223
γενόμενοι θυμοῦ καὶ χειρῶν κύριοι. ̔Ηβήσασ. ἡλικιωθείς. καὶ ἡβῆσαι, οταν παραλαμβάνωσιν υἱοὶ τὸν πατρῷον κλῆρον. ̓Ηβολεῖν. τὸ ἀργεῖν. ̓Ηβουλόμην. οἱ πολλοί. ἐβουλόμην δὲ ὡς ̓Αττικώτερον. ̔Ηβυλλιῶσαι. ἀκμάζουσαι τὴν ἡλικίαν. ̓Αριστοφάνης· -ὀρχηστρίδες ̔Ηβυλλιῶσαι κᾳρτι παρατετιλμέναι- τὰς τρίχας. αἱ γὰρ μελλόνυμφοι ετιλλον τὰς τρίχας. ̔Ηβῷμαι· ἡβῷμι· ἡβώοιμι. ἀντὶ τοῦ αὐξάνοιμι. εὐκτικά. ̔Ηβώωσα. ἀκμάζουσα. ( ̓Επίῤῥημα.) ̔Ηβηδόν. κατὰ τάξιν. καθ' ἡλικίαν. ἡβηδὸν απαντας κατέσφαξαν. καὶ ἀντὶ τοῦ ἀθρόον. eta.973 Τὸ Η μετὰ τοῦ Γ. ( ̓Αρσενικόν.) ̔Ηγέτησ. ὁ ἡγεμών. ̔Ηγεμών. ὁ τῆς ὁδοῦ ἡγούμενος. Ξενοφῶν· καὶ τὸν ἡγεμόνα δήσαντες παραδιδόασιν αὐτοῖς. ̔Ηγεμὼν συμμορίασ. ∆ημοσθένης. ὁ προέχων πλούτου καὶ διὰ τοῦτο τῶν αλλων ἡγεμονεύειν ἐπειλημμένος. ̔Ηγήτορεσ. οἱ ἡγεμόνες. (Θηλυκόν.) ̓Ηγαθέη. ἡ αγαν θεία καὶ θαυμαστή. ̓Ηγαλλέη. θεραπευτική. ἀπὸ τοῦ ἀγάλλω. ̔Ηγεσίαισ. ὁδηγίαις. οἱ μάγοι ἡγεμονίαις. ̔Ηγητορία. ἡ ἡγεμονία. ἡγουμενεία δὲ δίφθογγον. λέγει δὲ καὶ ὁ Ψελλός· ἡγητορία πέφυκε τῶν σύκων ἡ παλάθη. παλάθη δὲ λέγεται ἡ μάζα τῶν σύκων. (Οὐδέτερον.) ̔Ηγεμονικόν. ὁ νοῦς. η τὸ κυριώτατον τῆς ψυχῆς, ἐν ῳ αἱ φαντασίαι καὶ αἱ ὁρμαὶ γίνονται, καὶ οθεν ὁ λόγος ἀναπέμπεται. καί· πνεύματι ἡγεμονικῷ στήριξόν με. τὸν αὐτοκράτορα λογισμὸν φησὶν ὁ ∆αβίδ. Ηγημα. βουλή· γνώμη παρὰ τῷ προφήτῃ ειρηται. eta.974 Ηγαλλεν. ἐθεράπευεν. οτι τὸ θεῖον ἀκριβῶς ηγαλλεν. κέχρηται δὲ τῇ λέξει ταύτῃ αλλοι τὲ καὶ Εὐνόμιος ὁ δυσσεβὴς, ὁ δὲ ∆ίων πολλάκις. ̓Ηγάσαντο. ἐθαύμασαν. καί· ἠγάσθη τοῦ ἀνδρὸς ὁ Καῖσαρ καὶ εσχε σύμμαχον. Ηγεν. ἐτέλει. ὁ δὲ ̓Ιουλιανὸς ἐν Πέρσαις ων γυμνικοὺς ἀγῶνας ηγε. καὶ ἀντὶ τοῦ εφερεν. η ᾐχμαλώτιζε καὶ κατέτρεχεν. ὁ δὲ ἐκεῖθεν ὁρμώμενος ηγε καὶ εφερε τοῖς ὑπ' ἐκείνῳ οὐκ ὀλίγην, καὶ αὐτὸς οὐδαμῆ ην αὐτῷ ἁλώσιμος. ̔Ηγεμονεύω. διοικῶ. ̓Ηγερέθοντο. συνηθροίζοντο. ἀγείρω, ἀγερῶ, ἀγερέθω, ἠγερέθοντο. καὶ ἀγερέω, ἀγερῶ. ̓Ηγερέεσθαι. ἀθροίζεσθαι. Ηγερθεν. ἐγείρω, ὁ παρακείμενος ηγερκα, ὁ παθητικὸς ηγερμαι, ὁ ἀόριστος δεύτερος ἠγέρθην, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ηγερθεν. Ηγειρα. παρώξυνα. ̔Ηγείσθην. ἀντὶ τοῦ ἡγοῦντο. ̓Ηγμένουσ. ἀγομένους. καὶ ἀντὶ τοῦ πεπαιδευμένους· ἀγωγὴ γὰρ ἡ παίδευσις. ̓Ηγγέλη. ἀπηγγέλη. ̓Ηγηλάζω. αγω, ὁδηγῶ. ἐπιμελοῦμαι. Ομηρος· καὶ σὺ κακὸν μόρον ἠγηλάζεις. eta.975 ̓Ηγόμην. ἐφερόμην, η ἐτρεφόμην, η ἐτύγχανον. ̓Ηγορόωντο. ἐδημηγόρουν. ̔Ηγοῦμαι. νομίζω. Ηγρετο. ἠγέρθη. ̓Ηγροικισάμην. κακῶς ἐφθεγξάμην. ̓Ηγρίωσαι. ἀντὶ τοῦ σκληρύνῃ. Ηγαγον. ὁ δεύτερος ἀόριστος αγον καὶ κατὰ ἀναδιπλασιασμὸν αγαγον καὶ ηγαγον. Τὸ Η μετὰ τοῦ ∆. ( ̓Αρσενικόν.) ̔Ηδέσιν. εὐφραντοῖς. ̔Ηδίων. εὐφραντός. ̔Ηδυεπήσ. γλυκὺς ἐν τῷ λέγειν. ̔Ηδυπαθήσ. φιλήδονος. ̔Ηδύσ. εὐφραντὸς, καὶ ὁ εὐήθης· ἐκάλουν δὲ ουτω καὶ τοὺς ὑπομώρους. ̔Ηδύοσμοσ. ειδος βοτάνης. Ηδυμοσ. γλυκύς. ἀπὸ τοῦ νήδυμον, η ἀπὸ τοῦ ἡδὺς ηδυμος, ὡς παρ' ̓Επιχάρμῳ· αμα τὲ λόγων ἀκούσας ἡδύμων. τὸ συγκριτικὸν ἡδυμότερος, καὶ ἰωνικῶς ἡδυμέστερος, ὡς ἀνιηρέστερος. ̓Ηδωνοί. εθνος, η Μακεδόνες. ̔Ηδύσ. ὁ εὐφραντός. παρὰ τὸ ηδω τὸ εὐφραίνομαι. τὰ διὰ τοῦ ˉεˉιˉδˉω ῥήματα διὰ τῆς ει διφθόγγου γράφεται, οιον ειδω τὸ ὁμοιῶ, καὶ ει τι ομοιον· πλὴν τοῦ ηδω, μήδω, κήδω. eta.976 (Θηλυκόν.) Ηι δ' αν ἡμέρα. ἀντὶ τοῦ, ῃτινι αν. Ηδε. ἀντὶ τοῦ αυτη. καὶ ἠδὲ ἀντὶ τοῦ καί. ̔Ηδεῖα. εὐφραντὴ, ἐρασμία. ̔Ηδονή. εὐφροσύνη. ̔Ηδονῆς ἀκρότησ. τὸ πρὸς λύπην αμικτον. ἡδονὴ δέ ἐστι λεία κίνησις· πόνος δὲ τραχεῖα κίνησις. η ἡδονή ἐστι κίνησις ψυχῆς ὀξεῖα ἐκ μνήμης γινομένη. ἡδονὴ θεῖα ἐστὶν ἡ ἐπὶ τοῖς θείοις χαρίσμασι τοῦ νοῦ θελητικὴ ἐνέργεια καὶ εὐφροσύνη ἐπίμονος. ειρηται δὲ παρὰ τὸ δονῶ, δονὴ, ἡ δονοῦσα καὶ συγχέουσα τὴν ψυχὴν, καὶ πλεονασμῷ τοῦ ˉη ἡδονή. η παρὰ τὸ ηδω ἡδονή· ὡς φλέγω φλεγμονή· πλήθω πληγμονή. ̔Ηδυπάθεια. φιληδονία, πορνεία. ̓Ηδωνίσ. χώρα ουτως καλουμένη, ητις ἐστὶ κατὰ τὴν Θρᾴκην. (Οὐδέτερον.) ̔Ηδέσιν. γλυκέσιν. Ηδιστα. εὐφραντά. Ηδιον. εὐφραντόν. καὶ ἡδίω τὰ εὐφραντά. Ηδοσ. τὸ οφελος. τὰ εἰς ˉοˉς