221
Τίνι διενήνοχας τῶν ἀλόγων, ἄνθρωπε; Οὐ τῇ δωρεᾷ τοῦ λόγου, ἣν λαβὼν παρὰ τοῦ κτίσαντός σε ἄρχων καὶ κύριος ἐγένου πάσης τῆς κτίσεως; Ὁ τοίνυν ἀφαιρούμενος ἑαυτοῦ τὴν φρόνησιν διὰ τῆς μέθης, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Μᾶλλον δὴ καὶ τῶν βοσκημάτων φαίην ἂν ἔγωγε ἀλογωτέρους τοὺς ἐν τῇ μέθῃ, εἴπερ τὰ μὲν τετράποδα πάντα καὶ τὰ θηρία τεταγμένας ἔχει τὰς πρὸς τὰς μίξεις ὁρμάς· οἱ δὲ ὑπὸ τῆς μέθης τὴν ψυχὴν κατεχόμενοι, καὶ τὸ σῶμα τῆς παρὰ φύσιν θερμότητος ἀναπλήσαντες, πάντα καιρὸν καὶ πᾶσαν ὥραν πρὸς τὰς ἀκαθάρτους καὶ ἀσχήμονας συμπλοκὰς συνελαύνονται. Καὶ οὐ τοῦτο μόνον τὴν ἀλογίαν αὐτοῖς ἐμποιεῖ, ἀλλὰ καὶ τῇ τῶν αἰσθήσεων παρατροπῇ χείρονα παντὸς κτήνους ἀποδείκνυσι τὸν μεθύοντα. Ποῖον γὰρ βόσκημα οὕτω παραβλέπει, καὶ οὕτω παρακούει ὡς ὁ μεθύων; οὐχὶ ἀγνοοῦσι μὲν τοὺς οἰκειακοὺς, προστρέχουσι δὲ πολλάκις τοῖς ἀλλοτρίοις ὡς τοῖς συνήθεσιν; Οὐ τὰς σκιὰς διαπηδῶσι πολλάκις ὡς ὀχετοὺς καὶ φάραγγας; ἤχων δὲ αὐτοῖς καὶ ψόφων, οἱονεὶ θαλάσσης κυμαινούσης, τὰ ὦτα πεπλήρωται· ἡ δὲ γῆ πρὸς τὸ ὄρθιον διανίστασθαι δοκεῖ, καὶ τὰ ὄρη ἐπιτρέχειν ἐν κύκλῳ. Οὗτοι ποτὲ μὲν γελῶσιν ἄπαυστα, ποτὲ δὲ ὀδυνῶνται καὶ κλαίουσιν ἀπαρηγόρητα. Καὶ νῦν μὲν θρασεῖς εἰσι καὶ ἀπτόητοι, νῦν δὲ κατάφοβοι καὶ δειλοί. Τούτοις μὲν ὕπνοι βαρεῖς, καὶ δυσαναγωγοὶ, καὶ φρικώδεις, καὶ τῷ ὄντι θανάτῳ γείτονες, αἱ δὲ ἐγρηγόρσεις τῶν ὕπνων ἀναισθητότεραι. Ἐνύπνιον αὐτοῖς ἐστιν ὁ βίος· οἵ γε ἱμάτιον οὐκ ἔχοντες, οὐδὲ τί φάγωσιν εἰς τὴν αὔριον, βασιλεύουσι, καὶ στρατοπέδων ἄρχουσιν ἐν τῇ μέθῃ, καὶ πόλεις οἰκοδομοῦσι, καὶ χρήματα διανέμουσι. Τοιούτων φαντασιῶν, καὶ ἀπάτης τοσαύτης περιζέων, ὁ οἶνος τὰς καρδίας αὐτῶν πληροῖ. Ἕτεροι δὲ εἰς τὰ ἐναντία περιάγονται πάθη. ∆υσέλπιδές εἰσι, καὶ κατηφεῖς, καὶ ὀδυνηροὶ, καὶ δακρυώδεις, καὶ φοβώδεις, καὶ εὐπτόητοι. Ὁ δαιμονιῶν ἐλεεινὸς, ὁ δὲ μεθύων τὰ αὐτὰ πάσχων, οὐδὲ τοῦ ἐλεεῖσθαι ἄξιος, αὐθαιρέτῳ δαίμονι προσπαλαίων. Τίνι οὐαί; τίνι θόρυβος; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διακενῆς; τίνος πελιδνὸς ὁ ὀφθαλμός; οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις, καὶ τῶν κατασκοπουμένων ποῦ πότοι γίνονται; Τὸ οὐαὶ θρηνῶδές ἐστιν ἐπίφθεγμα· θρήνου δὲ ἄξιοι οἱ μεθύοντες, δίοτι μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Θόρυβος δὲ, διὰ τοῦ οἴνου ταραχὴν ἐγγινομένην τοῖς λογισμοῖς, καὶ ἀηδίαι, διὰ τὰς πικρὰς τῆς ἐκ τοῦ πιεῖν ἡδονῆς ἀναδόσεις. Τούτων γὰρ δεσμοῦνται μὲν οἱ πόδες, δεσμοῦνται δὲ αἱ χεῖρες ἐκ τῶν ἐπι 96.161 πεμπομένων αὐτοῖς ἐκ τῆς μέθης ῥευμάτων· καὶ πρὸ τούτων τῶν παθῶν παρ' αὐτὸν τὸν καιρὸν τοῦ πίνειν τὰ τῶν φρενιτικῶν αὐτοῖς συνεισπίπτει πάθη. Ὅταν γὰρ πλήρεις αἱ μένιγγες γίνωνται τῆς αἰθάλης, ἣν ὁ οἶνος ἐξατμιζόμενος ἀναφέρει, βάλλεται μὲν ὀδύναις ἀφορήτοις ἡ κεφαλή· μένειν δὲ ὀρθὴ ἐπὶ τῶν ὤμων μὴ δυναμένη, ἄλλοτε ἐπ' ἄλληλα καταπίπτει, τοῖς σπονδύλοις ἐνολισθαίνουσα. Ἀλλὰ τίς εἴποι ταῦτα τοῖς οἰνοπλήκτοις; καρηβαροῦσι γὰρ ἐκ τῆς κραιπάλης, νυστάζουσι, χασμῶνται, ἀχλὺν βλέπουσιν, ναυτιῶσιν. ∆ιὰ τοῦτο οὐκ ἀκούουσι τῶν διδασκάλων πολλαχόθεν αὐτοῖς ἐκβοώντων· Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία. Ἐντεῦθεν οἱ τρόμοι καὶ αἱ ἀσθένειαι, κοπτομένου αὐτοῖς τοῦ πνεύματος ὑπὸ τῆς ἀμετρίας τοῦ οἴνου, καὶ τῶν νεύρων λυομένων, ὁ κλόνος τῷ σύμπαντι ὄγκῳ τοῦ σώματος ἐπιγίνεται. Τί τὴν κατάραν τοῦ Κάϊν ἐπὶ σαυτὸν ἐπισπᾶσαι, τρέμων καὶ περιφερόμενος διὰ παντὸς τοῦ βίου; μέχρι πότε οἶνος; μέχρι τίνος μέθη; κινδυνεύεις λοιπὸν βόρβορος εἶναι ἀντὶ ἀνθρώπου· οὕτως ὅλως ἀνεμίχθης τῷ οἴνῳ, καὶ συγκατεσάπης αὐτῷ ἐκ τῆς καθημερινῆς κραιπάλης, οἴνου ἀπόζων, καὶ τούτου διεφθαρμένου. Οἰκέτης δραπετεύει δεσπότην τύπτοντα, σὺ δὲ παραμένεις τῷ οἴνῳ καθ' ἑκάστην ἡμέραν τὴν κεφαλήν σου τύπτοντα. Μέτρον ἄριστον τῆς τοῦ οἴνου χρήσεως, ἡ χρεία τοῦ σώματος. Ἐὰν δὲ ἔξω τῶν ὅρων γένῃ, ἥξεις αὔριον καρηβαρῶν, χασμώμενος, ἰλιγγιῶν, σεσηπότος οἴνου ἀπόζων. Πάντα σοι περιφέρεσθαι, πάντα δονεῖσθαι δόξει.