221
πεμφθῆναι γράμματά τε αὐτοῦ καὶ ἀνθρώπους πρὸς τὸ εὑρεθῆναι ἐν τῇ συνόδῳ. καὶ ἀπέστειλε Πέτρον, τὸν οἰκονόμον τῆς ἐκκλησίας αὐτοῦ, καὶ Πέτρον, τὸν ἡγούμενον τοῦ ἁγίου Σάβα, ἄνδρας τιμίους καὶ πάσῃ ἀρετῇ κεκοσμημένους. ἀπέλυσε δὲ καὶ ἐν Ἀντιοχείᾳ καὶ ἐν Ἀλεξανδρείᾳ ἥ τε βασίλισσα καὶ ὁ πατριάρχης· 461 ἀκμὴν γὰρ ἡ πρὸς τοὺς Ἄραβας εἰρήνη οὐκ ἦν λυθεῖσα. καὶ ἤνεγκαν ἐκ μὲν Ἀντιοχείας Ἰωάννην τὸν μέγαν καὶ περιβόητον λόγῳ καὶ ἔργῳ ἁγιωσύνης μετέχοντα καὶ σύγκελλον τοῦ πατριάρχου Ἀντιοχείας γεγονότα, καὶ Θωμᾶν Ἀλεξανδρείας, ἄνδρα ζηλωτὴν καὶ εὐλαβέστατον, ὅστις καὶ ἀρχιεπίσκοπος τῆς ἐν τῷ Ἰλλυρικῷ μεγαλοπόλεως Θεσσαλονίκης γενόμενος διέπρεψεν. Ἀράβων ἀρχηγὸς Ἀαρὼν ἔτη κγʹ. ʹ. αʹ. ιζʹ. βʹ. Τούτῳ τῷ ἔτει Μωσῆς, ὁ τῶν Ἀράβων ἀρχηγός, τέθνηκεν, καὶ ἐκράτησεν Ἀαρών, ὁ ἀδελφὸς αὐτοῦ, ἀντ' αὐτοῦ τὴν ἀρχήν· ὃς καὶ πολλὰ κακὰ τοῖς Χριστιανοῖς ἐνεδείξατο. Τῷ δ' αὐτῷ ἔτει ἀποστείλαντες οἱ βασιλεῖς προσεκαλέσαντο πάντας τοὺς ὑπὸ τὴν ἐξουσίαν αὐτῶν ἐπισκόπους, καταλαβόντων καὶ τῶν ἀπὸ τῆς Ῥώμης πεμφθέντων ὑπὸ τοῦ πάπα Ἀδριανοῦ γραμμάτων τε καὶ ἀνθρώπων, ὡς προέφημεν, καὶ τοῦ Ἀντιοχείας καὶ Ἀλεξανδρείας. καὶ τῇ ζʹ τοῦ Αὐγούστου μηνὸς τῆς θʹ ἰνδικτιῶνος προκαθίσαντες ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων ἐν τῇ βασιλίδι πόλει ἤρξαντο τὰς ἁγίας γραφὰς ὑπαναγινώσκειν καὶ ἀντιβάλλειν πρὸς ἀλλήλους, τῶν βασιλέων ἐν τοῖς κατηχουμένοις ὁρώντων. ὁ δὲ λαὸς τῶν σχολαρίων τε καὶ ἐκσκουβιτόρων καὶ τῶν λοιπῶν ταγμάτων ὑποβληθεὶς ἐκ τῶν οἰκείων ἀρχόντων, ἔχοντες καὶ τὴν διδασκαλίαν τοῦ πονηροῦ αὐτῶν διδασκάλου, γυμνώσαντες τὰ ξίφη ἐπῆλθον αὐτοῖς, ἀπειλοῦντες θανατοῦν τόν τε ἀρχιερέα καὶ τοὺς ὀρθοδόξους ἐπισκόπους τε καὶ ἡγουμένους. τῆς δὲ βασιλείας διὰ τῶν παρεστώτων αὐτῇ οἰκειακῶν ἀνθρώπων ἀναστέλλειν τούτους πειρωμένης, οὐκ ἐπείσθησαν, ἀλλ' ἢ μᾶλλον προσητίμασαν. ἐγερθέντος δὲ τοῦ πατριάρχου καὶ ἐν τῷ βήματι εἰσελθόντος μετὰ τῶν ὀρθοδόξων ἐπισκόπων τε καὶ μοναχῶν, οἱ τοῦ πονηροῦ φρονήματος αὐτῶν ὄντες ἐπίσκοποι ἐξῆλθον πρὸς αὐτοὺς βοῶντες τό, "νενική462 καμεν·" καὶ τοῦ θεοῦ τῇ χάριτι οὐδένα ἠδίκησαν οἱ μανιώδεις ἐκεῖνοι καὶ ἀπάνθρωποι, καὶ οὕτω διαλυθείσης τῆς συνόδου ἀπῆλθεν ἕκαστος εἰς τὰ ἴδια. ζʹ. βʹ. ιηʹ. γʹ. Τούτῳ τῷ ἔτει ἀποστείλασα ἡ βασίλισσα Σταυράκιον τὸν πατρίκιον καὶ λογοθέτην ἐν τῇ Θρᾴκῃ τῷ Σεπτεμβρίῳ μηνί, ἀρχῇ τῆς ιʹ ἰνδικτιῶνος, πρὸς τὰ περατικὰ θέματα ἐκεῖσε τηνικαῦτα ὄντα, ἔπεισεν αὐτοὺς συνεργῆσαι αὐτῇ καὶ ἐξεῶσαι τῆς πόλεως τὸν δυσσεβῆ λαόν, ὃν ὁ ἀλάστωρ Κωνσταντῖνος ἐστράτευσέ τε καὶ ἐπαίδευσεν. καὶ πλασαμένη φωσατεύειν μέλλειν ἐπὶ τὰ ἀνατολικὰ μέρη, ὡς τῶν Ἀράβων ἐξελθόντων, ἐξῆλθε πᾶσα ἡ βασιλικὴ ὑπουργία καὶ ἡ κόρτη ἕως τῶν Μαλαγίνων. καὶ εἰσελθόντες οἱ τῶν ἔξω θεμάτων ἐκράτησαν τὴν πόλιν. ἀποστείλασα δὲ πρὸς αὐτοὺς δηλοῖ αὐτοῖς, ὅτι "πέμψατέ μοι τὰ ἄρματα ὑμῶν, χρείαν γὰρ ὑμῶν οὐκ ἔχω." οἱ δὲ ὑπὸ θεοῦ ματαιωθέντες ἔδωκαν αὐτά. τότε βαλοῦσα τὰς φαμιλίας αὐτῶν ἐν πλοίοις ἐξώρισεν αὐτοὺς τῆς πόλεως, κελεύσασα ἐν τῇ ἰδίᾳ χώρᾳ ἕκαστον ἀπελθεῖν, ἐν ᾗ ἐγεννήθη. καὶ ποιήσασα στρατὸν ἴδιον καὶ ἄρχοντας πειθηνίους αὐτῇ, τῷ Μαΐῳ μηνὶ πάλιν ἀποστείλασα κατὰ παντὸς τόπου προσεκαλέσατο τοὺς ἐπισκόπους παραγενέσθαι ἐν τῇ Νικαέων πόλει τῆς Βιθυνίας πρὸς τὸ ἐκεῖ γενέσθαι τὴν σύνοδον. καὶ διὰ τοῦ καλοκαιρίου ὅλου συνήχθησαν πάντες ἐν Νικαίᾳ. τοὺς δὲ Ῥώμης καὶ ἀνατολικοὺς ἐκ προσώπου οὐκ ἦν ἀπολύσασα, ἀλλ' εἶχεν αὐτούς. τῇ δὲ θʹ τοῦ Σεπτεμβρίου μηνὸς τῆς ιαʹ ἰνδικτιῶνος, ἡμέρᾳ κυριακῇ, ἔκλειψις γέγονεν ἡλίου, ὥρᾳ εʹ τῆς ἡμέρας, τῆς θείας λειτουργίας ἐπιτελουμένης, μεγίστη. ηʹ. γʹ. ιθʹ. δʹ. Τούτῳ τῷ ἔτει ἐξῆλθε Ταράσιος, ὁ ἁγιώτατος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, ἐν τῇ Νικαέων πόλει· καὶ ἐκροτήθη ἡ ἁγία καὶ οἰκουμενικὴ ζʹ σύνοδος τνʹ ἐπισκόπων· καὶ ἀπέλαβεν ἡ καθολικὴ ἐκκλησία τὸν ἀρχαῖον κόσμον αὐτῆς, οὐδὲν καινὸν