Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ ἡμεῖς αὐτοὶ, οὐκ ἄσταχυς εἷς, ἀλλ' ὡς δράγμα προσάγεται, τουτέστιν, ἐκ πολλῶν ἀσταχύων, δέσμη μία. Καί τι τὸ χρῆμά ἐστιν ἀναγκαῖον εἰς ὄνησιν, καὶ μυστηρίου τύπον ἀποπληροῦν. Εἷς μὲν γάρ ἐστιν Ἰησοῦς ὁ Χριστὸς, πλὴν ὡς ἐν εἴδει δράγματος πολλοστὸς νοεῖται, καὶ ἔστι, διὰ τὸ πάντας ἔχειν ἐν ἑαυτῷ τοὺς πιστεύοντας, καθ' ἕνωσιν δὲ δηλονότι τὴν πνευματικήν. Ἐπεὶ τίνα τρόπον ὁ μακάριος γράφει Παῦλος· Ὡς συνεγηγέρμεθά τε αὐτῷ, καὶ συνεκαθίσαμεν ἐν τοῖς ἐπουρανίοις. Ἐπειδὴ δέ ἐστι καθ' ἡμᾶς, σύσσωμοι γεγόναμεν αὐτῷ, καὶ τὴν πρὸς αὐτὸν ἑνότητα διὰ τοῦ σώματος πεπλουτήκαμεν. Ταύτῃτοί φαμεν, ὅτι πάντες ἐσμὲν ἐν αὐτῷ. Καὶ γοῦν αὐτός πού φησι πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· Θέλω, ὥσπερ ἐγὼ καὶ σὺ ἓν ἐσμὲν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν. Ὡς ἂν ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι. ∆ράγμα τοίνυν ὡς πάντας ἔχων ἐν ἑαυτῷ, καὶ ὑπὲρ πάντων ἀνακείμενος, καὶ ἀνθρωπότητος ἀπαρχὴ τετελειωμένης ἐν πίστει καὶ ὀφειλούσης ἤδη λοιπὸν εἰς τοὺς ἄνω καὶ ἐν οὐρανῷ κομίζεσθαι θησαυρούς. Προσκομίζεσθαι δὲ δεῖν τὸ δράγμα φησὶ τῇ ἐπαύριον τῆς πρώτης, ὅ ἐστι τῇ τρίτῃ. Ἀνεβίω γὰρ ἐκ νεκρῶν κατὰ τὴν τρίτην ἡμέραν, αὐτοῦ τε ἀναπεφοίτηκεν εἰς οὐρανὸν, εἰς τὴν σκηνὴν τὴν ἀληθινὴν, καὶ εἰς τὰ Ἅγια τῶν ἁγίων. Ἀλλ' ὥσπερ ἄρτος νοούμενος κατεσημαίνετο κἀν τῷ μόσχῳ τῷ πρὸς ὁλοκαύτωσιν καὶ εἰς ὀσμὴν εὐωδίας, καὶ μέν τοι καὶ ἐν χιμάρῳ τῶν ἀγνοημάτων παρεστηκότι· οὕτω δὴ πάλιν, καὶ εἰ δράγμα νοοῖτο τυχὸν, ἀλλ' ἔστιν αὐτὸς τὸ ἐνιαύσιον πρόβατον, τουτέστι τὸ τέλειον. Παντέλειος γὰρ καὶ ἀνενδεὴς ὁ Χριστὸς ἰδίᾳ φύσει. Ἔστι δὲ πρὸς τούτῳ καὶ ἄμωμος παντελῶς. Οὐ γὰρ ἔγνωκεν ἁμαρτίαν, οὐδ' ἔστι δόλος ἐν τῷ στόματι αὐτοῦ. Αὐτός τε ἡ σεμίδαλις ἡ λαμπρὰ, καὶ ἐλαιόδευτος, τουτέστιν, ἡ ὡς ἐν πιότητι καὶ ἱλαρότητι ζωή. Ζῶμεν γὰρ χαίροντες ἐν αὐτῷ διὰ τὴν ἀποκειμένην ἐλπίδα, καὶ τῇ τοῦ ἁγίου Πνεύματος καταρδευόμενοι χάριτι, κατὰ τὸ ἐν Ψαλμοῖς ἐκεῖνο, φαμέν· Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου. Γεγόναμεν γὰρ ἠλεημένοι, διὰ πίστεως ἐν Χριστῷ, ᾧ τρόπον τινὰ καὶ συνθυμιώμεθα δευτέραν ἔχοντες τάξιν· καθάπερ ἀμέλει τὰ καλούμενα χίδρα πρὸς τὴν ἐκείνου σεμίδαλιν. Χίδρα γὰρ εἶναί φαμεν, τὰ ἐξ ὀσπρίων ἄλευρα. Ὅτι γὰρ καὶ εἰ γέγονε καθ' ἡμᾶς οἰκονομικῶς, ὑπὲρ ἡμᾶς ὁ Χριστὸς νοοῖτ' ἂν εἰκότως, ἐνδοιάσειεν ἂν οὐδείς. Οὐκοῦν τιμιωτέρα μὲν ἀσυγκρίτως ἡ αὐτοῦ ζωή. Ἁγία γὰρ παντελῶς καὶ ἄμωμος. Ἐν μείοσι δὲ καὶ κατόπιν τὰ καθ' ἡμᾶς, καὶ ὡς ἐν τάξει χίδρων, ὡς πρός γε, φημὶ, τὴν ἀπὸ σίτου σεμίδαλιν. Ζωῆς δὲ τύπος σεμίδαλις. Πλὴν συναναφέρεται πρὸς τὸ θυσιαστήριον τὰ χίδρα τῇ σεμιδάλει. Συνθυμιώμεθα γὰρ, ὡς ἔφην, Χριστῷ, καὶ αὐτῷ πάντες εὐωδιάζομεν, καὶ ἐσμὲν σὺν αὐτῷ δεκτοὶ τῷ Θεῷ καὶ Πατρί. Καὶ οἱ Χριστὸν οὐκ ἕχοντες, οὐδ' ἄν εἰσιν ὅλως εἰς θυσίαν ἐπιτήδειοι· Χωρὶς γὰρ ἐμοῦ, φησὶν, οὐ δύνασθε ποιεῖν οὐδέν. 69.625 Νία δὲ, φησὶν, οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἀναφέρητε τὸ δράγμα. Οὔτε γὰρ ὁ τοῦ νόμου καιρὸς, οὔτε μὴν ὁ τῶν ἁγίων χορὸς προφητῶν τὴν νέαν εἶχε τροφὴν, τουτέστι, τὰ διὰ Χριστοῦ παιδεύματα, οὔτε μὴν αὐτὸν τὸν τῆς ἀνθρωπείας φύσεως ἀνακαινισμὸν, πλὴν ὡς ἐν μόνῃ προσαγορεύσει τυχόν. Ἐπειδὴ δὲ ἀνεβίω λοιπὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὡς ἐν τάξει δράγματος, τὴν τῆς ἀνθρωπότητος ἀπαρχὴν προσκεκόμικεν ἑαυτὸν τῷ Θεῷ καὶ Πατρὶ, τότε δὴ, τότε καὶ εἰς νέαν ὥσπερ ζωὴν μεταστοιχειούμεθα. Πολιτευόμεθα γὰρ εὐαγγελικῶς, Οὐκ ἐν παλαιότητι γράμματος, ἀλλ' ἐν καινότητι Πνεύματος· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τῆς δαμάλεως τῆς πυῤῥᾶς, τῆς κατακαείσης ἔξω τῆς παρεμβολῆς. αʹ. Ἀλλὰ μέν που καί φησιν ὁ θεσπέσιος ∆αβίδ· Τί ἀποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Πρέποι δ' ἂν μάλιστα καὶ ἡμῖν αὐτοῖς ἡ τοιάδε φωνή. Τί γὰρ ἔσται τὸ παρ' ἡμῖν ἰσοστάσιον τῷ Θεῷ καὶ Πατρί; ∆έδωκε γὰρ ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱὸν, ἵνα πᾶς ὁ πιστεύσας εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον· μονονουχὶ καὶ τῆς αὐτῷ πρεπούσης ἀφειδήσας φιλοστοργίας. ∆έδωκε γὰρ