ἡπτερύξ, ὃ δηλοῖ οὐ τὰ πτερὰ μόνα, τὸ μόριον δὲ μετὰ τῶν περικειμένωνπτερῶν, καθὰ δηλοῖ καὶ Ἡρωδιανὸς εἰπών, ὅτι τὰ εἰς ˉυˉξ θηλυκά, μονοσύλλαβαμὲν ὄντα, ὀξύνεται· Στύξ, νύξ, τρύξ· ὑπὲρ μίαν δὲ ὄντα συλλαβὴν βαρύνεται·κάλυξ, ἄντυξ, πομφόλυξ. τὸ πτερύξ σεσημείωται ὑπὸ Ἀριστάρχου ὀξυνθὲνδιὰ τὸ ἐννοίας περιεκτικῆς εἶναι. οὕτω γάρ, φησίν, ἀνέγνωμεν ἐν τῇ βῆτα ῥαψῳδίᾳ. (ῃ. 318) Τὸ δέ «ἀρίζηλον» φανερῶς ἐνταῦθα τὸν ἀρίδηλον δηλοῖ τραπέντος 1.350 τοῦ ˉδ εἰς ˉζ κατὰ συγγένειαν τὴν καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ γεγραμμένην. οὕτωδὲ καὶ ἐν τῷ «ἀστὴρ ἀρίζηλος». οὐ γὰρ ἔστιν ἐνταῦθα εἰπεῖν τὸν ἄγαν ζηλωτόν.[(ῃ. 319) Τὸ δέ «λᾶαν», ὅ ἐστι λίθον, ἐκτείνει μὲν τὴν παραλήγουσαν καὶκλίνεται περιττοσυλλάβως λάαος· κραθὲν δὲ γίνεται λᾶς· ὅθεν Λᾶ, πόλιςτραχεῖα, ὡς τὸ «Λᾶν περήσεις» παρὰ Λυκόφρονι· καὶ Λαπέρσαι ∆ιόσκουροιοἱ τὴν τοιαύτην Λᾶν πέρσαντες· καὶ λαξεύειν τὸ λίθους ξέειν καὶ λατύπος, ὁ καὶλατόμος, τὸ μὲν ἀπὸ τοῦ τύπτειν, τὸ δὲ ἀπὸ τοῦ τέμνειν· καὶ λατύπη θηλυκῶςτὰ τῶν λίθων ἀποξέσματα.] (ῃ. 325) Τὸ δέ «ὄψιμον ὀψιτέλεστον» ἐκ παραλλήλου κείμενα, τῆς αὐτῆς εἰσιν ἐννοίας δηλωτικὰ διὰ σαφήνειαν. [Τὸ δέ «ὅου» ἀντὶτοῦ οὗτινος πλεονασμὸν ἔχει τοῦ ˉο, ἵνα ᾖ, ὥσπερ τοῦ ὅτου καὶ τῷ ὅτῳ, οὕτωκαὶ οὗ ὅου, ἀναδραμούσης τῆς δασείας εἰς τὴν παραλήγουσαν. τύπου δὲ τοιούτουκαὶ τὸ ὁτέοισι καὶ τὸ ὅτεῳ, ἀντὶ τοῦ ᾧτινι.] (ῃ. 328) Ἡ δὲ τῶν ἐννέα ἐτῶνἀνάμνησις ὀνειδισμόν τινα ἔχει κατὰ τοὺς παλαιούς, ἐὰν τότε μὲν οἱ Ἕλληνεςχρόνου μῆκος ἀκούσαντες οὐκ ὤκνησαν, νῦν δὲ πρὸς τῷ τέλει ἐκλέλυνται, ὅτεἡ ἐνναετηρὶς βέβηκε. πολέμου δὲ καιρὸς τὰ ἐννέα ἔτη, ὧν συντελεσθέντωνἀνάγκη νοεῖν τὸ εὐθὺς δέκατον, τὸ ἀργὸν καὶ ἀπόλεμον, οὗ σύμβολον νοοῦσί τινεςτὸν δράκοντα συγκαταριθμοῦντες εἰς χρόνου δήλωσιν καὶ αὐτόν. (ῃ. 330) Τὸδέ «νῦν πάντα τελεῖται», ὡς καὶ οἱ παλαιοὶ παρασημειοῦνται, πρὸς τὸν ὄνειρονἀφορᾷ τὸν βασιλικόν, τὸν εἰπόντα· «νῦν γάρ κεν ἕλοις πόλιν». καὶ οὐ λέγειὅτι τῷδε τῷ ἤματι πάντα τελεῖται, ὡς ὁ Ἀγαμέμνων ἐνόησε τὸ «νῦν ἕλοις τὴνἼλιον». ἴσως γὰρ οἶδεν, ὅτι ψεύσεται τοῦτο εἰπών. ἀορίστως δέ φησι «νῦνπάντα τελεῖται», ὡς καὶ ἀνωτέρω τὸ «μείνατ' ἐπὶ χρόνον», ἵνα μήτε βασιλικὸνἀναφήνῃ μυστήριον, ὅπερ ἐν τῷ προβουλίῳ ἤκουσε, μήτε ἐξελέγχοιτο ὕστερον,ἐὰν μή, ὡς ὁ βασιλεὺς ἐνόησεν, αὐθημερὸν συντελεσθείη ὁ πόλεμος. [(ῃ. 331 ς.) Τὸ δέ «μίμνετε αὐτοῦ», ἤγουν ὧδε, ἐπ' αὐτοῦ τοῦδε τοῦ τόπου, ἔστι μὲνἀντωνυμία ἐπιρρηματική, παράγει δέ, ὥσπερ τὸ αὐτόφι, οὕτω καὶ τὸ αὐτόθι,ὅθεν συγκέκοπται τὸ αὖθι, οἷον· «πτολεμίξομεν αὖθι». Περὶ δὲ τοῦ «εἰσόκεν»,ἤγουν εἰς ὃ ἂν καὶ ἕως οὗ, πολλαχοῦ δηλοῦται.] (ῃ. 301) Ὅτι πληροφορίανφράζει πράγματος τὸ «εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες μάρτυροι,οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι». [Καὶ ὅρα τὸ «ἐστὲ μάρτυροι». οὐ γὰρἀκολούθως τῷ ἴδμεν εἶπεν, ὅτι ἐσμέν, ἵνα μὴ καὶ ἑαυτὸν συντάξῃ τοῖς μαρτυροῦσι. (ῃ. 302) Τὸ δέ «κῆρες ἔβαν φέρουσαι» τοὺς ἐν τοῖς ἑξῆς που δηλωθησομένους κηρεσσιφορήτους συντίθησι. (ῃ. 320) Τὸ δέ «ἡμεῖς δ' ἑσταότες θαυμά1.351 ζομεν οἷον ἐτύχθη» ἐκπληττομένοις πρόσφορον. (ῃ. 323) Κεῖται δ' ἐν τοῖςῥηθεῖσι καὶ τὸ ἄνεῳ, ἤγουν ἄφωνοι, οἷον· «τίπτ' ἄνεῳ ἐγένεσθε», ἤγουνἄναυδοι, ἀχανεῖς· περὶ οὗ, ὡς κλίνεται κατὰ τὸν Μενέλεων, ἀλλαχοῦ φανεῖται.](ῃ. 333-5) Ὅτι σχῆμα ὑπερβατὸν ἐν τῷ «Ἀργεῖοι δὲ μέγα ἴαχον, ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ' Ἀχαιῶν, μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο». ἔστι γὰρ τὸ ἀκόλουθον οὕτως· Ἀργεῖοι μέγα ἴαχον ἐπαινήσαντες τὸνὈδυσσέως μῦθον. ἦν δὲ ὑπερβατὸν καὶ ἐν τῇ αʹ τῆς Ἰλιάδος, ἐν τῷ «νῦν δ' εἶμιΦθίηνδε», οὗ ἐφεξῆς τὸ «ἐνθάδ' ἄτιμος ἐών». Καὶ ἰστέον ὡς ἐν τῇ αʹ ῥαψῳδίᾳἐλέχθη, ὅτι τὰ τοιαῦτά εἰσι κυρίως ὑπερβατὰ κατὰ τοὺς ῥήτορας, οὐ μὴνὁμοίως καὶ τὸ «λέων κατὰ ταῦρον ἐδηδώς»· καὶ τὸ «διὰ τάφρον ἔβησαν»· καὶ τὸ»κατὰ τέκνα