223
μέμνηται, τὸ εὐθὲς ταύτης ἀνακηρύτ των, καὶ δίκαιον. ιαʹ. "Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιά σθω ἡ γῆ." Πᾶσα, φησὶν, ἡ κτίσις κοινωνείτω τοῖς ἀνθρώποις τῆς εὐφροσύνης, καὶ τὰ οὐράνια, καὶ τὰ ἐπίγεια θυμηδίας ἐμφορηθήτω. Εἰ γὰρ ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρουσιν οἱ ἄγγελοι, μεί ζονα δήπουθεν ἔχουσιν εὐφροσύνην ἐπὶ τῇ πάντων ἀνθρώπων μεταβολῇ. "Σαλευθήτω ἡ θάλασσα, καὶ τὸ πλήρωμα αὐτῆς." Ὁ δὲ Θεοδοτίων καὶ ὁ Σύμμαχος οὕτως· Ἠχήσει ἡ θάλασσα σὺν πληρώματι αὐτῆς. Ἅπας γὰρ τῶν ἀνθρώπων ὁ βίος, ὁ τὴν θαλαττίαν μιμούμενος ζάλην, τῶν θείων κη ρυγμάτων δέξεται τὴν ἠχήν. Προλέγει δὲ κατὰ ταυ τὸν, καὶ τὰς γεγενημένας τῶν ἀπίστων ἐπαναστά σεις κατὰ τῶν κηρύκων τῆς ἀληθείας, ὡς καὶ ἐν ἑτέ ροις ψαλμοῖς ἀπεδείξαμεν. ιβʹ. "Χαρήσεται τὰ πεδία, καὶ πάντα τὰ ἐν αὐ τοῖς." Ὁ δὲ Σύμμαχος οὕτως· Γαυριάσει ἀγρὸς, καὶ πάντα τὰ ἐν αὐτῷ Ἑρμηνεύων δὲ καὶ ὁ Κύριος τὴν τῶν ζιζανίων παραβολὴν, ἀγρὸν τὸν κόσμον ὠνόμασε· λέγει τοίνυν, ὅτι ἅπαντα χαρᾶς καὶ θυμηδίας πλησθήσονται. "Τότε ἀγαλλιάσεται πάντα τὰ ξύλα τοῦ δρυμοῦ." Ὁ δὲ Ἀκύλας· Τότε αἰνέσουσι πάντα τὰ ξύλα τοῦ δρυμοῦ. Ἐκεῖνα διαφερόντως τῷ Θεῷ προξενήσει τὸν ὕμνον. Ἐξ αὐ τῶν γὰρ τὸ σωτήριον ξύλον, ἐν ᾧ τοῦ Σωτῆρος προσηλώθη τὸ σῶμα, δι' οὗ τοῖς ἀνθρώποις ἀνα βλαστάνει τὰ ἀγαθά. Εἰδέναι μέντοι προσήκει, ὡς προσωποποιΐᾳ ὁ προφητικὸς ἐχρήσατο λόγος. Οὔτε γὰρ οὐρανὸς, οὔτε γῆ, οὔτε θάλασσα, οὔτε πεδία, οὔτε τὰ ξύλα, λογικά τε καὶ ἔμψυχα, ἀλλ' οἱ ἐν τού τοις ὄντες τὴν ὑμνῳδίαν τῷ Θεῷ προσφέρουσι. Τὴν γὰρ θάλασσαν οἰκοῦσιν οἱ νησιῶται, τὴν δὲ γῆν ἠπειρῶται, τὸν δὲ οὐρανὸν ἄγγελοι. Οἱ δὲ τοὺς δρυμοὺς ὁρῶντες τῆς τῶν εἰδώλων θεραπείας ἀπηλ λαγμένους, τῷ Θεῷ τὸν ὕμνον προσφέρουσιν· οὕ τω καὶ τῶν υἱῶν Ἰσραὴλ τὴν ἐξ Αἰγύπτου πορείαν διδάσκων ὁ Προφήτης, τῇ προσωποποιΐᾳ πάλιν ἐχρή σατο· "Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν· ὁ Ἰορδά 80.1652 νης ἐστράφη εἰς τὰ ὀπίσω. Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων." Καὶ προσ φέρει τὴν πεῦσιν, καὶ τὴν ἀπόκρισιν δέχεται, τῶν σεσωσμένων τὴν εὐθυμίαν διὰ τούτων δηλῶν. ιγʹ. "Ἀπὸ προσώπου Κυρίου, ὅτι ἔρχεται· ὅτι ἔρχεται κρῖναι τὴν γῆν." Καλῶς τὰ δύο τέθεικε, "Καὶ ὅτι ἥκει, καὶ ὅτι ἔρχεται·" ἡ πρώτη μὲν γὰρ ἐπιφάνεια δέδωκε τοῖς ἀνθρώποις τὴν θείαν ἐπί γνωσιν· ἡ δὲ δευτέρα ποιήσεται τὴν τῶν πραγμάτων διάκρισιν. "Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὑτοῦ." Τότε γὰρ, φησὶ, τότε τὴν δικαίαν κρίσιν ποιήσεται, οὐκ ἔτι τῇ προ τέρᾳ μακροθυμίᾳ χρώμενος, ἀλλὰ τὴν τῶν πραγμά των ἐξετάζων ἀλήθειαν, καὶ ὀρθὴν ἐκφέρων κατὰ πάντων τὴν ψῆφον.
ΕΡΜΗΝ. ΤΟΥ ςʹ ΨΑΛΜΟΥ. "Τῷ ∆αβὶδ, ὅτε ἡ γῆ αὐτοῦ καθίστατο. Ἀν επίγραφος παρ' Ἑβραίοις."
Ὡμολόγησε καὶ ὁ ταύτην τεθεικὼς τὴν ἐπιγραφὴν, μὴ εὑρηκέναι αὐ τὴν παρ' Ἑβραίοις, ἀλλ' αὐτὸς τεθεικέναι. Οὐκοῦν οὐδὲ αὐτὴ ἡ προφητική· οὐδὲ γὰρ ἁρμόττει τῇ τοῦ ψαλμοῦ διανοίᾳ· ἁπάσης γὰρ τῆς γῆς, ἀλλ' οὐ τῆς Ἰουδαϊκῆς μόνης, τὴν κατάστασιν ὁ προφήτης λέ γει. Εἰκὸς δὲ καὶ τὸν τὴν ἐπιγραφὴν ἐπιτεθεικότα τοῦ προφήτου νοῆσαι γῆν πᾶσαν τὴν οἰκουμένην, ὡς τῇ τούτου μελῳδίᾳ πάντων χρησαμένων ἀνθρώ πων. Προθεσπίζει δὲ ὅμως ὁ ψαλμὸς καὶ τὴν προτέ ραν, καὶ τὴν δευτέραν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν, καὶ τῶν ἐθνῶν τὴν θεογνωσίαν, καὶ τὸ μέλλον κριτήριον. αʹ. "Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί." ∆ιὰ τούτων τὴν προ τέραν τοῦ Σωτῆρος ἐπιφάνειαν προλέγει. Οὗ δὴ χά ριν, καὶ ἠπειρώτας, καὶ νησιώτας εἰς χορείαν δι ήγειρεν καὶ θυμηδίαν. Καὶ τοῦτοι γὰρ κἀκεῖνοι τῇ τῶν μελλόντων ἐλπίδι ψυχαγωγούμενοι γάννυνται. Βασιλεῦσαι δὲ τὸν Κύριον ἔφη, οὐχ ὡς τὸ τηνι καῦτα τὴν βασιλείαν δεξάμενον, ἀλλ' ὡς τότε τοῖς ἀνθρώποις τὴν οἰκείαν δείξαντα βασιλείαν. Καὶ ἵνα μὴ ταυτολογῶμεν, τοῖς ἤδη παρ' ἡμῶν ἑρμηνευ θεῖσιν ἐντυχεῖν παρακαλοῦμεν τοὺς