224
ἀφανῶς τὰ τοιαῦτα 2.85 συσκευάζοντος εἰρῆσθαι. ὁ πατριάρχης δὲ ἀντικαθίστατο πρὸς τοὺς λόγους καὶ, μὴ δεῖν, ἔλεγεν, αὐτοὺς ἀτάκτως θορυβεῖν, ἀλλὰ πείθεσθαι τοῖς βασιλίδι καὶ μεγάλῳ δομεστίκῳ ἐγνωσμένοις. ἐν τούτοις δὲ τῆς ἔριδος ἐκείνοις οὔσης, ἐπεὶ ἐπέπαυτο φανέντος, τοῖς μὲν ἄλλοις ὥσπερ ὀργιζόμενος οὐδὲν εἰρήκει· πατριάρχην δὲ ἐμέμφετο, ὅτι ἀνοήτων ἀνθρώπων προσέχων λόγοις, ἕστηκε πρὸς αὐτοὺς λογομαχῶν καὶ θόρυβον κινῶν. συνεβούλευέ τε οἴκοι ἀπελθεῖν καὶ μηδὲν πρὸς ἐκείνους διαφέρεσθαι νῦν, ὡς ἐς τὴν ὑστεραίαν ἅμα αὐτῷ περὶ τῶν εἰρημένων ποιησομένῳ λόγον. προέπεμπέ τε ἄχρι ἵππου θεραπεύων διὰ τὴν πρὸς αὐτὸν γεγενημένην μέμψιν, οὔπω πρότερον τοῦτο εἰργασμένος, ἀλλ' ἐν τοῖς βασιλείοις οἴκοις συνταττόμενος ἀναστρέφειν εἰωθώς. εἰς βασιλίδα δὲ αὖθις ὁ μέγας δομέστικος ἐπανελθὼν, τὴν αἰτίαν τοῦ θορύβου διηγεῖτο, ὅπως τε αὐτὸς τῆς ἀκαίρου φιλονεικίας μεμψάμενος πατριάρχην, ὅτι ἀνοήτων ἀνθρώπων προσχοίη λόγοις ἔχουσι μηδὲν ὑγιὲς, παραινέσειεν οἴκαδε ἀναχωρεῖν. διϊσχυρίζετό τε καὶ αὐτὸς ἐπιμαρτυρόμενος θεὸν, ὡς οὐδὲν τῶν λεγομένων συνειδείη, ἀλλ' ὑπό τινων ἀπαιδεύτων ὑπ' αὐθαδείας ἀνοήτως κινηθείη. ἐπαινούσης δὲ τῆς βασιλίδος ἐπὶ τῷ τὸν θόρυβον καταστεῖλαι, «ἀλλ' ἐκείνῳ μὲν» ὁ μέγας δομέστικος ἔφη «συνεβούλευσα μηδὲν προσθέντι τοῖς εἰρημένοις ἀπελθεῖν, οὕτω συνιδὼν ῥᾳδίως διαλύσειν τὴν φιλονεικίαν, μάλιστα περὶ ἐμοῦ γεγενημένην. σοὶ δὲ, μὴ τὴν αὐθάδειαν ἀτιμώ 2.86 ρητον παραινῶ περιιδεῖν, ἀλλὰ λόγοις κολάσαι προσκαλεσαμένην τῆς γλώσσης τῆς ἀκολασίας ἕνεκα. παρῄνεσα δ' ἂν, καὶ ἐπιπλεῖον ἐνδείξασθαι τὴν ὀργὴν τὴν πρὸς αὐτοὺς, εἰ μὴ ταχέως ἔμελλον ἐνθένδε ἀπελεύσεσθαι, τοὺς πλείους αὐτῶν παραλαβών. διὸ μετὰ τὸ καθάψασθαι ἀρκούντως, παράσχου συγγνώμην, αἰτιωμένη τῆς ὁδοιπορίας τὴν ἀνάγκην.» ᾧ πεισθεῖσα καὶ ἡ βασιλὶς, τοὺς ἄνδρας τε προσεκαλεῖτο καὶ ὠνείδιζεν αὐτοῖς τὴν ἀπαιδευσίαν, ὅτι βασιλέων ἐντεθραμμένοι νόμοις καὶ συνόντες ἐκ παιδὸς, οὐδὲν ἄμεινον τῶν ἀβασιλεύτων διάκεισθε βαρβάρων, πᾶν τὸ προσιστάμενον ὑμῖν ἀτάκτως θορυβοῦντες. σκοπεῖτε γὰρ, εἰς ὅσον ἀνοίας ἠλάσατε νυνί. πρῶτον μὲν γὰρ ἐν βασιλείοις φανερῶς ἀντείπετε βασιλεῦσι· δεύτερον δ', ὅτι πατριάρχῃ διηνέχθητε, κοινῷ πάντων ὄντι πατρὶ πνευματικῷ καὶ μάλιστα πολλῆς αἰδοῦς ἀξίῳ καὶ τιμῆς, πολλῷ πλέον ἢ οἱ σαρκικῶς γεγεννηκότες. τρίτον δ', ὅτι καὶ ὑπὲρ μεγάλου δομεστίκου δῆθεν ἐποιήσασθε τοὺς λόγους, τόγε εἰς ὑμᾶς ἧκον ἀποδεικνύντες διὰ τούτων τῆς παρ' ὑμῶν αὐτὸν δεόμενον ἐπικουρίας εἰς τὸ τυχεῖν, εἴ τινος δέοιτο παρ' ἡμῶν. τοῦτο δ' ὅτι τῶν ἀτοπωτάτων, οὐχ ἑτέροις, ἀλλ' ὑμῖν αὐτοῖς χρήσασθε διαιτηταῖς. οὐ γὰρ νῦν μόνον, ὅτε εἰς αὐτὸν περιήκει τῶν ὅλων ἡ φροντὶς, ἀλλὰ καὶ βασιλέως ζῶντος, ὑμῶν ἁπάντων οὗτος προΐστατο, ἐν 2.87 οἷς ἐδεῖσθε βασιλέως· αὐτοῦ δὲ ὑμῶν οὐδείς. ὥστε καὶ ἐκ τῶν προτέρων καὶ τῶν νῦν συνιδεῖν ὑμᾶς ἐχρῆν, ὡς οὐκ ἂν δέοιτο τῆς παρ' ὑμῶν ἐπικουρίας. οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν, ὃ βουλομένῳ ἢ περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρων, μὴ καὶ πράττειν δυνατόν. εἰ δὲ τοῦθ' οὕτως ἔχει καὶ οὐδεὶς ἀντερεῖ, οὐδ' ὑμᾶς ἐχρῆν θορυβεῖν καὶ ταράττεσθαι εἰκῇ. καὶ διὰ τοῦτο οὐκ εὐεργεσίας, ἀλλὰ δίκης ἄξιοι παρ' αὐτῷ· κἀγὼ δὲ ὑμᾶς τὰς προσηκούσας τῆς αὐθαδείας ἀπῄτησα ἂν εὐθύνας, εἰ μὴ αὐτὸς παρῃτήσατο δεηθεὶς ὑπὲρ ὑμῶν, ἄλλως δ' ὅτι καὶ πρὸς τὴν ἐκστρατείαν παρεσκεύασθε, πρὸς ἣν χαίροντας βαδίζειν, οὐκ ἀνιωμένους, οἴομαι προσήκειν. οὗ δὴ ἕνεκα τὴν μὲν τῶν ἡμαρτημένων παρέχομαι συγγνώμην, τοῦ λοιποῦ δὲ εὐτάκτους εἶναι παραγγέλλω καὶ τῶν μειζόνων μηδὲν περιεργάζεσθαι, ἀλλὰ παραχωρεῖν ἐκείνοις, οἷς τὰ τοιαῦτα καλῶς τε ἔξεστι διοικεῖν καὶ, ἐάν τι σφάλλωνται, ἐπανορθοῦσθαι.» τοσαῦτα μὲν ἡ βασιλὶς πρὸς ἐκείνους διειλέχθη, τοῦ θορύβου ἕνεκα καθαπτομένη. ἐκεῖνοι δὲ τῆς ἡμερότητος καὶ τῆς συγγνώμης χάριτας ὁμολογήσαντες καὶ τῶν ἄλλων μᾶλλον ὁ μέγας δομέστικος, οἱ μὲν ἄλλοι ἀνεχώρουν· ὁ μέγας δὲ αὖθις δομέστικος