223
καὶ βασιλέως ἡ νέου στεφηφορία τελεσθῇ. οὕτω γὰρ ἐδέδοκτο ἡμῖν. ἅμα δὲ ἦρι ἀρχομένῳ τῶν τε τριήρεων πρὸς τὸν πλοῦν οὐσῶν παρεσκευασμένων καὶ τῆς στρατιᾶς ἁπάσης, ἐξ ἠπείρου τε ἅμα καὶ θαλάσσης προσβαλοῦμεν τῇ Πελοποννήσῳ. οὐ γὰρ μικρὰ προσθήκη γενήσεται Ῥωμαίοις, ἂν ὑπαγαγώμεθα ἐκείνους. ὁδοῦ δὲ πάρεργον καὶ τοὺς τῆς Ἰωνίας διερευνησάμενοι ναυστάθμους καὶ ποταμοὺς, ἐν οἷς οἱ Πέρσαι τὰς σφετέρας αὐτῶν προσορμίζουσι ναῦς, καὶ καταφλέξαντες πυρὶ, οὕτω γὰρ Ἀλησέρῃ τῷ Κοτυαείου σατράπῃ καὶ ἐμοὶ συντέθειται, ἐκ τῆς ἠπείρου παραβοηθοῦντι ἅμα στρατιᾷ πεζῇ τε καὶ ἱππικῇ, καὶ τῆς ἐξ ἐκείνων ἀπαλλαγέντες λύμης καὶ φροντίδος, πρὸς τὸν προκείμενον βαδιούμεθα ἀγῶνα, πάντα τὰ οἴκοι καταστήσαντες καλῶς.» τοιαῦτα τοῦ μεγάλου βουλευσαμένου δομεστίκου, ἐπεὶ καὶ τοῖς ἄλλοις συνεδόκει καὶ ἐπῄνουν τὴν βουλὴν, πρὸς μὲν τὸν τῶν Τριβαλῶν ἄρχοντα πρέσβεις ᾑροῦντο αὐτίκα. οἳ καὶ παραγενόμενοι καὶ διαλεχθέντες περὶ εἰρήνης, ἔπεισάν τε διαλύσασθαι καὶ ἔθεντο σπονδὰς κατὰ τὰς οὔσας πρίν. ὁ μέγας δὲ δομέστικος ἀθροίζεσθαι κελεύσας τὴν στρατιὰν, αὐτὸς ᾔει εἰς Βυζάντιον. ἐπεὶ δὲ ἐγένετο ἐγγὺς, οἱ Βυζαντίῳ παρόντες τῶν συγκλητικῶν εἰς ὑπάντησιν 2.83 ἐξελθόντες, ἠσπάζοντο τῶν ἵππων ἀποβάντες. ὁ δὲ ἐπέπληττεν αὐτοῖς ὡς οὐ προσήκοντα ποιοῦσιν· ἔπειτα εἰς τὰ βασίλεια ἐλθὼν, ἠσπάζετό τε βασιλίδα καὶ παρεμυθεῖτο λόγοις, οὐκ ἀλγοῦσαν μόνον ὑπὸ τῶν συμφορῶν, ἀλλὰ καὶ τὸ σῶμα νοσηλευομένην. καὶ διηγησάμενος, ὅσα τε πράξειε πρὸς ∆ιδυμότειχον ἐλθὼν, καὶ ὅσα τοῖς ἐκ Πελοποννήσου πρέσβεσιν ἐπαγγείλαιτο, οἷά τε διανοοῖτο περί τε ἐκείνων καὶ περὶ τῶν ἄλλων πράττειν, μεγάλα τε ἐλπίζειν παρῄνει καὶ αὐτῷ θαῤῥεῖν, ὡς ὑπὲρ ὠφελείας αὐτῆς τε καὶ παίδων καὶ τοῦ κοινοῦ Ῥωμαίων, οὔτε σώματος, οὔτε χρημάτων φεισομένῳ, ἀλλὰ πᾶσαν ἐπιδειξομένῳ καὶ σπουδὴν καὶ προθυμίαν. νῦν μὲν γὰρ οὐ ῥᾴδιον εἶναι, λόγοις τήν τε στρατιᾶς ἐπίδοσιν καὶ τῶν προσόδων τῶν κοινῶν ἀποδεικνύειν· ἔαρος δὲ γενομένου, εἰ ἐν ζῶσιν εἴη, οὐ λόγων δεήσεσθαι πρὸς τὴν ἀπόδειξιν, ἐξ αὐτῶν τῶν ἔργων φανερᾶς τῆς ὠφελείας γινομένης. ἔπειτα καὶ περὶ ὧν ἥκει κοινωσάμενος, ὡς καὶ αὐτῇ συμφέροντα ἐδόκει καὶ ἐπεψήφιζε τὴν βουλὴν, ἔργου εἴχετο καὶ διῴκει πάντα, ᾗ βεβούλευτο. ιγʹ. Ὀλίγῳ δὲ ὕστερον ἐξ ἐκείνης τῆς ἡμέρας ἐν βασιλείοις αὐτοῦ τῇ βασιλίδι διαλεγομένου περὶ τῶν κοινῶν καὶ κοινῇ βουλευομένων περὶ ὧν ἂν δέοι πράττειν, θροῦς ἔξωθεν ἠκούετο καὶ βοὴ περὶ τὰ βασίλεια συμμιγής. ἐρομένης δὲ τῆς βασιλίδος πρὸς αὐτὸν, τί ἂν εἴη ταῦτα, σαφὲς μὲν οὐδὲν εἰδέναι ἔφασκεν· οἴεσθαι δὲ, πρὸς τὴν δίκην τινῶν ἀλλήλοις 2.84 ἀντιλεγόντων, τὸν θόρυβον γίνεσθαι τουτονί. διϊσχυρίζετο δὲ καὶ ὕστερον, οὐδὲν ἄλλο οἰηθῆναι τὴν ἀρχήν· οὐδὲ γὰρ οὐδ' αὐτός τι ᾔδει τῶν γιγνομένων. ἔπειτα ὡς μείζων ἦν ὁ θόρυβος καὶ παρετείνετο ἐπιπολὺ, νομίσας καὶ αὐτὸς νεώτερόν τι εἶναι, ἀναστὰς ἐξῄει μαθεῖν ἐθέλων τῶν γινομένων τὴν αἰτίαν. ὁρᾷ δὲ τῶν βασιλείων τὴν αὐλὴν πλήθουσαν ἀνδρῶν, οἳ ἦσαν οὐ τοῦ στρατιωτικοῦ καταλόγου μόνον, ἀλλὰ καὶ τῶν ἐπ' εὐγενείᾳ λαμπρυνομένων νέων, καὶ τὸν πατριάρχην ἐν μέσοις αὐτοῖς ἑστῶτα καὶ λογομαχοῦντα πρὸς αὐτοὺς διαφερομένους. αἰτία δὲ τῆς διαφορᾶς ἦν, ὅτι δὴ ἠξίουν μείζονος τιμῆς τὸν μέγαν δομέστικον δίκαιον τυγχάνειν εἶναι καὶ μὴ τοῖς πολλοῖς ὁμοίως πεζῇ τῶν βασιλείων εἰσιέναι τὴν αὐλήν· ὃς οὐ μόνον νῦν τῶν ὅλων πραγμάτων ἔχει τὴν ἀρχὴν, ἀλλὰ καὶ, βασιλέως περιόντος, παραδυναστεύων ἦν καὶ πολλάκις ὑπ' ἐκείνου προσκεκλημένος πρὸς τὴν βασιλείας κοινωνίαν. ἐν αἰτίαις τε τὸν πατριάρχην διὰ ταῦτα ἐποιοῦντο, ὅτι δὴ περιορῴη καὶ μὴ βασιλίδι παραινοίη τὰ προσήκοντα. ταῦτα δὴ αὐτοῖς ἐλέγετο, οὐ πᾶσιν ὁμοίας ἔχουσι τὰς γνώμας. ἀλλ' οἷς μὲν εὔνοια πρὸς ἐκεῖνον ἦν, ἐσπουδάζετό τε ἀληθῶς ὁμοίως καὶ ἐλέγετο, οἱ δ' ἐθεράπευον τὸν καιρὸν καὶ τὴν μεγάλου δομεστίκου δύναμιν· ἦσαν δὲ οἳ καὶ δυσχεραίνοντες πρὸς τοὺς λόγους καὶ ἡδέως ἂν κωλύσοντες, εἰ ἐξῆν, ὅμως ὑπὸ δέους συμφωνεῖν ἐδόκουν τοῖς πολλοῖς, οἰόμενοι, ἐκείνου συνειδότος καὶ