα. Ζυγομαχεῖν. τὸ τοῖς οἰκείοις διαφέρεσθαι η στασιάζειν η μάχεσθαι. μετῆκται ἡ λέξις ἀπὸ τῆς τῶν βοῶν πρὸς ἀλλήλους μάχης. Ζυγεῖν. τὸ ἐπ' εὐθείας κεῖσθαι τῷ κατὰ βάθος στίχῳ. τοῦτο γὰρ καὶ κυρίως λέγεται στίχος. Ζυγώθρησον. συνάρμοσον. σύμπηξον. ισωσον. ζυγοστάτησον. ἀναζυγοῦν δὲ τὸ εξωθεν ἀνοίγειν τὴν θύραν. Ζυγῶσαι. τὸ ζεῦξαι. ζυγώσας εὐσθενεστάτῳ θράσει ταύρους. Ζυγάδην. συνεζευγμένως. Τὸ Ζ μετὰ τοῦ Ω. ( ̓Αρσενικόν.) Ζωηρόσ. ὁ ζῶν, η ὁ παρέχων ζωήν. Ζωΐλοσ. ουτος ̓Αμφιπολίτης ἐστί· πόλις δὲ Μακεδονίας ̓Αμφίπολις. ουτος ὁ Ζωΐλος ἐπεκλήθη ὁμηρομάστιξ, οτι ἐπέσκωπτε τὸν Ομηρον. zeta.964 Ζωμὸς μέλασ. ἡ λεγομένη αἱματίς. κυρίως δὲ ζωμὸς τὸ ἐπὶ τοῖς κρέασι τῶν ζώων αρτυμα. Ζωροπόται. ἀκρατοπόται. Ζωροάστρησ. ἀστρονόμος. ουτος ἐπὶ Νίνου βασιλέως ̓Ασσυρίων ην· οστις ηυξατο ὑπὸ πυρὸς οὐρανίου τελευτῆσαι, παρεγγυήσας ̓Ασσυρίοις τὴν τέφραν αὐτοῦ φυλάττειν· ουτω γὰρ αὐτοῖς ἡ βασιλεία οὐκ ἐκλείψει διαπαντός. οπερ μέχρι νῦν πεφύλακται παρ' αὐτοῖς. Ζωρομάσδρησ. Χαλδαῖος σοφὸς, ος εγραψε μαθηματικὰ καὶ φυσικά. Ζωσιμᾶς· Ζώσιμοσ. ὀνόματα κύρια. Ζωστήρ. ῳ ἐπάνω τοῦ θώρακος χρῶνται. (Θηλυκόν.) Ζωβία. κύριον. Ζωή. συμπλοκὴ ψυχῆς μετὰ σώματος η παρατήρησις καὶ μονὴ τῶν οντων. *καὶ ἡ κτῆσις μόνη τῶν οντων*, καὶ ἡ κτῆσις καὶ ἡ οὐσία. η ζωή ἐστιν ἡ ἐκ τοῦ μὴ οντος εἰς τὸ ειναι δημιουργία τοῦ κτίσαντος· η ἀληθῶς ἀρετὴ ἑκούσιος γενομένη· η σύστασις τοῦ ζώου θανάτου ἀπείzeta.965 ραστος· η τὸ ἐκ τοῦ μὴ οντος εἰς τὴν παροῦσαν ζωὴν ἐληλυθός. διαφέρει δὲ ζωὴ ψυχῆς· ζῇ γὰρ καὶ τὰ φυτά. Ζωμήρυσισ. μαγειρικὸν ἐργαλεῖόν τι. η τὸ κοχλιάριον. ζωμήρυσίν τε τὴν λίπους ἀφρολόγον. Ζωμαλμή. κύριον. Ζώνη. τὸ τοῦ σώματος μέρος. ειρηται παρὰ τὸ ζῶ. ἐν ῳ μάλιστα τὸ τοῦ ζώου ἐστὶ δεκτικὸν καὶ τὸ ζωτικόν. ζώνη ὁμωνύμως καὶ τὸ περὶ αὐτὴν υφασμα, ὡς καὶ θώραξ τὸ μέρος καὶ τὸ περιτιθέμενον οπλον. η παρὰ τὸ δεῖν δώνη καὶ ζώνη ἡ περιδεομένη. τὰ δὲ παρ' αὐτῆς συγκείμενα διὰ τοῦ ω μεγάλου γράφονται. οιον· αζωνος, βαθύζωνος, χρυσόζωνος. ζώνη καὶ ἡ δύναμις τροπικῶς, ἐπειδὴ ὁ ἐσταλμένος εὐσταλέστερός ἐστι πρὸς τὴν πρᾶξιν. ζώνη καὶ τὸ ἀξίωμα. ἀναζητουμένης τῆς βασιλίδος ὠθεῖσθαι οὐ μόνον ἰδιώτας, ἀλλὰ καὶ τοὺς ὑπὸ ζώνην. ζώνη παρ' ̔Ηροδότῳ τὸ πορφυροῦν ἱμάτιον. ζῶναι ἐπὶ γῆς πάντες βόρειος ὑπὲρ τὸν ἀρκτικὸν κύκλον, ἀοίκητος διὰ ψύχος, ευκρατος καύματος ἡ λεγομένη διακεκαυμένη· ἀντεύκρατος νότιος, ἀοίκητος διὰ καῦμα. zeta.966 Ζωοδότειρα. ἡ παρέχουσα τὸ ζῇν. Ζώσασ. ἐναργεστέρας, οὐκ ἀπολλυμένας. Ζώνη. τὸ μέρος τοῦ σώματος, ἐν ῳ μάλιστα τὸ τοῦ ζώου ζωτικόν. τοῦτο δέ ἐστιν ἐν τῷ στήθει. καὶ ἡ συνήθης ζώνη, καὶ ὁ συνουσιασμός. ὡς τό· λύσατο δὲ παρθενίην ζώνην. (Οὐδέτερον.) Ζωαρκέσ. τὸ πρὸς ζωὴν ἀρκοῦν. Ζωάγρια. τὰ τῆς ζωῆς χαριστήρια. καὶ ζώγρια, δι' ων λύτρων τὸ ζῇν περιγίνεται. Προκόπιος· τῷ Χοσρόῃ ζώγρια δόντες τὴν πόλιν καὶ σφᾶς αὐτοὺς διεσώσαντο. Ζωγρεῖον. ειδος σπυρίδος. Ζώδιον. τὸ μικρὸν ζῶον. Ζῶμα. τὸν χιτῶνα, ἀπὸ τοῦ ζώννυσθαι. αλλοι τὸν θώρακα. οἱ δὲ κυρίως ζῶμα τὴν εἰρήνην. Ζώντειον. τὸ τῶν οἰκετῶν κολαστήριον. Ζώπυρα. φυσητῆρες. οθεν οἱ χαλκεῖς τὸ πῦρ φυσῶσι. Ζώπυρον. πεπυρακτωμένον, ενθερμον. Ζῷον. οὐσία εμψυχος αἰθητική. η ζῶον ἐστὶ τὸ κατὰ παντὸς γένους νοεροῦ ἐμψύχου αἰσθητικοῦ κατηγορούμενον. η ὁλικὸν γνώρισμα πάντων τῶν zeta.967 ἐν αἰσθήσεσι πρὸς φύσιν λαχόντων τὴν υπαρξιν. η τὸ εχον κατάλληλον τῇ φύσει καὶ τὴν ορεξιν, δι' ης τὸ ἐμμόνιμον καὶ