223
καὶ τέκνων, καὶ καταλείψειν τὴν πόλιν αὐτῷ. ἠγανάκτησε πρὸς ταῦτα ὁ Τίτος, καὶ μήτε αὐτομολεῖν ετι τινὰ σφῶν ἐκέλευσε μήτε δεξιᾶς ἐλπίζειν τυχεῖν, φείσεσθαι γὰρ οὐδενός, μάχεσθαι δὲ καὶ σώζειν ὡς δύναιντο ἑαυτούς. τοῖς δὲ στρατιώταις ἐμπιπρᾶν τὴν πόλιν καὶ διαρπάζειν ἐκέλευσεν· οἱ δὲ τὸ πῦρ ἐνίεσαν πανταχοῦ. οἱ στασιασταὶ δὲ ἐπὶ τὴν βασιλικὴν οἰκίαν ὁρμήσαντες, εἰς ην δι' ὀχυρότητα πολλοὶ τὰς κτήσεις ἀπέθεντο, τούς τε ̔Ρωμαίους ἀπ' αὐτῆς τρέπονται καὶ τὸ συνηθροισμένον αὐτόθι τοῦ δήμου πᾶν φονεύσαντες, εἰς ὀκτακισχιλίους καὶ τετρακοσίους ἀριθμουμένους, τὰ χρήματα διήρπασαν. τῇ δ' ἑξῆς ̔Ρωμαῖοι τρεψάμενοι τοὺς λῃστὰς ἐκ τῆς κάτω πόλεως, τὰ μέχρι τοῦ Σιλωὰμ πάντα ἐνέπρησαν. καιομένην δὲ τὴν πόλιν ὁρῶντες οἱ στασιασταί, ἱλαροῖς τοῖς προσώποις ευθυμοι τὴν τελευτὴν προσδέ2.71 χεσθαι ελεγον. ουτε δὲ παραδοῦναι ἑαυτοὺς ὑπέμενον ουτε πολεμεῖν ̔Ρωμαίοις οιοί τε ησαν, σκιδνάμενοι δὲ κατὰ τὰ εμπροσθεν τῆς πόλεως, ει τινας αὐτομολεῖν ἐθέλοντας ευρισκον, ἀπέσφαττον. καὶ οὐδεὶς ἐν τῇ πόλει τόπος γεγύμνωτο, ἀλλ' απας η λιμοῦ νεκρὸν ειχεν η στάσεως. εθαλπε δὲ τούς τε τυράννους καὶ τὸ σὺν αὐτοῖς λῃστρικὸν ἐλπὶς ἐσχάτη τῶν ὑπονόμων, εἰς ους εἰ καταφύγοιεν, οὐ προσεδόκων ἐρευνηθήσεσθαι· ἀναζευξάντων δὲ τῶν ̔Ρωμαίων ἐθάρρουν προελθεῖν τε καὶ ἀποδρᾶναι. τὸ δὲ ην αρα ονειρος· ουτε γὰρ τὸν θεὸν ουτε ̔Ρωμαίους λήσειν εμελλον. ην δὲ καὶ πρὸς ἀλλήλους ἐν ταῖς ἁρπαγαῖς πόλεμος αὐτοῖς. Καῖσαρ δέ, ὡς ἀμήχανον ην τὴν ανω πόλιν ἑλεῖν χωμάτων ατερ, ουσαν περίκρημνον, διανέμει τοῖς εργοις τὴν δύναμιν. Κατὰ ταύτας ουν τὰς ἡμέρας οἱ τῶν ̓Ιδουμαίων ἡγεμόνες πέμψαντες ανδρας πέντε πρὸς Τίτον ἱκέτευον δοῦναι αὐτοῖς δεξιάν. ὁ δὲ καὶ τοὺς τυράννους ἐνδώσειν ἐλπίσας ἀποσπασθέντων τῶν ̓Ιδουμαίων κατανεύει τὴν σωτηρίαν αὐτοῖς. καὶ ὁ Σίμων γνοὺς τὴν γνώμην αὐτῶν, τοὺς μὲν πέντε τοὺς ἐντυχόντας τῷ Τίτῳ αὐτίκα ἀναιρεῖ, τοὺς δ' ἡγεμόνας συλλαβὼν ειργνυσιν· ̓Ιδουμαίους δὲ οὐκ ἀφυλάκτους ειχε, καὶ τὸ τεῖχος φρουραῖς ἐπιμελεστέραις διελάμβανε διὰ τοὺς αὐτομολοῦντας. πολλῶν δὲ φονευομένων, πλείους ησαν οἱ διαφεύγοντες. ἐδέχοντο δὲ οἱ ̔Ρωμαῖοι πάντας κόρῳ τοῦ κτείνειν καὶ κέρδους ἐλπίδι. τοὺς γὰρ δημοτικοὺς ἐῶντες μόνους τοὺς αλλους ἐπώλουν σὺν γυναιξὶ καὶ τέκνοις, ἐλαχίστης τιμῆς εκαστον, διὰ πλῆθος τῶν πωλουμένων καὶ ὀλι2.72 γότητα τῶν ὠνουμένων. καὶ τῶν μὲν ἀπεμποληθέντων απειρόν τι πλῆθος ην, οἱ δημοτικοὶ δὲ διεσώθησαν ὑπὲρ τετρακισμυρίους. τῶν ἱερέων δέ τις ονομα ̓Ιησοῦς, λαβὼν περὶ σωτηρίας ορκον ωστε τινὰ παραδοῦναι τῶν κειμηλίων, εξεισι καὶ παραδίδωσι λυχνίας δύο τράπεζάν τε καὶ κρατῆρας καὶ φιάλας, πάντα ὁλόχρυσα, καὶ τὰ καταπετάσματα καὶ τὰ τῶν ἀρχιερέων ἐνδύματα καὶ πολλὰ τῶν σκευῶν ετερα. ὁ δέ γε γαζοφύλαξ τοῦ ἱεροῦ Φινεὲς συλληφθεὶς τούς τε χιτῶνας καὶ τὰς ζώνας τῶν ἀρχιερέων ὑπέδειξε καὶ τῶν αλλων κειμηλίων πολλά. Συντετελεσμένων δὲ ηδη τῶν χωμάτων προσῆγον οἱ ̔Ρωμαῖοι τῷ τείχει τὰς μηχανάς. τῶν δὲ στασιαστῶν οἱ μὲν ἀνεχώρουν εἰς τὴν ακραν, οἱ δ' ἐγκατεδύοντο τοῖς ὑπονόμοις, πολλοὶ δὲ καὶ ἠμύνοντο. ὡς δὲ περιερράγη μέρος τοῦ τείχους, δέος καὶ τοῖς τυράννοις ἐμπίπτει, καὶ μετέωροι πρὸς φυγὴν ησαν. ἐπεὶ δὲ τοὺς μὲν πάλαι πιστοὺς οὐκ ειχον, ἐσκεδάσθησαν γάρ, οἱ δὲ πολέμιοι πλησίον ειναι ἠγγέλλοντο, ἐπὶ στόμα πεσόντες ἀνῴμωξαν τὴν ἑαυτῶν φρενοβλάβειαν, κἀκ τῶν πύργων ἑκόντες κατέβησαν, ἀφ' ων βίᾳ μὲν οὐδέποτε ἁλῶναι ἠδύναντο, λιμῷ δὲ μόνῳ, καὶ εἰς τὴν Σιλωὰμ φάραγγα καταφεύγουσιν, ειτα κατέδυσαν εἰς τοὺς ὑπονόμους. ̔Ρωμαῖοι δὲ τῶν τειχῶν κρατήσαντες ἀναιμωτί, τοὺς καταλαμβανομένους ἐφόνευον καὶ τὰς οἰκίας ὑφῆπτον. ἐπαύσαντο δὲ πρὸς ἑσπέραν. τῇ δ' ἐπιούσῃ παρελθὼν ὁ Τίτος εισω, τῆς τε ὀχυρότητος τὴν πόλιν καὶ τῶν πύργων ἐθαύμασε, καὶ Σὺν θεῷ ἐπολεμήσαμεν, εφη, καὶ θεὸς ην ὁ τῶνδε τῶν ἐρυμάτων ̓Ιουδαίους καθελών. τὴν αλλην τε πόλιν ἀφανίζων καὶ τὰ τείχη κατασκάπτων τούτους τοὺς πύργους κατέλιπε μνημεῖον