223
ἐμποιῆσαι τοῖς ἀκολάστοις, τί ἐροῦσιν, ἢ τί ἀπολογήσονται; Οὐχ ὡς διὰ τοῦτο ἐμβλέψαντες, ἵνα τὰς ἐπιθυμίας ἐγείρωσιν; Οὐκοῦν ὑπόδικοί εἰσι κατὰ τὴν ἀπαραίτητον ἀπόφασιν τοῦ 96.165 Κυρίου τῷ κρίματι τῆς μοιχείας. Πῶς ἡμᾶς ἡ Πεντηκοστὴ ὑποδέξεται, οὕτω τοῦ Πάσχα καθυβρισθέντος; Ἡ Πεντηκοστὴ τοῦ Πνεύματος ἔσχε τοῦ ἁγίου τὴν ἐναργῆ καὶ πᾶσι γνωρίμην ἐπιδημίαν, σὺ δὲ προλαβὼν σεαυτὸν οἰκητήριον τοῦ ἀντικειμένου ἐποίησας πνεύματι, καὶ γέγονας ναὸς εἰδώλων ἀντὶ τοῦ γενέσθαι ναὸς Θεοῦ διὰ τῆς ἐνοικήσεως τοῦ ἁγίου Πνεύματος. Ἐπεσπάσω τὴν ἀρὰν τοῦ προφήτου τοῦ εἰπόντος ἐκ προσώπου τοῦ Θεοῦ, ὅτι Στρέψω τὰς ἑορτὰς αὐτῶν εἰς πένθος. Πῶς τῶν οἰκετῶν ἄρξεσθε, οἱ δουλεύοντες ἐπιθυμίαις ἀνοήτοις καὶ βλαβεραῖς ὡς ἀνδράποδα; πῶς τοὺς παῖδας νουθετεῖτε, ἀνουθέτητον ζωὴν καὶ ἀδιάτακτον ζῶντες; Τί οὖν; ἐν τούτοις ὑμᾶς καταλείπω; Ἀλλὰ φοβοῦμαι. Νηστεία τὴν μέθην θεραπευσάτω, ψαλμὸς τὴν αἰσχρὰν μελῳδίαν· δάκρυον γενέσθω τοῦ γέλωτος ἴαμα· ἀντὶ τῆς ὀρχήσεως τὸ γόνυ κλινέσθω· ἀντὶ τοῦ κρότου τῶν χειρῶν τὸ στῆθος τυπτέσθω· ἀντὶ τοῦ κόσμου τῆς ἐσθῆτος ἡ ταπείνωσις. Ἐπὶ πᾶσιν ἡ ἐλεημοσύνη ἐξαγοραζέτω σε ἀπὸ τῆς ἁμαρτίας. Λυτρὸν γὰρ ἀνδρὸς ὁ ἴδιος πλοῦτος. Μέθη Κύριον οὐχ ὑποδέχεται, Πνεῦμα ἅγιον ἀποδιώκει. Καπνὸς μὲν γὰρ φυγαδεύει μελίσσας, χαρίσματα δὲ πνευματικὰ ἀποδιώκει κραιπάλη. - Μέθη ἀθεότητός ἐστιν ἀρχὴ, σκότωσις οὖσα τοῦ ἡγεμονικοῦ, δι' οὗ μάλιστα Θεὸς ἐπιγινώσκεσθαι πέφυκεν. Τὸν νηστεύοντα ἔσω τῶν ἱερῶν περιβόλων παραδέχεται ὁ Κύριος· τὸν κραιπαλοῦντα ὡς βέβηλον καὶ ἀνίερον οὐ προσίεται. Ἐὰν γὰρ ἔλθῃς αὔριον οἴνου ἀπόζων, καὶ τούτου σεσηπότος, πῶς εἰς νηστείαν τὴν κραιπάλην λογίσομαι; μὴ γὰρ ὅτι πρόσφατον οὐκ ἐνεχέω τὸν ἄκρατον, ἀλλ' ὅτι οὐ καθαρεύεις οἴνου, τοῦτο λογίζου. Ποῦ σε τάξω; ἐν τοῖς μεθύουσιν, ἢ ἐν τοῖς νηστεύουσιν; Ἀμφισβητήσιμος εἶ τῇ μέθῃ, ὥσπερ ἀνδράποδον. Εὐθὺς ἡ πρώτη τῶν νηστειῶν ἄλογός σοι γενήσεται, διὰ τὸ ἐναποκεῖσθαι τῆς μέθης τὰ λείψανα. Εἰ μεθύων ἔρχῃ πρὸς τὴν νηστείαν, τί σοι τὸ ὄφελος; εἰ γὰρ ἀποκλείει σε τῆς βασιλείας ἡ μέθη, ποῦ σοι λοιπὸν χρήσιμον τὸ νηστεύειν; Τοῖς ἐν μέθῃ καὶ ἀκολασίᾳ βιοῦσιν ἡ ἡμέρα πρὸς τῆς νυκτὸς μεταστρέφεται εἰς σκότος, οὐ τοῦ ἡλίου σβεννυμένου, ἀλλὰ τῆς ἐκείνων διανοίας σκοτιζομένης τῇ μέθῃ. Ἀγνοεῖς, ὅτιπερ ὁ τοῖς δούλοις τοῦ Θεοῦ ἐμπαροινῶν, εἰς αὐτὸν τὸν Χριστὸν ἁμαρτάνει, καὶ τιμωρίας αἰωνίου ἔνοχον ἑαυτὸν καθίστησιν; Ὁ τὸν μεθύοντα ἐπιχειρῶν νουθετεῖν, τί ἄρα ὠφελήσει; Εἰ πειθαρχεῖς τῷ θείῳ Ἀποστόλῳ διαῤῥήδην βοῶντι, ὅτι Μέθυσοι οὐδαμῶς τεύξονται οὐρανῶν βασιλείας, φεῦγε τὴν ἐπάρατον μέθην.
ΤΙΤΛ. ςʹ. -Περὶ μισεργῶν, καὶ ὀκνηρῶν, καὶ ῥᾳθυμούντων, καὶ
καταφρονούντων. «Ἴσθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον, ἰδὼν τὰς ὁδοὺς αὐτοῦ, καὶ
γενοῦ ἐκείνου σοφώτερος· ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμάζεται θέρους τὴν τροφὴν, πολλὴν δὲ ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν. Πορεύθητι πρὸς τὴν μέλισσαν, καὶ μάθε ὡς ἐργάτις ἐστί· τὴν δὲ ἐργασίαν ὡς σεμνὴν ποιεῖται, ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται. Ποθεινή τέ ἐστι πᾶσι καὶ ἐπίδοξος, καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενής. Ἕως τίνος, ὀκνηρὲ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι· μικρὸν δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶν στήθη. Εἶτα παραγίνεταί σοι ὥσπερ ἀγαθὸς δρομεὺς ἡ πενία, καὶ ἡ ἔνδεια ὡς κακὸς ὁδοιπόρος.» «Ψυχὴ ἀεργοῦ πεινάσει.» «Πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται.» «Ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται, ὡσαύτως καὶ ὁ δανειζόμενος σῖτον ἐν ἀμητῷ.» «Προφασίζεται καὶ λέγει ὁ ὀκνηρός· Λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί.» «Ἐνδύεται διεῤῥηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης.» «Ὥσπερ