Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ἑαυτὸν ταῖς ἁμαρτίαις ἡμῶν, κατὰ τὰς Γραφὰς, καὶ σεσώσμεθα μὲν ἡμεῖς· μεμαλάκισται δὲ αὐτὸς διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται, καὶ αὐτὸν ἀνατλὰς τὸν τῆς σαρκὸς θάνατον· οὐχ ἵνα μεθ' ἡμῶν ἐν νεκροῖς ὁρῷτο μεμενηκὼς, ἀλλ' ἵνα σὺν αὐτῷ τε καὶ δι' αὐτὸν εἰς ζωὴν ἀναθέοντες, καὶ παλινδρομοῦντες εἰς ἀφθαρσίαν, χαίροντες λέγωμεν· Ποῦ ἡ νίκη σου, θάνατε; ποῦ σου τὸ κέντρον, ᾅδη; Τίς οὖν λοιπὸν εἰς τοῦτο ἀποφέρουσα τρίβος; Ἡ διὰ τοῦ βαπτίσματος χάρις, δι' οὗ πάντα ῥύπον ἀποτριβόμενοι, κοινωνοὶ τῆς θείας ἀναδεικνύμεθα φύσεως, ἐνοικοῦντος ἡμῖν διὰ τοῦ Πνεύματος τοῦ Χριστοῦ. Τότε γὰρ, τότε ἐῤῥαντισμένοι τὴν συνείδησιν ἀπὸ νεκρῶν ἔργων, ὡς μακάριος γράφει Παῦλος, καὶ τῆς μυστικῆς εὐλογίας γεγονότες μέτοχοι, καὶ τῆς ἄνωθεν χάριτος τὸν οἰκεῖον ἀναπιμπλάντες νοῦν, ζηλωτοὶ καὶ ἀπόβλεπτοι, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ὁρώμεθα; Ἴδοις δ' ἂν ἀληθὲς ὅπερ ἔφην, τὰ ἐπὶ τῇ δαμάλει τεθεσπισμένα εἰ συνήσεις. Καὶ ἐλάλησε, φησὶ, Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων· Αὕτη ἡ διαστολὴ τοῦ νόμου, ὅσα συνέταξε Κύριος λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λαβέτωσαν πρὸς σὲ δάμαλιν πυῤῥὰν, ἄμωμον, ἥτις οὐκ ἔχεται ἐν αὐτῇ μῶμον, καὶ ᾗ οὐκ ἐπεβλήθη ἐπ' αὐτὴν ζυγός. Καὶ δώσεις αὐτὴν πρὸς Ἐλεάζαρ τὸν ἱερέα, καὶ ἐξάξουσιν αὐτὴν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν, καὶ σφάξουσιν αὐτὴν ἐνώπιον αὐτοῦ. Καὶ λήψεται Ἐλεάζαρ ἀπὸ τοῦ αἵματος αὐτῆς, καὶ ῥανεῖ ἀπέναντι τοῦ προσώπου τῆς σκηνῆς τοῦ μαρτυρίου, ἀπὸ τοῦ αἵματος αὐτῆς ἑπτάκις. Καὶ κατακαύσουσιν αὐτὴν 69.628 ἐναντίον αὐτοῦ, καὶ τὸ δέρμα αὐτῆς, καὶ τὰ κρέα, καὶ τὸ αἷμα αὐτῆς σὺν τῷ κόπρῳ κατακαυθήσεται. Καὶ λήψεται ὁ ἱερεὺς ξύλον κέδρινον, καὶ ὕσσωπον, καὶ κόκκινον, καὶ εἰσβαλοῦσιν εἰς μέσον τοῦ κατακαύματος τῆς δαμάλεως. Καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ ὁ ἱερεὺς, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ μετὰ ταῦτα εἰσελεύσεται ὁ ἱερεὺς εἰς τὴν παρεμβολὴν, καὶ ἀκάθαρτος ἔσται ὁ ἱερεὺς ἕως ἑσπέρας. Καὶ ὁ κατακαίων αὐτὴν πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Καὶ συνάξει ἄνθρωπος καθαρὸς τὴν σποδὸν τῆς δαμάλεως. Καὶ ἐν τοῖς ἑξῆς· Καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ καὶ τοῖς προσηλύτοις τοῖς προκειμένοις ἐν μέσῳ ὑμῶν, νόμιμον αἰώνιον. Προσεπάγει δὲ τούτοις ὁ νομοθέτης, ὅτι καταμιαίνει μέν τινας καὶ βεβήλους ἀποφαίνει τὸ τεθνεῶτος ἀποθήγειν. Ἔσται δὲ ἀκάθαρτος ὁ τοῦτο παθὼν ἐφ' ὅλαις ἡμέραις τὸν ἀριθμὸν ἑπτά. Ἁγνηθήσεται δὲ τῇ σποδῷ τῆς δαμάλεως ἀναμὶξ ὕδατι τὸ αἷμα ἐῤῥαμμένος τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ μέν τοι καὶ ἐν ἑβδόμῃ. Εἰ δὲ μὴ τοῦτο δρῴη, φησὶν, ἀναπόνιπτον ἕξει τὴν ἀκαθαρσίαν. Ἀποτιεῖ δὲ καὶ δίκας, ὅτι τὴν σκηνὴν Κυρίου ἐμίανεν. Ἐκτριβήσεται, φησὶν, ἡ ψυχὴ αὐτοῦ ἐξ Ἰσραὴλ, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιεῤῥαντίσθη ἐπ' αὐτόν. Εἰ δὲ καὶ ἐν οἴκῳ γένηται, φησὶν, ἐκτεθνάναι τινὰ, καθοριζέσθω δὴ τότε καὶ αὐτῆς τῆς ἑστίας, καὶ πάντων τῶν ἐν αὐτῇ, σκευῶν δὴ λέγω, τῆς ἀκαθαρσίας τὸ ἔγκλημα. Καὶ εἰ πωμάτων ἔρημα κέοιτό τινα τῶν ἀγγείων, ἔστω καὶ ταῦτα μεμολυσμένα. Βέβηλος δὲ οὐδὲν ἧττον, φησὶν, ὁ ἁψάμενος ἐν πεδίῳ ἢ τραυματίου τυχὸν, ἢ ὀστέου νεκροῦ, ἢ μνήματος. Τίνι δὴ οὖν ἀποσμήχεσθαι τὰ τοιαῦτα προστέταχεν, ἐροῦμεν ὡς ἔνι τὴν τοῦ Γράμματος ἀσάφειαν τοῖς καθήκουσι λογισμοῖς εὐτέχνως διαπτύσσοντες. βʹ. ∆άμαλις μὲν οὖν ἡ ἀμώμητος παντελῶς, καὶ ῥύπου παντὸς εἰσάπαν ἀπηλλαγμένη, καὶ οὐκ εἰδυῖα τὸ πλημμελεῖν, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Ἐθάρσησε γὰρ εἰπεῖν· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. Καὶ μέν τοι πρὸς Ἰουδαίους· Τίς ἐξ ὑμῶν ἐλέγξῃ με περὶ ἁμαρτίας; Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; Πλὴν ἐκεῖνο ἄθρει δὴ, ποτὲ μὲν μόσχος, ποτὲ δὲ δάμαλις παρά γε τοῖς ἱεροῖς ὠνόμασται λόγοις, ἵνα διὰ μὲν τοῦ ἄῤῥενος, ὡς καθηγητὴς, διὰ δὲ τοῦ θήλεως, ὡς ἐν μείονί τε καὶ ὑποταγῇ σημαίνηται. Καθηγούμενος γὰρ τῶν ὅλων ὁ Θεὸς, καὶ τὸ κατὰ πάντων μετὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἀνημμένον κράτος· γέγονε μὲν γὰρ ἑκὼν ὑπὸ νόμον, τετήρηκε δὲ τὰ Μωσέως, ὡς προὔχοντος, εἰ καὶ ἦν οἰκέτης. Καὶ θαυμαστὸν οὐδὲν, ὅτι καὶ