15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
ὑγρῶν καὶ πνευμάτων συγκείμενον, καθάπερ δὴ φύσις ἐστὶ τοῖς ἐμψύχοις σώμασι, τῶν γοῦν ὀστέων ἐξαιρουμένων εἰς βρῶσιν ὑπέκειτο τοῖς ἐν Αἰγύπτῳ τελοῦσι τὸ πάσχα αἰσθητήν, καὶ κατεσθίετο οὐχ ὅλος, ἀλλ' αἱ μὲν σάρκες καὶ τὰ ἐντόσθια, ἥ τε κεφαλὴ καὶ οἱ πόδες καὶ τὸ πιμελῶδες καὶ τὸ χονδρῶδες τοῦ σώματος εἰς ἐξουσίαν τροφῆς διεμερίζοντο τοῖς ἐσθίουσιν, ἄβρωτα δὲ διὰ τὴν στερρότητα κατ ελιμπάνοντο τὰ ὀστᾶ. Ἐπιτάττει τοίνυν καὶ ἡμῖν ὁ μέγας οὗτος πατὴρ ἐσθίειν τὸ πάσχα τὸ μυστικόν, καὶ τὰ μὲν τοῦ ἀμνοῦ τοῦ θείου τῷ διαιρετικῷ λόγῳ καταμα σᾶσθαι, εἶθ' οὕτως καταλεαίνειν καὶ προσοικειοῦν τῇ ψυχῇ, τὰ δὲ ὡς ἡμῖν δυσκατέργαστα διὰ τὴν νοερὰν στερρότητα καὶ τῇ ἐπικήρῳ φύσει δυσανάλωτα ταῖς κρείττοσι παρεᾶν φύσεσιν. ἀλλ' ἐπειδὴ καὶ αὐτός, μετὰ τὸν μέγαν πατέρα γεγονώς, ἐπιτάττειν ὑμῖν ἐπιτέτραμμαι ὅπως δεῖ τὸν λόγον ἐσθίειν, λεπτοτέραν ἤπερ ἐκεῖνος ποιήσομαι τὴν διαίρεσιν, τῶν κατὰ μέρος μερῶν τοῦ ἀμνοῦ μεμνημένος καὶ πρὸς τὴν πνευματικὴν θεωρίαν τὴν πλάσιν μεταβιβάζων τοῦ σώματος. κεφαλὴ τοίνυν προτέτακται τοῦ ἀμνοῦ, εἶτα δὴ τένων τοῖς σπονδύλοις διειλημμένος ἰθυτενῶς τοῖς ὤμοις ἐναπολήγει, ἀφ' ὧν δὴ οἱ ἐμπρόσθιοι πόδες τὴν δημιουργίαν εἰλήχασι. μεθ' οὓς ἄνω μὲν ὁ νῶτος καὶ τὸ τῆς ῥάχεως ὀστοῦν διατέταται, κάτω δὲ τὸ κοῖλον τῆς γαστρὸς πέπλασται· μεθ' ἃ δὴ καὶ οἱ ὀπίσθιοι πόδες συναναπλασθέντες εἰς οὐρὰν ἀπολήγουσι. τούτων δὲ τῶν μερῶν ὑψηλο τέρα μὲν ἡ κεφαλή, ἢ μᾶλλον εἰπεῖν προβεβλημένη· τὸ γὰρ ὑψηλὸν ἐπὶ τῆς τοῦ ἀνθρώπου διαμορφώσεως καὶ Ἀριστοτέλης ἐν τῷ Περὶ τῶν τοῦ ζῴου μορίων βιβλίῳ διηρμήνευσεν. οἱ δὲ πόδες κάτω που περὶ τὴν γῆν τὴν βάσιν ἐρείδουσι. τοιοῦτος τοίνυν καὶ ὁ θεῖος ἀμνὸς πέφυκεν, «ὁ τοῦ πατρὸς ὅρος καὶ λόγος», ἐκ κεφαλῆς συγκείμενος καὶ ποδῶν, θεότητος λέγω καὶ ἀνθρωπότητος· καὶ δεῖ ἄμφω ἐσθίειν αὐτοῦ νοερῶς, ἀφ' ἑκα τέρων διατρεφομένους, ὅτι θεὸς ὢν τέλειος ἄνθρωπος ἐγένετο τέλειος, καὶ τῶν «πατρῴων κόλπων» μὴ ἀποστὰς ἐπὶ τὴν ἡμετέραν ἐσχατιὰν κατ εληλύθει, καὶ ὅλον μὲν τὸν ἄνθρωπον ὑποδὺς τὸν ἐν ἐμοὶ ῥύπον τῷ καθαρῷ τῆς φύσεως κατηνάλωσε, καὶ ὡς ἐτηρήθησαν αἱ φύσεις εἰς ταὐτὸ συνελη λυθυῖαι, ὅτι τε μία καὶ μετὰ τὴν ἕνωσιν ὑπόστασις πέφυκεν (οὐ γὰρ τὸν μερικὸν ἀνέλαβεν ἄνθρωπον, ἵνα ἐκ δύο ὑποστάσεων ἡ ἕνωσις γένηται), ἀλλ' αὐτὸς δή, ἡ μία τῆς τριάδος ὑπόστασις, καὶ τῇ σαρκὶ γεγονώς, ἓν αὖθις καθέστηκε πρόσωπον σύνθετον δυσὶ συγκείμενον φύσεσιν. οὕτω μὲν οὖν τὰ μέρη τοῦ θείου ἀμνοῦ τοῖς διαιροῦσι λόγοις καὶ αὖθις ἑνοῦσι τὸ σύγκραμα, τὸ μὲν διαιρῶν κατὰ μόνην ἐπίνοιαν, τὸ δὲ συνενῶν καὶ διαμασώμενος, προσφυῶς δὲ τῇ ὑποδοχῇ, παράπεμπε τῇ ψυχῇ. ὑποδοχὴ δὲ ψυχῆς ἡ δεκτικὴ δύναμις τῶν πνευματικῶν ἐστι θεωριῶν, ἥτις δὴ εὐδιαίρετα λαβοῦσα τὰ δόγματα, τῇ ζέσει τοῦ πνεύματος διαθερμάνασά τε καὶ πνευματικώτερον ἀλλοιώσασα, ἀναδώσει πρὸς πέψιν καὶ τῇ πάσῃ ἑαυτὴν προσοικειώσῃ οὐσίᾳ. Ἀλλ' ἐπειδὴ ἡ τῶν κεφαλῶν ὑπόστασις κορυφήν τε ἔχει, ἐν ᾗ δὴ ἡ τῶν τριχῶν συνελίττεται λίσσωσις, ὦτά τε τοῖς κροτάφοις παρακείμενα, ζητη τέον τίς ἡ κορυφὴ τῆς θεότητος, τίνα τὰ ὦτα, πῶς δεῖ ἐκλαμβάνειν τοὺς ὀφθαλμούς, πῶς τὰς ὑπερκειμένας ὀφρῦς, τί αἱ παρειαὶ ὑπαινίττονται, τί τὸ στόμα, πῶς δεῖ καὶ τὰ λοιπὰ νοεῖν μόρια. Κορυφὴ τοίνυν τῆς θείας ἡμῶν κεφαλῆς, τοῦ θείου φημὶ λόγου, ὁ ἐκεῖνον γεννήσας ἀσωμάτως καὶ ὑπὲρ λόγον πέφυκε πατήρ. δεῖ γοῦν καὶ τὴν κορυφὴν ἐσθίειν, τουτέστιν ἐννοεῖν ὡς οὐ κατὰ προβολὴν ἡ γέννησις σώματος, καὶ ὡς ἐκεῖθεν μὲν ὁ λόγος, οὐ μετ' ἐκεῖνον δέ, καὶ ὡς τῷ αἰτίῳ μόνῳ «μείζων ὁ πατὴρ» τοῦ υἱοῦ. Ἐπεὶ δὲ καὶ τρίχες τὴν κεφαλὴν περισκέπουσιν, αἵτινες δὴ ὁ ἀθεώρητός ἐστι γνόφος, ὁ τὴν πατρικὴν περικαλύπτων ὑπόστασιν, διαιρετέον καθό σον δεῖ ταύτας, καὶ οὕτως