1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

223

πρωτοσπαθαρίῳ καὶ βαγύλῳ αὐτοῦ, τῷ λεγομένῳ Πικριδίῳ, ἐξώρισεν ἐπὶ τὰ κατωτικὰ μέρη ἕως Σικελίας. τὸν δὲ μάγιστρον Πέτρον ἀτιμίαις περιβαλοῦσα ἐκάθισεν ἐν τῷ οἴκῳ αὐτοῦ, ὁμοίως καὶ Θεόδωρον πατρίκιον, τὸν Καμουλιανόν· τὸν δὲ πατρίκιον ∆αμιανὸν δείρασα καὶ κουρεύσασα εἰς Ἀπολλωνιάδα τὸ κάστρον ἐξώρισεν. τύψασα δὲ καὶ τὸν υἱὸν καὶ πολλὰ λοιδορήσασα ἀπρόϊτον ἐποίησεν ἐπὶ ἡμέρας ἱκανάς. ἤρξατο δὲ ὁρκίζειν τὸν στρατόν, ὅτι "ἕως οὗ ζῇς, οὐ καταδεξόμεθα τὸν υἱόν σου κρατῆσαι." καὶ ὤμνυον πάντες οὕτως, μηδενὸς τολμῶντος ἀντειπεῖν περὶ τούτου τὸ σύνολον. στόλος δὲ ἐξῆλθεν Ἀράβων ἐπὶ Κύπρον, καὶ τοῦτο προγνοῦσα ἡ βασίλισσα ἐσώρευσε καὶ αὐτὴ πάντα τὰ Ῥωμαϊκὰ πλωΐματα καὶ ἀπέλυσε κατ' αὐτῶν. ἐλθόντες δὲ ἕως τὰ Μύρα ἀμφότεροι οἱ στρατηγοὶ ἔκαμψαν τὸν ἀκρωτῆρα τῶν Χελιδονίων καὶ εἰσῆλθον ἐπὶ τὸν κόλπον Ἀταλείας. οἱ δὲ Ἄραβες κινήσαντες ἀπὸ τῆς Κύπρου, καὶ εὐδίας αὐτοὺς καταλαβούσης, περιεφέροντο ἐν τῷ πελάγει. ἀναφανέντων δὲ αὐτῶν τὴν γῆν, εἶδον αὐτοὺς οἱ στρατηγοί, καὶ παραταξάμενοι ἡτοιμάσθησαν τοῦ πολεμεῖν. Θεόφιλος δέ, ὁ τῶν Κιβυραιωτῶν στρατηγός, ῥωμαλέος ἀνὴρ καὶ ἱκανώτατος ὤν, θαρσήσας καὶ πάντων προεξελθὼν τούτοις τε συμβαλών, ἐκρατήθη ὑπ' αὐτῶν, ὃν ἐπαγαγόντες πρὸς Ἀαρών, θεαθείς τε παρ' αὐτοῦ προετράπη προδότης γενέσθαι καὶ τυχεῖν προσκαίρων δωρεῶν. τοῦ δὲ μὴ καταδεξαμένου ἐπὶ πλέον τε ἀναγκασθέντος καὶ μὴ ὑπείξαντος, τὴν διὰ ξίφους τιμωρίαν ὑπομείνας μάρτυς ἄριστος ἀνεδείχθη. Κόσμου ἔτη σπγʹ. Τῆς θείας σαρκώσεως ἔτη ψπγʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη ζʹ. αʹ. Ἀράβων ἀρχηγὸς Ἀαρὼν ἔτη κγʹ. ʹ. Ῥώμης ἐπίσκοπος Ἀδριανὸς ἔτη κζʹ. κβʹ. Κωνσταντ. ἐπίσκοπος Ταράσιος ἔτη καʹ. ζʹ. Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ, ἰνδικτιῶνος ιδʹ, κατέλαβον οἱ ὁρκίζοντες εἰς τὸ θέμα τῶν Ἀρμενιάκων· οἱ δὲ οὐ κατεδέξαντο 466 ὀμόσαι, ὅτι "οὐ βασιλευόμεθα ὑπὸ τοῦ υἱοῦ σου ἐν τῇ ζωῇ σου, οὐδὲ προτάσσομεν τὸ ὄνομα Εἰρήνης πρὸ Κωνσταντίνου, ἀλλὰ Κωνσταντίνου καὶ Εἰρήνης, ὡς ἐξ ἀρχῆς παρελάβομεν." ἀπέστειλε δὲ πάλιν πρὸς τὸ πιάσαι αὐτοὺς Ἀλέξιον τὸν σπαθάριον καὶ δρουγγάριον τῆς βίγλας, τὸ ἐπίκλην Μουσουλέμ. οἱ δὲ κρατήσαντες αὐτὸν τοῦ ἄρχειν αὐτῶν προεβάλοντο, Νικηφόρον δέ, τὸν πατρίκιον καὶ στρατηγὸν αὐτῶν, φρουρήσαντες Κωνσταντῖνον μόνον βασιλέα ἀνευφήμησαν. τοῦτο μαθόντες οἱ τῶν λοιπῶν θεμάτων λαοί, τοὺς στρατηγοὺς αὐτῶν διώξαντες Κωνσταντῖνον μόνον βασιλέα καὶ αὐτοὶ ἀνεκήρυττον. ὢ τῆς τοῦ πονηροῦ διαβόλου πανουργίας· πῶς διὰ πολλῶν μεθοδειῶν σπεύδει ἀπολέσαι τὸ τῶν ἀνθρώπων γένος· οἱ γὰρ πρὸ ιεʹ χρόνων ὀμόσαντες τὸν φοβερὸν ἐκεῖνον ὅρκον καὶ ἔγγραφα ποιήσαντες καὶ ἐν τῷ ἁγίῳ βήματι ἀποθέμενοι πάλιν ὤμνυον τῇ Εἰρήνῃ μὴ βασιλευθῆναι ὑπὸ τοῦ υἱοῦ αὐτῆς ἐν τῇ ζωῇ αὐτῆς. καὶ αὖθις τοῦτο ἐπιλαθόμενοι Κωνσταντῖνον αὐτοκράτορα ἀνευφήμουν, μὴ ἐννοήσαντες οἱ τάλανες, ὅτι οὐκ ἔδει ἀντωμοσίαν ποιῆσαι. ἀνάγκη γὰρ πᾶσα τῇ ἀντωμοσίᾳ ἐπιορκίαν παρακολουθῆσαι, ἐπιορκία δὲ θεοῦ ἄρνησις. συναχθέντες δὲ τῷ Ὀκτωβρίῳ μηνὶ τῆς ιδʹ ἰνδικτιῶνος οἱ τῶν θεμάτων ἐν τῇ Ἀτρῴᾳ ἐπεζήτησαν πάντες κοινῇ γνώμῃ Κωνσταντῖνον βασιλέα εἰκοστὸν ἄγοντα ἔτος· φοβηθεῖσα δὲ Εἰρήνη τὸ ὅρμημα τοῦ λαοῦ ἀπέλυσεν αὐτόν. αὐτοὶ δὲ τοῦτον αὐτοκράτορα ἐκύρωσαν μέν, ἀπεκήρυξαν δὲ τὴν τούτου μητέρα. ἀπέστειλε δὲ εὐθέως ὁ βασιλεὺς Μιχαὴλ τὸν Λαχανοδράκοντα καὶ Ἰωάννην, τὸν βάγυλον αὐτοῦ καὶ πρωτοσπαθάριον, καὶ ὥρκισαν τοὺς Ἀρμενιάκους τοῦ μὴ δέξασθαι Εἰρήνην τὴν αὐτοῦ μητέρα εἰς βασιλέα· τὸν δὲ Ἀλέξιον ἐπεκύρωσε στρατηγὸν αὐτῶν. καὶ ἐπανελθὼν ὁ βασιλεὺς ἐν τῇ πόλει τῷ ∆εκεμβρίῳ μηνί, δείρας καὶ κουρεύσας Σταυράκιον ἐξώρισε εἰς τὸ θέμα τῶν Ἀρμενιάκων πρὸς πληροφορίαν αὐτῶν. ἐξώρισε δὲ καὶ Ἀέτιον τὸν εὐνοῦχον, πρωτοσπαθάριον καὶ ἐπιστή467 θιον αὐτῆς, καὶ πάντας τοὺς οἰκειακοὺς αὐτῆς εὐνούχους. ταύτην δὲ μετὰ τῆς ἀπαθείας αὐτῆς