222
χρήσιμον συνεπάγεται. η τὸ εχον ἐν ἑαυτῷ φυσικῶς τὴν πρὸς τὸ ὠφελοῦν στοργὴν καὶ ἐπιῤῥέπειαν. ζῷον παρὰ τὸ ζῶ, η ἀπὸ τῆς ζωῆς. γράφεται δὲ διὰ τοῦ ι, ἐπειδὴ ευρηται κατὰ διάστασιν, ὡς παρὰ Σιμωνίδῃ. φησὶ γάρ· τὸ δ' ἡμῖν ἑρπετὸν παρέπτατο ζώϊον κάκιστον. καὶ διὰ τὸν χαρακτῆρα τὸν διὰ τοῦ ˉωˉοˉν· τὰ γὰρ διὰ τοῦ ˉωˉοˉν οὐδέτερα μονογενῆ θέλουσιν εχειν πάντοτε τὸ ι. οιον· Πτῷον, ονομα ορους, περιστῷον, προστῷον, ὑπερῷον. ουτως ουν τὸ ζῶον σὺν τῷ ἰῶτα. Ζώγρια λαβεῖν. ἀντὶ τοῦ ζῶντα λαβεῖν, κρατῆσαι. οἱ δὲ γενόμενοι ζώγρια κύριοι τοῦ στρατοῦ τοῦτον ἐσταύρωσαν. Ζωρόν. τὸ ζωτικόν. καὶ ζωρότερον, ἀκρατότερον. ζωρὸν κεράσας ἰσοχειλέα- καὶ Ομηρος εἰπών· ζωρότερον κέραιε. διαφορᾶς κράσεων λέγει, ὡς μίγματος τινὸς στρεμνίους ποιοῦντος τοὺς πίνοντας. ἀπὸ τοῦ ζῇν ζωότερον, καὶ πλεονασμῷ τοῦ ˉρ ζωρότερον, ἐν ῳ οινος οὐκ ἠφάνισται, ἀλλ' ετι ζῇ καὶ θερzeta.968 μότατός ἐστιν. ἀπὸ δὲ τούτου τὸ ἀκρατότερον ἐμφαίνει καὶ ἰσχυρόν. η παρὰ τὸ ζα καὶ τὸν ωρον, ο σημαίνει τὸν ἐνιαυτόν· ζαωρὸς ὁ πολυετὴς καὶ παλαιὸς οινος καὶ ευποτος παρὰ τὸν νέον. Ζώστειον. τόπος. Ζώστρειον. τόπος. Ζώτειον. ὁ μύλος, οπου αἱ ζειαὶ κόπτονται. Ζώστρα. ἐνδύματα τινὰ ἀνδρῶν. οιον χιτῶνας βαθεῖς, οις ζώννυται ἡ ζώνη. Ζωΰφια. τὰ μικρὰ ζῶα, ητοι κνώδαλα η πτηνά. ( ̔Ρῆμα.) Ζώγρει. ζῶντα φύλασσε. οιον· ζώγρει, ̓Ατρέως υἱέ- παρὰ τὸ ζῶ καὶ τὸ ἀγρεύειν. ὁ τὰ ζῶντα ἀγρεύων. καὶ ζωγρεῖ ἀντὶ τοῦ ζῶντας λαμβάνει. Ζώεσκον. ἀντὶ τοῦ ἐπλούτουν. ἐγὼν ετι ζώεσκον. Ζώῃ. εὐκτικῶς. Ζώννυσθαι. καθοπλίζεσθαι. Ζωπυρεῖ. ἀναζῇν ποιεῖ. καὶ ἀντὶ τοῦ ἐκκαίει. καὶ ζωπυρῆσαι λέγουσιν οἱ ̓Αττικοὶ τὸ ἀναθάλψαι. κυρίως δὲ ζωπυρῆσαι ἐστὶ τὸ ἐκ μικροῦ σπινθῆρος φυσῶντα μεγάλην φλόγα ἀνάψαι. λέγεται δὲ καὶ ἐπὶ πολέμου. καὶ ζωπυρήσεις ἀντὶ τοῦ ἀνεγερεῖς. εἰ μὴ τῷ θεῷ ζωπυzeta.969 ρήσεις, λύσω τὸν ἐμαυτῆς υἱὸν καὶ ποιήσω τήμερον τοὺς δημότας βωστρεῖν. ο ἐστι βοᾷν, καλεῖν, κράζειν. Ζῶσ. ἀντὶ τοῦ ζῶν. zeta.70 Ζωτεῖσθαι. τὸ ζωογονεῖσθαι. Ζωώσασ. ζωοποιήσας. Ζώων. ἀντὶ τοῦ ζῶν. ζώων μὲν σέο μητρί- eta.6 Η. Τὸ Η μετὰ τοῦ Α. ( ̔Ρῆμα.) ̓Ηᾶτο. ἐκαθέζετο. Ηια. ηλθον. ἐπορευόμην. †ῃα, τὸ ἐπορευόμην, σὺν τῷ ˉι γράφεται, καὶ ̓Ιωνικῶς ηϊα, ηϊσαν τὸ ῃεσαν.† καὶ παρὰ Θουκυδίδῃ· ἀκμάζοντες ηϊσαν εἰς αὐτόν. οἱ δὲ Ιωνες ηεσαν καὶ ησαν. ̓Ηιακότεσ. θρηνήσαντες. ̓Ηάριζον. τὰ τοῦ εαρος ελεγον. Ηατο. ἐκάθητο. Η η. ἀντὶ τοῦ σιώπα, παρὰ ̓Αριστοφάνει. Η. ἀντὶ τοῦ εφη. Η. ἀντὶ τοῦ ειπον. εστι φῶ, τὸ λέγω, τὸ παράγωγον φημὶ, ἀφαιρέσει τοῦ φ, ἠμί. τὸ αὐτὸ σημαίνει. ὁ δεύτερος ἀόριστος ην, ης, η. Ηι. ἀντὶ τοῦ ὑπάρχει. Η. ἀντὶ τοῦ ημην. καὶ ἀντὶ τοῦ ην. eta.970 Ηι. ἀντὶ τοῦ καθά. Ηι. ἀντὶ τοῦ οπου. καὶ ῃ, ἀντὶ τοῦ ῃτινι. Τὸ Η μετὰ τοῦ Β. ( ̓Αρσενικόν.) ̓Ηβαιόσ. ὁ μικρός. ̔Ηβητὴρ καὶ ηβη. ἡ πρώτη εκφυσις τῶν τριχῶν. Οὐ καλὸν ἡβητῆρες· ἀπεχθαίρω γὰρ τὴν τρίχα τὴν ταχὺ φυομένην. (Θηλυκόν.) Ηβη. ἡ πρώτη εκφυσις τῶν τριχῶν. η ἡ νεότης καὶ ἡλικία, ἡ τεσσαρεσκαίδεκα ἐτῶν. καὶ διέχει ηβης ανθος. ηδη τις ουσα· ηδει γὰρ ἡμᾶς ὡς ανθος ουσα τῆς ἡλικίας. κατὰ τροπὴν τοῦ δ εἰς β, βοιωτικῶς. η παρὰ τὸ απτω ἁφὴ καὶ ηβη. κατὰ τροπὴν τοῦ α καὶ τοῦ φ εἰς β. πυρώδεις γὰρ οἱ ἡβῶντες. η ἁφὴ τὶς ουσα. τότε γὰρ ἁπτόμεθα καὶ εργων καὶ γυναικός. η eta.971 παρὰ τὸ ἠβαιὸν, ἡ ἐπ' ὀλίγον χρόνον ουσα. η ἀπὸ τοῦ βεβηκέναι αβη καὶ ηβη. η ηβη τὸ ἀκρότατον τῆς ἀκμῆς. καὶ ονομα θεᾶς. (Οὐδέτερον.) ̓Ηβαιόν. ὀλίγον, μικρόν. παρὰ τὸ βῶ, τὸ βαίνω, τὸ κατ' ὀλίγον ουτως βαῖνον. ο οὐκ εστι διὰ σμικρότητα ἐπιβῆναι, πλεονασμῷ τοῦ ητα. οἱ δ' ἐλθόντες οὐδ' ἠβαιόν. καί· βαιῷ δ' ἐν αἰῶνι βροτῶν- καί· βαιὸν ἐπὶ ποταμοῦ- η ἠβαιὸν παρὰ τὴν ηβην· ἐπεὶ αυτη ὀλίγη καὶ ταχέως αυξεται καὶ ἐλαττοῦται. ἀφ' ου παρώνυμον ἠβαιός. ὀξύνεται δὲ, ὡς δηναιὸς, γηραιός· ινα μὴ βαρυνόμενον σχῇ κτητικὸν τύπον, ὡς ̔Ρώμη, ̔Ρωμαῖος. ̔Ηβητήριον. τὸ παιδευτήριον. ̔Ηβήτριον. ἡ κατάλυσις. Ηβητρον. τὸ ξόανον. καὶ ἠβητρόν. ( ̔Ρῆμα.) ̔Ηβᾷ. ἀκμάζει. σφριγᾷ. eta.972 ̔Ηβάσκοντεσ. ἐκ δευτέρου ἀκμάζοντες. ̔Ηβήσαντεσ. ἀκμάσαντες. οἱ δὲ παῖδες ἡβήσαντες καὶ