στρατηγοὶ ἀποπεμφθέντες, ὡς ἔμπροσθεν εἴρηται, παρὰ τοῦ βασιλέως δευτέραν ἔγνωσαν πεῖραν προσαγαγεῖν, καὶ δὴ τῷ πρωτοσυγκέλλῳ Λέοντι τῷ Στραβοσπονδύλῳ προσελθόντες τὰ κοινὰ διοικοῦντι τῷ τότε μεσίτην ἐς βασιλέα τοῦτον προὐβάλλοντο, καὶ μὴ παρὰ τοὺς ἄλλους περιοφθῆναι ἱκέτευον, μηδ' ἀτίμως ἀπορριφῆναι, καὶ ἄλλα προβαλλόμενοι δίκαια, τελευταῖον δ' ἐπαγαγόντες μὴ ἄξιον εἶναι τοὺς μὲν πολίτας τῶν βασιλικῶν μὴ ἀμοιρῆσαι τιμῶν, μήτε παρ' ἔπαλξιν στάντας, μήτε πρὸς πολεμίους διαγωνισαμένους ποτέ, αὐτοὺς δὲ τοὺς ἐκ παίδων προπολεμοῦντας καὶ ἀγρυπνοῦντας, ἵν' ἀδεῶς οὗτοι καθεύδοιεν, παροραθῆναι καὶ τῆς βασιλικῆς φιλοτιμίας διεκπεσεῖν. ἀλλ' οὗτος στρυφνὸς ὢν καὶ δυσπρόσιτος, οὐ μόνον οὐκ ἐδέξατο ἠπίως τὴν προσαγομένην ἱκεσίαν, ἀλλὰ καὶ μεθ' ὕβρεων ἀπεπέμψατο τοὺς ἱκέτας, ἐκφλαυρίσας οὐκ ὀλίγα καὶ ἐς ἕκαστον τῶν ἀνδρῶν. οἱ δὲ καὶ δεύτερον ἤδη πεπαρῳνημένοι, πᾶσαν ἐλπίδα ἀποσεισάμενοι ἐσφάδᾳζον καὶ διεπρίοντο τῷ θυμῷ. καὶ κατ' ἀρχὰς μέν, ὥς πῃ ἕκαστος ἔτυχεν, ἐν ταῖς ὁμιλίαις ὑποτονθορύζοντες ἐλοιδοροῦντο τῷ βασιλεῖ, καὶ μὴ πράως ἐνεγκεῖν παρεκάλουν ἕκαστον ἑκάστην παροινίαν, ἀλλὰ διαναστῆναι παρώρμων πρὸς δικαίαν ἐκδίκησιν. ἔπειτα καὶ ὑφ' ἓν ἐν τῇ μεγάλῃ γενόμενοι ἐκκλησίᾳ, καὶ ὅρκους δόντες καὶ λαβόντες μὴ σιωπῆσαι, μηδ' ἀνασχέσθαι, ἀλλὰ τοὺς ἐνυβρίσαντας τιμωρήσασθαι, δεσμοῖς, ὅ φασιν, ἀδαμαντίνοις ἠσφαλίσαντο τὴν ἐπιβουλήν. τῷ δὲ Κεκαυμένῳ ἐδόκει καὶ τὸν Βρυέννιον προσλαβέσθαι συνωμότην, λαοῦ τε πολλοῦ ἄρχειν τεταγμένον τῶν Μακεδονικῶν ταγμάτων καὶ μέγα μέρος ἔσεσθαι μέλλοντα τοῦ σπουδάσματος. ὡς δὲ καὶ οὗτος πείρας αὐτῷ προσενεχθείσης ταχέως ὑπήκουσε, λοιπόν τινα διεσκοποῦντο εἰς ἔργον προχωροῦντος αὐτοῖς τοῦ βουλεύματος ἀνειπεῖν βασιλέα. καὶ πᾶσιν ἁπλῶς ἐφαίνετο τοῖς συνωμόταις, ὡς καὶ γήρᾳ καὶ ἀνδρείᾳ καὶ ἐμπειρίᾳ τῶν ἄλλων προὔχων ὁ Κεκαυμένος ἄξιος εἰς τοῦτο. ὁ δὲ ἀφ' ἑαυτοῦ τὸ βάρος ἀποσείσασθαι σπεύδων συντόνῳ λόγῳ διέλυσε τὰς πολυλογίας· ἀναστὰς γὰρ εὐθέως βασιλέα Ῥωμαίων ἀνεῖπε τὸν μάγιστρον Ἰσαάκιον τὸν Κομνηνόν, τοῦτο δὲ αὐτὸ ποιῆσαι καὶ τοὺς λοιποὺς παρεσκεύασεν. οὕτω δὲ καταδεσμήσαντες ἀλλήλους, καὶ τὴν βουλήν, ὡς ἐνῆν, ἀσφαλισάμενοι, καὶ τῷ βασιλεῖ προσειπόντες τὰ ἐξιτήρια, ἕκαστος οἴκαδε τῷ δοκεῖν ἀπεφοίτησεν. Mich6.6 Ἄρτι δὲ καὶ ὁ Βρυέννιος τῶν πραγμάτων αὐτῷ καθισταμένων, ὥς πῃ ἐδόκει τῷ βασιλεῖ, διαπερᾷ πρὸς τὴν ἕω, ἔχων μεθ' ἑαυτοῦ καὶ τὸν πατρίκιον Ἰωάννην τὸν Ὀψαρᾶν, ἀπεσταλμένον ἐκ βασιλέως μετὰ χρυσίου ἐφ' ᾧ τοῖς στρατιώταις διανεμηθῆναι τὸ σιτηρέσιον. γενόμενος δὲ κατά τινα τόπον ἡπλωμένον καὶ ὕπτιον ἐν τῷ θέματι τῶν Ἀνατολι κῶν τοῖς Καππαδόκαις διένειμε τὴν φιλοφροσύνην. ἐπαύξων δὲ τὰς δόσεις καὶ πλείω τῶν τεταγμένων παρέχειν κελεύων, ἀντιπίπτοντα εἶχε τὸν Ὀψαρᾶν καὶ μὴ ὑπακούοντα· ἔφασκε γὰρ οὗτος μὴ τολμᾶν προσθήκας διδόναι τοῖς στρατιώταις, μηδὲν τοῦ βασιλέως περὶ τούτου προστάξαντος. τοῦ δὲ Βρυεννίου ἀτρέμας ἔχειν εἰπόντος καὶ ποιεῖν σιωπῇ τὸ κεκελευσμένον παρεγγυήσαντος, ἀντιτείνοντος δὲ τοῦ Ὀψαρᾶ καὶ θρασυνομένου, ἀναφθεὶς ἐκεῖνος τῷ θυμῷ τοῦ θρόνου τε ἀνίσταται καὶ κονδύλους τούτῳ προστρίβει. τελευταῖον δὲ καὶ τῶν τριχῶν καὶ τῆς γενειάδος ἁψάμενος καταβάλλει τοῦτον εἰς γῆν καὶ δεσμὰ περιθεὶς ἐν τῇ ἰδίᾳ ἐφρούρει σκηνῇ, αὐτὸς δὲ τὸ βασιλικὸν χρυσίον ἀνειληφὼς ἐποιεῖτο τὴν διανομήν, ὡς ἐβούλετο, μεθ' ὑπεροχῶν. ἔτυχε δὲ τότε παραστρατοπεδεύων ἐγγὺς ὁ πατρίκιος Λυκάνθης καὶ τῶν Πισιδῶν καὶ Λυκαόνων ἡγούμενος. οὗτος τὰ εἰς τὸν Ὀψαρᾶν συμβεβηκότα ἀκουτισθείς, καὶ τυραννίδος ἐπίθεσιν, ὥσπερ ἦν εἰκός, τὴν πρᾶξιν ὑπολαβών (ἦν γὰρ καὶ τῶν τοῖς ἑῴοις ἄρχουσι βεβουλευμένων ἀμύητος), καθοπλίσας τὰ δύο τῶν Ἀνατολικῶν τάγματα ἐπιτίθεται τῇ σκηνῇ τοῦ Βρυεννίου, αὐτοκράτορα τὸν Μιχαὴλ εὐφημῶν. καὶ τοῦτον μὲν δεσμεῖ κατασχών, ἀπολύει δὲ καὶ τὸν Ὀψαρᾶν τῶν δεσμῶν, καὶ τὸν Βρυέννιον αὐτῷ παραδοὺς οὕτως, ὡς εἶχε κλοιῶν, χρῆσθαι τούτῳ κελεύει, ὡς