222
τὴν οἰκουμένην εἰς χορείαν καλεῖ. βʹ. "Ἄσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐ τοῦ εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αἰτοῦ." Καθ' ἑκάστην, φησὶν, ἡμέραν ἐξηγεῖσθε τὴν γεγενημένην εὐεργεσίαν. Εἶτα διδάσκει καί τισι χρὴ προσενεγκεῖν τὴν τοιαύτην ὑφήγησιν. γʹ. "Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ· ἐν πᾶσι λαοῖς τὰ θαυμάσια αὐτοῦ." Πᾶν γένος ἀνθρώπων τῆς τοιαύτης διδασκαλίας ἀπολαυέτω, καὶ τὰς θείας μανθανέτω θαυματουργίας. δʹ. Ὅτι μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα· φο βερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς." Ἄῤῥητον γὰρ ἔχει τὸ μέγεθος τῶν ὅλων ὁ Κύριος, καὶ κατὰ τῶν ψευδωνύμων θεῶν τὴν οἰκείαν ἔδειξε δύναμιν, καὶ τὴν ἐκείνων ἀπάτην ἐξήλεγξε. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν. εʹ. "Ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν." [Περὶ γὰρ αὐτοῦ καὶ ὁ μακάριος Παῦλος φάσκει· "Εἰ γὰρ ἔγνωσαν, οὐκ αὐτὸν Κύριον τῆς δόξης ἐσταύρωσαν."] Οἱ μὲν γὰρ καλούμενοι θεοὶ δαίμονες ὤφθησαν πο νηροί· ὁ δὲ ἡμέτερος τῶν οὐρανῶν ποιητὴς ἀπ εφάνθη. [Ἐπὶ γὰρ τοῦ ἑκουσίου πάθους οὐ μόνον ἥλιος ἐσκοτίσθη καὶ πέτραι διεῤῥάγησαν, καὶ τὸ τοῦ ναοῦ καταπέτασμα κατεσχίζετο· ἀλλὰ καὶ οἱ τῶν οὐρανῶν δυνάμεις ἐσαλεύοντο, καὶ συντόμως εἰπεῖν τὸ πᾶν ἀνυπαρξίαν ἠπείλει βλέπον τὸν φέροντα τὰ πάντα ἐπὶ σταυροῦ κρεμάμενον.] ʹ. "Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐ τοῦ, ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ." Καὶ γὰρ ἀνθρωπείαν φύσιν ἀναλαβὼν, καὶ διὰ ταύτης τοῖς ἀνθρώποις ἐπιφανεὶς, τὰς τῆς οἰκείας μεγαλοπρεπείας ἐκπέμπει μαρμαρυγὰς, 80.1648 καὶ πάντας εἰς προσκύνησιν ἕλκει· Ἁγίασμα γὰρ αὐτοῦ τὸν ναὸν προσηγόρευσεν, ὃν ἀνείληφε. Τῆς δὲ ὡραιότητος ἐμνημόνευσεν ἤδη καὶ ἐν τῷ μδʹ ψαλμῷ· "Ὡραῖος γὰρ ἔφη κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων." ζʹ, ηʹ. "Ἐνέγκατε τῷ Κυρίῳ αἱ πατριαὶ τῶν ἐθ νῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν. Ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ." Προσ δράμετε τοίνυν ἅπαντες ἄνθρωποι τῷ σῶσαι βουλομένῳ ∆εσπότῃ, καὶ τὸ προσῆκον αὐτῷ προσ ενέγκαντες σέβας, καὶ τὸν εὐεργέτην τοῖς τοῦ σώ ματος ὀφθαλμοῖς οὐχ ὁρῶντες, τῷ ὀνόματι αὐτοῦ τὴν ὑμνῳδίαν προσοίσατε. "Ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐ λὰς αὐτοῦ. [θʹ] Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ·" Θυσίας λέγει τὰς λογικὰς, ἃς ὁρῶμεν διηνεκῶς ὑπὸ τῶν ἱερέων προσφερομένας καὶ ἱερουργουμένας. Καὶ τῶν αὐλῶν δὲ τὸ πλῆθος τὰς ἐκκλησίας δηλοῖ. Ἄλλως τε οὐδὲ Ἰουδαίοις τοῦτο προσέταξεν, ἵνα τις τὰς νομικὰς ὑποπτεύσῃ θυ σίας· ἀλλὰ ταῖς πατριαῖς τῶν ἐθνῶν, αἳ τὰς τῆς καινῆς διαθήκης θυσίας ἐν ταῖς ἐκκλησίαις προσ φέρουσι. Περὶ τούτων καὶ δι' ἑτέρου προφήτου προηγόρευσεν ὁ Θεὸς πρὸς Ἰουδαίους διαλεγόμε νος· "Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν μέγα ὄνομά μου ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ τὸ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά." -"Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ." ὁ δὲ Ἀκύλας, Ὠδινήσατε ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. Οὕτω δὴ καὶ ὁ Σύμμαχος. Ἔοικε δὲ ταῦτα τοῖς ὑπὸ τοῦ προφήτου Ἡσαΐου λεχθεῖσι, "∆ιὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς." Καὶ ἐνταῦθα τοίνυν ὁ προφητικὸς λόγος παρακελεύεται τοῖς ἔθνεσι δεξαμένοις τὰ σωτήρια σπέρματα, ὠδινῆσαι καὶ τεκεῖν τὴν εὐσέβειαν, καὶ σαλευθῆναι μὲν ἀπὸ τῆς προτέρας στάσεως, ἐν δὲ τοῖς θείοις ἐρεισθῆναί τε καὶ παγῆναι νόμοις. ιʹ. "Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασί λευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται." Κηρύξατε τοίνυν τοῦ Θεοῦ τῶν ὅλων τὴν βασιλείαν· ἢ τὴν οἰκουμένην 80.1649 πλανωμένην μετέβαλε, καὶ τῇδε κἀκεῖσε φερο μένην βεβαίαν ἀπέφηνεν. Οὕτω δὲ καὶ ὁ Σύμμα χος, Κύριος ἐβασίλευσε, καὶ ἔδρασε τὴν οἰκου μένην ἀπερίτρεπτον. ∆ῆλον μέντοι, ὡς αἰώ νιος ἡ τοῦ Θεοῦ βασιλεία· ἐδείχθη δὲ τηνικαῦτα διὰ τῆς τῶν πραγμάτων μεταβολῆς. "Κρινεῖ λαοὺς εὐ θύτητι." Ἐπειδὴ βασιλέα τὸν Θεὸν ἔδειξεν, εἰκότως καὶ κρίσεως