221
φύλακες οὐκ ἐῶσί που τραπῆναι πάρεξ τοῦ ἰδίου οἴκου, ἕως ἂν αὖθις ἐξέλθοι. παραγγελία κραταιὰ μὴ ἐπιδοθῆναι ἡμῖν τι πάρεξ ὕδατος μόνου καὶ ξύλου· οὕτως ἁπλῶς θέμενοι ὡς ἐν τάφῳ καὶ πρὸς τὸ κτεῖναι ἡμᾶς. ὁ δὲ θεὸς ἐλέει φιλανθρωπίας αὐτοῦ δι' ὧν προεισηνέγκαμεν χρειῶν καὶ ἔτι δι' οὗ ἐπιδίδοται ἡμῖν τὸ προσταχθὲν δι' ὀπῆς τῆς θυρός, ἐπὶ κλίμακος ἀνιόντος κατὰ τὴν ὥραν ἑστώσης, διατρέφει. οὐ τολμῶμεν φῆσαι ἐκεῖνο, ὅ φησιν ὁ ∆ανιὴλ δεξάμενος παρὰ τοῦ Ἀμβακοὺμ τὸ ἄριστον, ἐμνήσθη γάρ μου ὁ θεός, πλὴν ὅτι ἐμνήσθη καὶ ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεεῖ καὶ περιέπει καὶ σκέπει. ἕως ἂν οὖν πάρεστιν ἡμᾶς τρέφεσθαι ἐκ τῶν ἔνδον ἢ ὅπως ποτέ, ἑνὸς τῶν πορταρίων οἴκοθεν λάθρα ἐπιδιδοῦντος τοῦ καὶ ἑβδομαρησίου, τρέφει ἡμᾶς καὶ δοξάζομεν τὸν θεόν. ἐπιλιπόντων δὲ τῶν χρειῶν οἰκονομίᾳ θεοῦ συγκαταλείψομεν καὶ ἡμεῖς τὴν ζωήν· καὶ ἐν τούτῳ χαίρομεν, καὶ τοῦτο τῆς μεγαλοδωρεᾶς τοῦ θεοῦ. καὶ τίς εἰμι ἐγὼ ὁ τάλας, τοιούτῳ τρόπῳ καταληφθεὶς ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ καὶ πρὸς τὸ ἑξῆς, ὡς κελεύει, δόξης περισσοτέρας τὸν ἀγέραστον καταξιῶσαι σὺν τῷ ἀδελφῷ; Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, συναγωνίσασθέ μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἡμῶν πρὸς τὸν θεὸν ἵνα ῥυσθῶ ἐν παντὶ τρόπῳ διὰ παντὸς ἐκ τοῦ πονηροῦ καὶ ἵνα ὁ ἐναρξάμενος ἐν ἡμῖν ἔργον ὁμολογίας αὐτοῦ διὰ σπλάγχνα οἰκτιρμῶν οὐκ ἐξ ἔργων μού τινων (οὐ γὰρ ἐποίησά τι ἀγαθὸν ἐπὶ τῆς γῆς ἀλλὰ τοὐναντίον) αὐτὸς καὶ ἐπιτελέσειεν ἐν ἀμφοτέροις. τοῦτο καὶ ἡμεῖς οἱ ταπεινοὶ πρὸς ὑμᾶς τοὺς τὰ αὐτὰ πάσχοντας αἰτεῖσθαι οὐ διαλιμπάνομεν μετὰ δακρύων. οὐ μόνον τοὺς ὀκτώ, τὴν ἐκλογὴν τοῦ Κυρίου, ἀλλὰ καὶ τὸν ἀββᾶν Πέτρον καὶ τὸν καλὸν Λιτόιον καὶ εἴ τινα ἄλλον ἀσπαζόμεθα ἐν Κυρίῳ. 377 {1Ἐπιφανίῳ τέκνῳ}1 Ἰδού, τέκνον μου ἠγαπημένον, καθὼς προεθυμήθης ἀπᾶραι ἐν τῇ ∆ύσει, εἰπόντος μου ἆραι γράμματα ταῦτα. ἀπέστειλα δύο ἐπιστολάς, τοῦ τε ἀποστολικοῦ καὶ τοῦ κυροῦ Μεθοδίου· οἱ γὰρ περὶ τὸν ἀδελφὸν ∆ιονύσιον εὐδοκίᾳ θεοῦ καὶ ἀπεσώθησαν ἕως τῶν ἐκεῖ καὶ χρηστὰς ἐλπίδας ἤνεγκαν· πρὸς οὓς καὶ πάλιν ἐπιστεῖλαι εὖ ἐνόμισα. ἐπέστειλα δὲ οὐχ ὡς ἀπ' ἐμοῦ μόνον, ἀλλ' ὡς τὸ πρότερον, ἐξ ἀμφοτέρων τῶν ἡγουμένων, οὓς δηλοῖ ἡ ἐπιστολή, πάρεξ τοῦ τῆς Εὐκαιρίας· οὗτος γάρ, ὡς ἔμαθον, κατὰ τὰς ἁμαρτίας μου κατέπεσεν. γνώσει οὖν καὶ κοινῇ γνώμῃ διὰ μηνύματος λαθραίου καὶ ἀναγνώσεως τῆς ἐπιστολῆς ὡς τότε ἐπεστείλαμεν, ὡς καὶ ἐδήλου τὸ ἀπιὸν γράμμα. νῦν δέ, κἂν οὐ δεδύνημαι τοῦτο ποιῆσαι διὰ τὴν ἀσφάλειαν, ἀλλ' ὡς ἤδη ὁμογνωμονούντων ἀμφοτέρων καὶ αὕτη ἡ ἐπιστολή· ἴσως δὲ καὶ μετὰ ταῦτα ἐνδέχεται κἀκείνους ἐπιγνῶναι. Ἄπιθι οὖν, ὦ καλὲ Ἐπιφάνιε· ἐπίφανον τῇ ∆ύσει ἄγγελος πιστός, φρόνιμος, ἀρχαιογνώριστος, ἀποδιδοὺς τὴν ἐπιστολὴν καὶ κατὰ τὰ θεοκινήτως τυπωθέντα ἐν τῷ ἁγίῳ ἀποστολικῷ ὑποθετικῷ τρόπῳ καὶ λόγῳ τοῦ ἱεροῦ Μεθοδίου καὶ τοῦ τῆς Μονοβασίας ἁγίου ἐπισκόπου καὶ αὐτὸς συνεπιπρεσβεύων καὶ ἐκλιπαρῶν εἰς πέρας ἐνεχθῆναι ταῦτα θεοῦ εὐδοκίᾳ, τοῦ ἔχοντός σε καὶ ἀποσῶσαι καὶ παραστῆσαι τῇ ἱερᾷ καὶ μακαρίᾳ κορυφῇ. μὴ δείσῃς· πολύς σοι ὁ μισθὸς καὶ μέγας ὁ ἀγών· Χριστὸς μετὰ σοῦ. προσειπὲ πάντας τοὺς ἁγίους καὶ μάλιστα τοὺς γνωριμωτέρους, ἐξαιρέτως τὸν ἅγιόν μου πατέρα τὸν ἀρχιμανδρίτην, ἀλλὰ καὶ τὸν δεσπότην μου τὸν χαρτοφύλακα, οὗ ἡ ἀγάπη ἔγκειται ἐν τῇ ταπεινῇ μου καρδίᾳ. 378 {1Τῷ αὐτῷ}1 Καὶ αὖθις ἤκουσα τῆς φωνῆς σου, τέκνον ἠγαπημένον, καὶ ἔδοξα κατ' ὀφθαλμούς σε ὁρᾶν καὶ περιπτύσσεσθαι. ἀλγεῖς ὅτι ἀφέθης ἄδεσμος εἶναι; χάρις τῷ οὕτως οἰκονομήσαντι Κυρίῳ, σὺ δὲ τῇ προθέσει δέσμιος καὶ τῇ ὁμολογίᾳ μακάριος. πλὴν οὐκ οἶδας τί τέξεται ἡ αὔριον. ἔσο τοίνυν παρεσκευασμένος καὶ ὅπῃ τῷ θεῷ φίλον ἀγέσθω τὰ κατὰ σέ· παντὶ φυλακῆς χρεία, ἑκασταχοῦ ὁ διώκτης ἐχθρός. ἔχου, τέκνον μου, τῆς σωτηρίας σου ὅπουπερ ἂν εἴης, προσευχόμενος περὶ τοῦ ἁμαρτωλοῦ σου πατρὸς εἰς τὸ ἀπᾶραί σε πρὸς τὰ δυτικά, ἡνίκα ὑπέστρεψαν οἱ ἀδελφοί, δι' εὐχῆς μοι μάλα πληροῦντα τὰ θεοφιλῆ καὶ