15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
δευτέρου κώλου οὐ παρέλκον ἐστίν, εἴρηται δὲ τῷ μεγάλῳ, ἵν' ὑγιὴς αὐτῷ ἡ ἁρμονία τοῦ λόγου γένηται· οὐ γὰρ ἔδει τὸν ῥήτορα περιττοσυλλαβεῖν ἐν τῷ ἐφεξῆς τῆς περιόδου κόμματι. οὕτω γοῦν σεμνῶς ἀποφηνάμενος τὴν περίοδον, ἐπαγωγικῶς αὖθις ταύτην πιστοῦται, οὐ τοὺς κατὰ μέρος ὀνομαστὶ δεικνύς, ἀλλὰ διὰ τοῦ «ἐπ' οὐδενὸς τῶν ἁπάντων» τοῦτο βουλόμενος. οὕτω, γάρ φησι, δυνατόν ἐστιν ὅπερ εἴρηκα, ὅτι πᾶν ἐπαινούμενον ἐπίδοσιν λαμβάνει καὶ αὔξησιν, ὡς καὶ ἐν ἑνὶ τῶν πάντων ἀνθρώπων τοῦτο δείκνυ σθαι, ὡς εἶναι τὸν αὐτὸν νῦν μὲν ἐργάτην ἀρετῆς, ταύτης ἐπαινουμένης, νῦν δὲ κακίας, ἐκείνης ἐξυμνουμένης, καὶ νῦν μὲν φιλοσοφίας, νῦν δὲ ῥητορικῆς· ἐπ' οὐδενός, γάρ φησιν, ἀνθρώπου τῶν ἁπάντων οὐκ ἔστιν ἐφ' ᾧτινι τοῦτο τῶν ἁπάντων πραγμάτων οὐχ εὑρεθήσεται, αὔξησις καὶ ἐπίδοσις ἐπαινουμένων καὶ σεβομένων. τὸ μὲν γὰρ «ἁπάντων» τὸ πρότερον ἐπὶ προσώπων εἴρηται, ἐπὶ πραγμάτων δὲ τὸ ἐφεξῆς. Ἔστι δὲ ἡ ἔννοια αὐτοτελὴς μὲν τῇ δυνάμει καὶ τῷ ῥητορικῷ ζήλῳ καὶ τὸ ὅλον συνεστραμμένη καὶ Ἀριστείδειος, ἐλλείπουσα δὲ ταῖς λέξεσι, καὶ διὰ τοῦτο συγκεχύσθαι δοκοῦσα, μᾶλλον δὲ συγκεκόφθαι καὶ ἡμίτο μος φαίνεσθαι. τὰ δὲ τοιαῦτα νοερὰ μᾶλλον κατὰ φιλοσόφους εἰσὶ καὶ ἄγαν Πλατωνικὰ διὰ τὴν τῶν νοημάτων συναίρεσιν, ὥσπερ σωματικὰ καὶ διαστατὰ ἐν οἷς πολλὴ ἡ ἀνάπτυξις· διὸ καὶ Πλάτων ἐν μὲν τῷ Γορ γίᾳ πλατύς ἐστι καὶ διεξωδευμένος, ἐν δὲ τῷ Παρμενίδῃ στρυφνὸς ἄγαν καὶ συνεστραμμένος πρὸς ἑαυτόν. Τοιοῦτός ἐστι καὶ Πλωτῖνος καὶ Πρό κλος ὁ μέγας τὸν θεολόγον ἄνδρα προστοιχειούμενος, καὶ πρὸ τούτων Ἀριστοτέλης, ἐν μὲν ταῖς νοεραῖς τῶν ψυχῶν συμπτύξεσιν ἀμφιλαφής τε ἄγαν καὶ πεπυκνωμένος ἐς στενὸν τοῖς νοήμασιν, ἐν δὲ ταῖς περὶ ζῴων φυσιολογίαις ἡδὺς ἄγαν καὶ ἀνεπτυγμένος καὶ τῷ κάλλει τῶν λόγων περι λεσχήνευτος. πρὸς τοῦτον δὴ τὸν ἄνδρα οἶμαι καὶ ∆ημοσθένην καὶ Ἀρι στείδην τοὺς ῥητορικοὺς λόγους ἐργάζεσθαι. ἀλλ' ὁ μὲν Ἀριστείδης τὴν πάμφωνον ἁρμονίαν τῆς τέχνης ἠθέτησε· διὰ τοῦτο μονοειδής τέ ἐστι καὶ προσκορὴς καὶ τὴν λέξιν τὰ πολλὰ ἀσαφής. ὁ δὲ ∆ημοσθένης Παράσιος μὲν περὶ τὸν Ἑρμῆν, Μύρων δὲ περὶ τὴν τοκάδα· πρὸς γὰρ πᾶσαν τέχνην ἕξιν τε τῶν ἀκουόντων καὶ δύναμιν ἑαυτὸν συναρμόσας, νῦν μὲν καλλιεπής ἐστι καὶ ἠχῶν ἄγαν τῷ κρότῳ τῶν λέξεων, νῦν δὲ συνεσπακὼς τὰς τῶν λόγων ὀφρῦς καὶ σκυθρωπάζων τὰ πολλὰ κατὰ τὸν Ἡράκλειτον, καὶ νῦν μὲν ἄγονος καὶ στρυφνός, νῦν δὲ πότιμος καὶ τρυφῶν, καὶ νῦν μὲν λελυμέ νος τὴν φράσιν, νῦν δὲ συνεστοιβασμένος τῷ ποικίλῳ τῆς ἐκφωνήσεως. οὓς δὴ πάντας ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος ὥσπερ δὴ ἀετὸς κολοιοὺς ἀφῆκεν ὑπερπτερυξάμενος. καὶ νῦν μὲν ἀναποδείκτως φημί· ἐν δὲ καιροῖς τοῖς καθήκουσιν, ἀσινῆ με φυλάττοντος τοῦ θεοῦ, καὶ σαφῆ δώσω τὸν ἔλεγχον.
99 Εἰς τὸ «καὶ ἡμῖν μὲν βρωθήσεται ὁ ἀμνός, οἱ δὲ θρηνείτωσαν»
Τῷ κατὰ τὴν ἱστορίαν τοῦ ἀμνοῦ πράγματι προσαρμόζων ὁ μέγας πα τὴρ τὸν τῆς ἀναγωγῆς λόγον, εὐκρινῶς ἅμα καὶ ὑψηλῶς διαιρεῖ τίνα τε τοῦ ἀμοῦ βρωτέα τοῖς ἐσθίουσι νοερῶς καὶ τίνα μή, καὶ τὸ τοῦ Μωυσέως ὑποδὺς πρόσωπον, μᾶλλον δὲ μεῖζον καὶ θεοειδέστερον ἑαυτῷ περιθέμε νος, ὅτι καὶ κρειττόνως τὸ κρεῖττον ἑώρακε, παρακελεύεται τοῖς ἀπὸ τῆς αἰσθήσεως διαβαίνειν ἢ ἀναβαίνειν ἐπὶ τὸν νοῦν αἱρουμένοις τὸν θεῖον ἐσθίειν ἀμνὸν ἐν ὑποτυπώσει μυστικῆς θεωρίας, ὥσπερ δὴ καὶ ἡ ἱστορία τὴν αἰσθητὴν βρῶσιν ὑποδεικνύει. ὁ τοίνυν σωματικὸς ἐκεῖνος ἀμνός, κατὰ τὴν τοῦ γένους φύσιν μεμορφωμένος καὶ τριπλεκὲς ἔχων τὸ σωμά τιον ἐκ στερεῶν καὶ