σφοδρὸς ἐλαύνει ἄνεμος. ἄλλως γὰρ οὐ πάνυ προσφυὴς ἡ λέξις νιφάδι ἠρέμα κατιούσῃ. (ῃ. 171) Αἰθρηγενὴς δὲ καὶ αἰθρηγενέτης Βορρᾶς ἢ διότι αἶθρον γίνεσθαι ποιεῖ, αἶθρος δὲ τὸ ψύχος, ὡς τὸ «αἴθρῳ καὶ καμάτῳ δεδμημένος», ἢ καὶ ἀπὸ τοῦ πλεονάζοντος, ὁ αἰθρίαν ποιῶν ἐν τῷ διασκιδνάναι τὰ καθ' ἡμᾶς ἐκ Νότου νέφη, εἰ καὶ ἄλλως ἐκ νεφέων κατάγων ποτὲ νιφάδα καὶ χάλαζαν τὸν ῥηθέντα αἶθρον ποιεῖ. (ῃ. 172) Τοῦ δὲ «ἔπτατο» ἐστὶ καὶ μέσος δεύτερος ἀόριστος ἐπτόμην, ὅθεν τὸ πτέσθαι, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. ἀμφοῖν δὲ δοκεῖ ἐκγενέσθαι τὸ «ἐὰν πτῶμαι», ὅ ἐστι πετάσω, οὗ τρίτον τὸ «πτῆται νιφάς». (ῃ. 174 ς.) Ὅτι καὶ τὸ «ἀγγελίην τινά τοι ἦλθον δεῦρο φέρουσα» συγχέει τὴν παρασημείωσιν τοῦ ἐπὶ ἀψύχων φορτίων τὸ φέρειν λέγεσθαι. Ἐκ δὲ τοῦ Ὁμηρικοῦ τούτου τόπου τὴν ἀγγελιαφόρον οἱ ὕστερον συνέθεντο. [Περιπέφρασται δὲ τὸ «ἀγγελίην τινά τοι ἦλθον φέρουσα» ἀντὶ τοῦ ἀγγελῶ τί σοι, 3.717 τουτέστι λόγῳ προφορικῷ ἐρῶ, ἐξ οὗ καὶ Ἶρος καὶ Ἶρις, ὡς δεδήλωται.] (ῃ. 176 ς.) Ὅτι εἰρηνικὸν τὸ «παυσάμενόν σε κέλευσε μάχης ἠδὲ πολέμοιο ἔρχεσθαι μετὰ φῦλα» τῶν δεῖνα, (ῃ. 179) ἀνάπαλιν δὲ τὸ «ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίζων ἐνθάδ' ἐλεύσεσθαι». Ὅτι ὁ Ποσειδῶν μὴ ἔχων ἀρνεῖσθαι τὸ βίῃ φέρτερον καὶ γενεῇ πρότερον αὐτοῦ εἶναι τὸν ∆ία, ὃ διὰ τῆς Ἴριδος αὐτῷ ἠγγέλθη, προβάλλεται κατὰ τῆς βίας τὸ τῆς φύσεως καὶ τοῦ γένους ὁμότιμον, εἶτα καὶ αὐτὸ τὸ δίκαιον προϊσχόμενος ἐκτίθεται τὸν ἀδελφικὸν λαχμόν, καθ' ὃν κλῆρον τὰ κατὰ κόσμον ἔλαχον οὗτός τε καὶ ὁ Ζεὺς καὶ ὁ Ἅιδης, ἐξ οὗ διδάσκει δέον εἶναι δι' ἀταραξίαν καὶ ὁμονοητικὴν εὔνοιαν κλήρῳ γίνεσθαι τὰς διανομάς, καὶ μηδένα τῆς εὐκληρίας, ἤτοι τῆς περὶ τὸν κλῆρον εὐτυχίας, φθονεῖν. (ῃ. 185 ς.) Εἰσὶ δὲ ἃ λέγει ὁ Ποσειδῶν τοιαῦτα «ὢ πόποι, ἦ ῥα», ἤγουν ὄντως δή, «ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν, εἴ μ' ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει», ὃ δὴ παντὶ συγγενεῖ οἰκεῖον εἰπεῖν καθ' ἑταίρου βιαίου συγγενοῦς. (ῃ. 187-99) Εἶτα ἐπάγει δικαιολογικῶς τὸ «τρεῖς γάρ τ' ἐκ Κρόνου εἰμέν», ἤγουν ἐσμέν, «ἀδελφεοί, οὓς τέκετο Ῥέα, Ζεὺς καὶ ἐγώ, τρίτατος δ' Ἀΐδης ἐνέροισιν ἀνάσσων, τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ' ἔμμορε τιμῆς. ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεί, παλλομένων, Ἀΐδης δ' ἔλαχε ζόφον ἠερόεντα, Ζεὺς δ' ἔλαχ' οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι. γαῖα δ' ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος. τῷ ῥα», ἤγουν διό, «καὶ οὔ τι ∆ιὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος, καὶ κρατερός περ ἐών, μενέτω τριτάτῃ ἐνὶ μοίρῃ. χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω· θυγατέρεσσιν γάρ κε καὶ υἱάσι κέρδιον», ἢ βέλτερον, «εἴη ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν, οὓς τέκεν αὐτός, οἳ ἕθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ». καὶ τοιαῦτα μὲν ὁ Ποσειδῶν. (ῃ. 0-3) Ἐπεὶ δὲ ὁ λόγος δριμὺς ἔν τε τῷ «ὑπέροπλον ἔειπε», καὶ ἐν τοῖς μετὰ τὸ λάχος, ἐρωτᾷ ἡ μυθικὴ Ἶρις «οὕτω γὰρ δή τοι, γαιήοχε, τόνδε φέρω ∆ιῒ μῦθον, ἀπηνέα τε κρατερόν τε, ἤ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν», οἱονεὶ λέγουσα ὡς, εἰ μὲν ἀγγείλω τὰ ἀληθῆ, τραχεῖς οἱ λόγοι, εἰ δ' αὐτὴ ἐγὼ παρατρέψω πρὸς τὸ ἱλαρώτερον, ψευδαγγέλου τοῦτό γε. οὐ χρὴ δέ, ὡς καὶ ὁ Ζεὺς παρῄνεσέ μοι, ψευδάγγελον εἶναι. (ῃ. 4) Εἶτα καὶ ἐκφοβοῦσα γοργῶς καὶ σεμνῶς ἐπάγει «οἶσθα ὡς πρεσβυτέροισιν 3.718 Ἐριννύες αἰὲν ἕπονται». (ῃ. 6-17) Καὶ ὁ Ποσειδῶν ἑαυτοῦ γενόμενος καὶ τὴν Ἶριν ἀποδεξάμενος ὡς μάλα τοῦτο ἔπος νημερτὲς ἢ κατὰ μοῖραν εἰποῦσαν, καὶ εἰπὼν γνωμικῶς, ὅτι «ἐσθλὸν καὶ τὸ τέτυκται», ἤγουν ἀγαθὸν καὶ τοῦτό ἐστιν, «ὅτ' ἄγγελος αἴσιμα εἰδῇ», μεταστρέφεται καί φησιν «ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει, ὅπποτ' ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν. ἀλλὰ νῦν μὲν νεμεσσηθεὶς ὑποείξω, ἄλλο δέ τοι ἐρέω καὶ ἀπειλήσω τό γε θυμῷ· αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος Ἰλίου αἰπεινηπεφιδήσεται, οὐδ' ἐθελήσῃ ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν, ἴστω τοῦθ' ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται». Καὶ ὅρα ὅπως ὁ Ποσειδῶν ἐπὶ τοσοῦτον τρέπει τὸν λόγον εἰς τὸ μαλακώτερον, οὐχ' οὕτω διὰ