222
ἐκεῖνοι, μήθ' ἕτεροί τινες. ιβʹ. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ ὁ τῶν Τριβαλῶν ἄρχων Στέφανος ὁ Κράλης τὰς πρὸς βασιλέα λύσας σπονδὰς, ἐπεὶ ἐπύθετο ἀποθανόντα, τήν τε ἄλλην πᾶσαν κατέδραμε Μακεδονίαν ληϊζόμενος, καὶ Θεσσαλονίκην παρελθὼν, ἄχρι χωρίου ἦλθε τοῦ προσαγορευομένου τῶν Κρητῶν. ἔπειτα ἀνέστρεφεν, οὐ πολλὴν λείαν ἐπαγόμενος διὰ τὸ, μηνυθείσης τῆς ἐφόδου, πρότερον ταῖς πόλεσι καὶ τοῖς φρουρίοις τά τε βοσκήματα καὶ τοὺς ἀνθρώπους ἐγκατακλεισθῆναι. ἐπεὶ δὲ ἠγγέλλετο περὶ τούτων τῷ μεγάλῳ δομεστίκῳ, ἐκκλησίαν συναθροίσας, ἐβουλεύετο μετὰ τῶν ἐν τέλει καὶ τῶν ἡγεμόνων τῆς στρατιᾶς, ὅ, τι δέοι ποιεῖν πρὸς τὴν ἔφοδον τῶν Τριβαλῶν. οἱ μὲν οὖν ὅ,τι ἕκαστος ἐδόκει λυσιτελεῖν ἐβουλεύετο πρὸς τὰ παρόντα. τῷ μεγάλῳ δὲ δομεστίκῳ τὸ πρὸς Κράλην ἀντικαθίστασθαι ταχέως, ἵν' ἢ πείθοιεν αἱρεῖσθαι τὴν εἰρήνην ἢ θρασυνομένῳ πολεμοῖεν, δοκοῦν τῶν ἀναγκαίων, 2.80 ἔτι πολλῷ μᾶλλον ἀναγκαιότερον καὶ λυσιτελέστερον πρὸς τὴν εἰς Πελοπόννησον στρατείαν ἅμα ἦρι παρεσκευασμένους ἐδόκει εἶναι καὶ μὴ προΐεσθαι τὸν καιρὸν, πράξεων παρεχόμενον μεγάλων ἀφορμάς. «εἰ γὰρ, θεοῦ συναιρουμένου, τοὺς τὴν Πελοπόννησον οἰκοῦντας Λατίνους» ἔφασκε «γένοιτο προσλαβεῖν, ἀνάγκη καὶ τοὺς τὴν Ἀττικὴν καὶ Βοιωτίαν οἰκοῦντας Κατελάνους ἢ ἑκόντας ἡμῖν ἢ βιασθέντας προσχωρῆσαι. τούτου δὲ γεγενημένου καὶ τῆς Ῥωμαίων ἡγεμονίας ὥσπερ ἐν τοῖς πάλαι χρόνοις ἐκ Πελοποννήσου μέχρι Βυζαντίου συνεχοῦς γεγενημένης, ἔξεστι συνορᾷν, ὡς οὐδὲν ἔργον ἤδη Τριβαλούς τε καὶ τοὺς ἄλλους περιοίκους τῶν βαρβάρων τῆς ὕβρεως δίκας ἀπαιτεῖν, ἧς ἐξυβρίζουσιν εἰς ἡμᾶς τοσοῦτον ἤδη χρόνον. ὡς οὖν μεγάλων ἐκεῖθεν ἐλπίδων ὑποφαινομένων, οὕτω προσήκει πράττειν ὥστε μὴ τὸν καιρὸν ἡμᾶς διαφυγεῖν. οὗ δὴ ἕνεκα εἰς Βυζάντιον ἡμᾶς ἐπανελθεῖν ἡγοῦμαι νυνὶ προσήκειν. δυνάμεως γὰρ ἡμῖν πρὸς τὴν Πελοπόννησον χρεία ναυτικῆς, ἣν δεῖ τοῦ χειμῶνος παρασκευασθῆναι. ἂν οὖν τούτων ἀμελήσαντες νῦν, τραπώμεθα πρὸς τὴν ἑσπέραν, νομίσαντες ὡς ἐπανήξομεν τἀκεῖ καταστήσαντες ταχέως, δέος μὴ πολέμοις ἐμπλακέντες καί τισιν ἑτέροις ἀναγκαίοις καὶ μὴ δυνηθέντες παρασκευάσασθαι, ἐπανελθόντες ἀπολέσωμεν τὴν πρᾶξιν. ἐὰν δὲ γενώμεθα ἐν Βυζαντίῳ νῦν, πρῶτα μὲν ναυάρχους καταστήσομεν καὶ στρατηγὸν, οἷς μελήσει τάς τε ναῦς ἐπισκευάζειν καὶ ναύτας, οἳ ἐπιβήσονται, καὶ ὁπλίτας 2.81 καταλέγειν. ἔπειτα δὲ καὶ περὶ χρημάτων σκεψόμεθα, ὅθεν λαμβάνειν αὐτοῖς ἐξέσται πρὸς τοῦ στόλου τὴν παρασκευήν. πρὸς δὲ τούτοις καὶ τοὺς τῶν δημοσίων φόρων διοικητὰς ἀνάγκη καθιστᾷν, ἵνα μὴ, ἀτάκτως φερομένων καὶ ὡς ἔτυχε, λύμη τις γένηται περὶ χρήματα τὰ κοινὰ, ἐπιδεδωκότα οὐ μικρῶς ἐκ προσθήκης μὲν οὐδεμιᾶς τῶν εἰθισμένων φόρων, ἐξ ἑτέρων δέ τινων τρόπων καὶ ἐπινοιῶν. ἐπειδὰν δὲ ταῦτα τῆς προσηκούσης ἐπιμελείας τύχῃ καὶ φροντίδος, πρεσβείαν διανοοῦμαι πέμπειν πρὸς τὸν ἄρχοντα τῶν Τριβαλῶν, ἅμα μὲν κατασκεψομένους τὴν ἐκείνου δύναμιν ὁπόση εἴη, ἅμα δὲ, εἰ καὶ πρὸς διαλλαγὰς ἑτοίμως ἔχει, χωρήσοντας πρὸς διαλύσεις. οὐ γὰρ ἡγοῦμαι νῦν ἡμῖν λυσιτελεῖν, ἐξὸν εἰρήνην μετὰ τῶν ὁμορούντων ἐθνῶν ἄγειν, ἑκοντὶ τὸν πόλεμον αἱρεῖσθαι. αὐτὸς δὲ ὀλίγας ἡμέρας Βυζαντίῳ ἐνδιατρίψας, ἔπειτα τὸ μισθοφορικὸν τῆς στρατιᾶς καὶ τῶν ἐκ χωρίων τὰς προσόδους ἐχόντων τοὺς δυνατωτέρους παραλαβὼν, ὡς καὶ τῆς ἑσπερίου στρατιᾶς συνεσομένης, πρὸς ἑσπέραν τοῦ χειμῶνος βαδιοῦμαι, τοῖς ἄλλοις ἐπιτρέψας οἴκοι διατρίβειν καὶ παρασκευάζεσθαι πρὸς τὴν στρατείαν, ὡς ἅμα ἦρι ἐσομένης. καὶ Ἀλβανοὺς τοὺς περὶ Πογονιανὴν καὶ Λιβίσδαν νεμομένους ληϊσάμενος καὶ δίκας τῆς ἀδικίας ἐπιθεὶς, ἴστε γὰρ δήπου καὶ αὐτοὶ, ὡς καὶ περιόντος βασιλέως καὶ μετὰ τὴν ἐκείνου τελευτὴν πολλὰ τὰς τῆς Ἀκαρνανίας πόλεις καὶ 2.82 Βαλάγριτα ἐκάκωσαν ὁσημέραι κατατρέχοντες καὶ ληϊζόμενοι, πειράσομαι, εἰ δυναίμην, οἴομαι δὲ, τὴν τῶν Χριστοῦ γενεθλίων ἑορτὴν ἐν Βυζαντίῳ ἀγαγεῖν, οὐ μόνον διὰ τὴν στρατιὰν, ἵνα μὴ ὑπερόριος ἐν χειμῶνι διατρίβῃ, ἀλλ' ἵνα