ἤγουν κύκλῳ περιεῖχε τὸν ∆ία, θυόεν λέγει τὸ εὐῶδες ἀπό τε τῶν ἐκ γῆς ἀνθέων, ὁποῖα τὰ ἐαρινά, καὶ τοῦ ὁμοίου κατὰ τὴν Ἥραν μύρου, ἵνα νέφος εὔοδμον περιστέφῃ 3.715 τὸν ἀέρα ∆ία, τὸν κατωτέρω δηλαδὴ καὶ περὶ ἡμᾶς. ἄλλως γὰρ κατὰ τοὺς φυσικοὺς τὰ ὀκτὼ σταδίοις ὑπερέχοντα τῆς γῆς ὕψη οὐ νεφελίζονται. Τὸ δὲ Ὁμηρικὸν τοῦτο ἐστεφανῶσθαι καὶ τῷ ∆ιονυσίῳ ἐν τῷ κατ' αὐτὸν περιηγητικῷ προοιμίῳ ἐχρησίμευσεν. [Ἰστέον δὲ ὅτι σημειοῦνται οἱ παλαιοί, ὡς Ὅμηρος τῷ ἐκ μεταφορᾶς ὁμοιώματι σημαινόμενος εἰδέναι τὸν στέφανον οἷον ἐν τῷ «νῆσος, ἣν περὶ πόντος ἀπείρητος ἐστεφάνωται», καὶ «πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδῃεν», ὅμως οὐδέ τινας εἰσήγαγεν ἐστεφανωμένους. Ὅτι δὲ θύος, ἐξ οὗ τὸ θυόεν, οὐ μόνον θυμίαμα δηλοῖ, εἰς ὃ ὑπούργουν τὰ παρὰ τοῖς παλαιοῖς θυμιατήρια, ἀλλὰ καὶ θῦμα, ὅθεν καὶ ὁ θυοσκόος, δῆλον καὶ αὐτὸ ἐκ τῶν παλαιῶν.] (ῃ. 154-6) Ὅτι ἀποδοχὴ ἐπ' ἀγγέλοις τὸ «πάροιθεν ἐλθόντε τοῦ δεῖνος στήτην· οὐδέ σφωϊν», ἤγουν οὐδ' αὐτοῖς, «ἰδὼν ἐχολώσατο θυμῷ, ὅττι οἱ ὦκα ἐπέεσσι πειθέσθην». Καὶ ὅρα τὸ «οὐκ ἐχολώσατο θυμῷ» ταὐτὸν ὂν καταφατικῶς, ὡς καὶ προεσημειώθη, τῷ ἡδύνθη, ἀπεδέξατο. (ῃ. 159) Ὅτι παραίνεσις ἀγγέλῳ πρέπουσα τὸ «πάντα τάδ' ἀγγεῖλαι, μηδὲ ψευδάγγελος εἶναι», εἰ μὴ ἄρα δηλαδὴ ὁ λαλῶν τῷ ἀγγέλῳ μεταστρέψει τι ἐκ μετανοίας, ὡς ὁ Ποσειδῶν ποιήσει ἐν τοῖς ἑξῆς, ἢ καί τι νοήσει ὕστερον κρεῖττον. τότε γὰρ τῶν μὲν προτέρων ἐπιλήσεται ὁ ἄγγελος, ἐρεῖ δὲ ἃ ὕστερον ἤκουσεν, ἐσθλὰ τηνικαῦτα ποιῶν κατὰ τὸ «ἐσθλὸν καὶ τὸ τέτυκται, ὅτ' ἄγγελος αἴσιμα εἰδῇ». Τὸ δὲ ἀγγεῖλαι καὶ εἶναι ἀντὶ τοῦ ἀπάγγειλον εἴρηται καὶ ἀντὶ τοῦ ἔσο. Τὸ δὲ ἀγγεῖλαι καὶ τὸ ψευδάγγελος σὺν τῷ ἐτυμολογικοῦ εἶναι τρόπου ἔχει τι καὶ ἀστεῖον. ἄγγελος μὲν γὰρ ἁπλῶς παρὰ τὸ ἀγγεῖλαι, καθ' ὃ πρὸ βραχέων εἴρηται τὸ «ἥ τε θεοῖσι μετάγγελος». οὐ χρὴ δὲ τὸν ἀπολύτως ἄγγελον συντιθέναι εἰς ψευδάγγελον ἑαυτόν. (ῃ. 161) Ὅτι ἅλα δῖαν ἢ τὴν μεγάλην λέγει κατὰ τοὺς παλαιούς, ἢ ὑγρὰν παρὰ τὸ διαίνειν, ἢ φοβερὰν παρὰ τὸ δέος ἢ παρὰ τὸ δίω, τὸ φοβοῦμαι, ὡς καὶ δῖα, φασί, Χάρυβδις, ἡ δεινή. (ῃ. 162-8) Ὅτι τὰ ἐνταῦθα λεχθέντα ὑπὸ τοῦ ∆ιὸς πρὸς τὸν Ποσειδῶνα ῥηθήσεταί ποτε σφοδρῶς ὑπό τινος ἀνδρειοτέρου καὶ πρεσβυτέρου πρὸς τὸν μὴ τοιοῦτον, ἐθέλοντα δὲ καταφρονεῖν τοῦ κρείττονος. Εἰσὶ δὲ τοιαῦτα «εἰ δέ μοι οὐκ ἐπέεσσιν ἐπιπείσεται ἀλλ' ἀλογήσει, φραζέσθω δή 'πειτα», ἤγουν δὴ ἔπειτα, «κατὰ 3.716 φρένα καὶ κατὰ θυμόν, μή μ' οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ», ὅ ἐστι τλήσεται, «μεῖναι· ἐπεί ἕο», τουτέστιν αὐτοῦ, «φημὶ βίῃ πολὺ φέρτερος εἶναι καὶ γενεῇ πρότερος· τοῦ δ' οὐκ ὄθεται φίλον ἦτορ ἶσον ἐμοὶ φάσθαι», ἤγουν ἰσηγορῆσαι ἢ ἀντειπεῖν, «τόν τε στυγέουσι καὶ ἄλλοι». Ἐν τούτοις δὲ τὸ μὲν «βίῃ πολὺ φέρτερος» δέους ἐστὶ ποιητικόν, τὸ δὲ «γενεῇ πρότερος», ἤγουν τῷ τῆς ἡλικίας χρόνῳ, αἰδοῦς. καὶ ὅρα ὅτι ἀρχικῶς ἀπὸ τοῦ δεινοτέρου ἀρξάμενος καὶ πικρῶς εἰπών, ὅμως ὑπογλυκαίνει τὴν φράσιν ἠρέμα παρίσοις τῷ φέρτερος καὶ πρότερος. (ῃ. 162) Τὸ δὲ «ἀλογήσει» προϋπάρχον αὐτοῦ ἔχον τὸ λογίζω καὶ πρὸ αὐτοῦ τὸ λόγος ἐλέγχει τοὺς παρασημειουμένους, ὡς ὁ ποιητὴς τὸ λέγειν μὲν οἶδε, τὸ δ' ἐξ αὐτοῦ ὄνομα τὸν λόγον οὐκ οἶδε. (ῃ. 164) Τὸ δὲ «ταλάσσῃ», ῥηθὲν καὶ πρὸ τούτων, πρωτότυπόν ἐστι τοῦ κατὰ συγκοπὴν τλῶ τλήσω. (ῃ. 167) Τὸ δὲ «ἶσον ἐμοὶ φάσθαι» ἀπὸ τοῦ ἐλάττονος μὲν ἐπιχειρεῖ, μέγα δέ τοι δηλοῖ. εἰ μὴ γὰρ τολμητέον ἶσόν τινι φάσθαι, πολλῷ πλέον μηδὲ πρᾶξαι. Τὸ δὲ «στυγέουσιν» ἀντὶ τοῦ φρίσσουσιν, οὐ μὴν μισοῦσιν. ὀκνήσῃ γὰρ ἂν ἄρχων ὁμολογεῖν μισητὸς ἅπασιν εἶναι. [Ἐν δὲ τῷ «καὶ ἄλλοι» δοκεῖ μὲν ἐκ περιττοῦ κεῖσθαι ὁ ˉκˉαˉι σύνδεσμος, ἐστὶ δ' ἄλλως εἰπεῖν, ὅτι αἰνίττεται, ὡς καὶ αὐτὸς ὁ Ποσειδῶν, καθὰ καὶ ἄλλοι, δέδιε τὸν ∆ία, εἰ καὶ θρασύνεταί ποτε κατ' αὐτοῦ.] (ῃ. 170-2) Ὅτι τὴν Ἶριν κατιοῦσαν ἐκ τοῦ ὄρους τῆς Ἴδης εἰς τὸ ναύσταθμον νιφάδι ἢ χαλάζῃ εἰκάζει, εἰπὼν «ὡς δ' ὅτ' ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα ψυχρὴ ὑπαὶ ῥιπῆς αἰθρηγενέος Βορέαο, ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις». Καὶ ὅρα τὸ πέτεσθαι καὶ ἐπὶ νιφάδος λεχθέν, ἣν