1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

222

δογματίσασα, ἀλλὰ τὰ τῶν ἁγίων καὶ μακαρίων πατέρων δόγματα ἀσάλευτα φυ463 λάξασα καὶ τὴν νέαν αἵρεσιν ἀποκηρύξασα τούς τε τρεῖς ψευδωνύμους πατριάρχας ἀναθεματίσασα, Ἀναστάσιον, φημί, καὶ Κωνσταντῖνον καὶ Νικήταν καὶ πάντας τοὺς ὁμόφρονας αὐτῶν. ἐγένετο δὲ ἡ πρώτη συνέλευσις καὶ καθέδρα τῶν ἐπισκόπων ἐν τῇ καθολικῇ ἁγίᾳ Σοφίᾳ τῆς Νικαίας μηνὶ Ὀκτωβρίῳ ιαʹ, ἰνδικτιῶνος ιαʹ. καὶ τῷ Νοεμβρίῳ μηνὶ εἰσῆλθον πάντες ἐν τῇ βασιλευούσῃ πόλει· καὶ προκαθίσαντες οἱ βασιλεῖς σὺν τοῖς ἐπισκόποις ἐν τῇ Μαγναύρᾳ, ὑπανεγνώσθη ὁ τόμος, καὶ ὑπέγραψεν ὅ τε βασιλεὺς καὶ ἡ μήτηρ αὐτοῦ κυρώσαντες τὴν εὐσέβειαν καὶ τὰ τῶν ἁγίων πατέρων ἀρχαῖα δόγματα, καὶ φιλοτιμησάμενοι τοὺς ἱερεῖς ἀπέλυσαν. καὶ εἰρήνευσεν ἡ τοῦ θεοῦ ἐκκλησία, εἰ καὶ ὁ ἐχθρὸς τὰ ἑαυτοῦ ζιζάνια ἐν τοῖς ἰδίοις ἐργάταις σπείρειν οὐ παύεται· ἀλλ' ἡ τοῦ θεοῦ ἐκκλησία πάντοτε πολεμουμένη νικᾷ. θʹ. δʹ. κʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐξῆλθε κοῦρσον τῶν Ἀράβων κατὰ Ῥωμανίαςμηνὶ Σεπτεμβρίῳ, καὶ εἰσῆλθεν εἰς τὸ τῶν ἀνατολικῶν θέμα, εἰς τόπον λεγόμενον Κοπιδνάδον. καὶ ἐπισυναχθέντες οἱ τῶν Ῥωμαίων στρατηγοὶ ἐπολέμησαν μετ' αὐτῶν, καὶ ἡττήθησαν, καὶ ἀπέθανον πολλοί, καὶ ἐκ τῶν ἐξορισθέντων δὲ σχολαρίων οὐκ ὀλίγοι· ἔπεσε δὲ καὶ ∆ιογένης, ὁ τῶν ἀνατολικῶν τουρμάρχης ἱκανός, καὶ τοῦ Ὀψικίου ἄρχοντες. λύσασα δὲ ἡ βασίλισσα Εἰρήνη τὴν πρὸς τοὺς Φράγγους συναλλαγὴν ἀπέλυσε Θεοφάνην τὸν πρωτοσπαθάριον, καὶ ἤγαγε κόρην ἐκ τῶν Ἀρμενιάκων ὀνόματι Μαρίαν ἀπὸ Ἀμνίας, καὶ ἔζευξεν αὐτὴν Κωνσταντίνῳ τῷ βασιλεῖ καὶ υἱῷ αὐτῆς, πολλὰ λυπουμένου αὐτοῦ καὶ μὴ θέλοντος διὰ τὴν πρὸς τὴν τοῦ Καρούλου θυγατέρα, τοῦ ῥηγὸς τῶν Φράγγων, σχέσιν, ἣν ἦν προμνηστευσάμενος. καὶ ἐπετέλεσαν τοὺς γάμους αὐτοῦ μηνὶ Νοεμβρίῳ, ἰνδικτιῶνος ιβʹ. Φιλητὸς δέ, ὁ τῆς Θρᾴκης στρατηγός, ἀπελθὼν ἐν τῷ Στρυ464 μῶνι καὶ ἀφυλάκτως ἀπληκεύσας, ἐπιπεσόντων αὐτῷ ἄφνω Βουλγάρων, ἀνῃρέθη ὑπ' αὐτῶν σὺν καὶ ἄλλοις πολλοῖς. ἀποστείλασα δὲ Εἰρήνη Ἰωάννην, τὸν σακελλάριον καὶ λογοθέτην τοῦ στρατιωτικοῦ, εἰς Λογγιβαρδίαν μετὰ καὶ Θεοδότου τοῦ ποτε ῥηγὸς τῆς μεγάλης Λογγιβαρδίας πρὸς τὸ εἰ δυνηθείη ἀμύνασθαι τὸν Κάρουλον, καὶ ἀποσπάσαι τινὰς ἐξ αὐτοῦ. καὶ κατῆλθον οὖν σὺν Θεοδώρῳ πατρικίῳ καὶ στρατηγῷ Σικελίας· καὶ πολέμου κροτηθέντος, ἐκρατήθη ὑπὸ τῶν Φράγγων ὁ αὐτὸς Ἰωάννης καὶ δεινῶς ἀνῃρέθη. ιʹ. εʹ. καʹ. ʹ. Τούτῳ τῷ ἔτει ἐκίνησεν ὁ διάβολος φθόνῳ τῆς εὐσεβείας τῶν βασιλέων ἀνθρώπους πονηρούς, καὶ συνέβαλον τὴν μητέρα κατὰ τοῦ υἱοῦ, καὶ τὸν υἱὸν κατὰ τῆς μητρός. ἔπεισαν γὰρ αὐτὴν ὡς ἐκ προγνωστικῶν πληροφορηθέντες, ὅτι "οὐκ ἔστιν ὡρισμένον παρὰ τῷ θεῷ κρατῆσαι τὸν υἱόν σου τὴν βασιλείαν, εἰ μὴ σή ἐστιν, ἐκ θεοῦ δεδομένη σοι." αὐτὴ δὲ ὡς γυνὴ ἐξαπατηθεῖσα, ἔχουσα δὲ καὶ τὸ φίλαρχον, ἐπληροφορήθη οὕτως εἶναι, καὶ οὐκ ἐλογίσατο, ὅτι αὐτοὶ θέλοντες διοικεῖν τὰ πράγματα τοῦτο προεφασίσαντο. τοῦ οὖν βασιλέως γεγονότος εἰκοσαετοῦς, ῥωμαλέου τε ὄντος καὶ ἱκανοῦ πάνυ, ἑώρα ἑαυτὸν μηδὲν ἐξουσιάζοντα· καὶ ἐλυπεῖτο βλέπων Σταυράκιον τὸν πατρίκιον καὶ λογοθέτην τὰ πάντα κατέχοντα, καὶ πάντας πρὸς αὐτὸν προερχομένους, [καὶ] μηδενὸς τολμῶντος τῷ βασιλεῖ συχνάσαι. καὶ βουλευσάμενος τοῖς οἰκείοις αὐτοῦ ἀνθρώποις, ὀλιγοστοῖς οὖσιν, καὶ Πέτρῳ μαγίστρῳ καὶ Θεοδώρῳ πατρικίῳ τῷ Καμουλιανῷ καὶ ∆αμιανῷ πατρικίῳ, ἐκύρωσε τοῦ πιάσαι αὐτὸν καὶ ἐξορίσαι ἐν Σικελίᾳ, καὶ κρατῆσαι αὐτὸν τὸ βασίλειον μετὰ τῆς ἰδίας μητρός. τῇ δὲ θʹ τοῦ Φεβρουαρίου μηνὸς τῆς ιγʹ ἰνδικτιῶνος σεισμὸς γέγονε φοβερώτατος, ὥστε μὴ τολμᾷν τινας ἐν οἴκῳ καθευδῆσαι, ἀλλὰ πάντας εἰς τοὺς κήπους καὶ τὰ ἐξάερα σκηνὰς ποιήσαντας διάγειν. ἡ δὲ βασίλισσα ἅμα τῷ υἱῷ αὐτῆς ἐξῆλθεν ἐν τῷ ἁγίῳ Μάμαντι. μηνυθείσης 465 δὲ τῷ Σταυρακίῳ τῆς προφάσεως ταύτης, συγκινεῖ τὴν Αὐγούσταν κατὰ τοῦ υἱοῦ, καὶ πιάσασα τοὺς ἀνθρώπους τοῦ βασιλέως, πάντας δείρασα καὶ κουρεύσασα σὺν Ἰωάννῃ τῷ