224
ειναι τῆς 2.73 αὐτοῦ τύχης, ῃ συστρατιώτιδι χρησάμενος ἐκράτησε τῶν ἁλῶναι μὴ δυναμένων. Τῶν μὲν ουν αἰχμαλώτων πάντων, οι δι' ολου τοῦ πολέμου ἐλήφθησαν, ὁ ἀριθμὸς εἰς ἐννέα μυριάδας καὶ ἑπτακισχιλίους συνήχθη, τῶν δὲ ἀπολλυμένων κατὰ πᾶσαν τὴν πολιορκίαν μυριάδες ἑκατὸν καὶ δέκα. τούτων τὸ πλέον ὁμόφυλον μέν, ἀλλ' οὐκ ἐπιχώριον· ἀπὸ γὰρ τῆς χώρας ολης ἐπὶ τὴν τῶν ἀζύμων ἑορτὴν συνεληλυθότες ἐξαπίνης τῷ πολέμῳ περιεσχέθησαν, καὶ μεστὴν ὁ πόλεμος τὴν πόλιν ἀνδρῶν ἐκυκλώσατο. ̓Επεὶ δὲ τῶν φανερῶν ους μὲν ἀνεῖλον, ους δ' ᾐχμαλώτισαν ̔Ρωμαῖοι, τοὺς ἐν τοῖς ὑπονόμοις ἀνηρεύνων, καὶ ἀναρρηγνύντες τὸ εδαφος, οσοις ἐνετύγχανον, εκτεινον. εὑρέθησαν δὲ κἀκεῖ νεκροὶ δισχιλίων ἐπέκεινα. δεινὴ δὲ ὑπήντα τοῖς ἐπικύπτουσι τῶν σωμάτων ὀδμή, ὡς πολλοὺς εὐθέως ἀναχωρεῖν. αλλοι δ' ὑπὸ πλεονεξίας εἰσεδύοντο, σωρείαις ἐμπατοῦντες νεκρῶν· ευρισκον γὰρ πολλὰ τῶν κειμηλίων ἐν ταῖς διώρυξιν. ἀνήγοντο δὲ καὶ πολλοὶ ὑπὸ τῶν τυράννων κατεχόμενοι δεσμῶται καὶ ἀπελύοντο. Τούτων δὲ τῶν ἀλαστόρων ὁ μὲν ̓Ιωάννης ἐν τοῖς ὑπονόμοις μετὰ τῶν ἀδελφῶν λιμώττων δεξιὰν παρὰ ̔Ρωμαίων λαβεῖν ἱκέτευε, Σίμων δὲ μετέπειτα συνελήφθη, τοῦ Τίτου διάγοντος εἰς τὴν Φιλίππου λεγομένην Καισάρειαν. πολιορκουμένων γὰρ ̔Ιεροσολύμων ἐπὶ τῆς ανω πόλεως ων, τῶν ̔Ρωμαίων ἐντὸς γενομένων τῆς πόλεως, ὁ Σίμων τοὺς πιστοτάτους παραλαβὼν τῶν φίλων, καὶ σὺν αὐτοῖς λιθοτόμους καὶ τὸν πρὸς τὴν ἐργασίαν ἐπιτήδειον τούτοις σίδηρον, εις τινα τῶν ὑπονόμων σὺν ἐκείνοις καθίησιν ἑαυτόν, καὶ τὸ παλαιὸν ορυγμα διελθὼν τὴν 2.74 γῆν ὑπενόμευεν, ινα πορρωτέρω προελθόντες ἐν ἀσφαλείᾳ ποιήσωνται τὴν ἀνάδυσιν. ὀλίγον μέντοι τῶν μεταλλευόντων προχωρησάντων ἡ τροφὴ αὐτοῖς ἐπιλέλοιπε. τότε δὴ λευκοὺς ἐνδύεται χιτωνίσκους, καὶ χλαμύδα πορφυρᾶν ἐμπερονησάμενος ἀνέδυ τῆς γῆς κατ' ἐκεῖνον τὸν τόπον ἐν ῳ πρόσθεν τὸ ἱερὸν ην. πρῶτον μὲν ουν θάμβος τοῖς ἰδοῦσι προσέπεσεν, ειτα δ' ἐγγυτέρω προσιόντες οστις ειη ἠρώτων. Σίμων δὲ καλεῖν τὸν αρχοντα σφῶν προσέταττε. καὶ ηκε κληθεὶς Τερέντιος ̔Ροῦφος, ος αρχων τῆς στρατιᾶς κατελέλειπτο. ῳ γνωρίσας οστις ην ὁ Σίμων συνελήφθη καὶ δεθεὶς ἐφυλάττετο. τῷ δέ γε Τίτῳ ἡ σύλληψις αὐτοῦ ἐδηλοῦτο. καὶ ὁ μὲν εἰς τὸν θρίαμβον ἐτηρεῖτο, καθ' ον καὶ ἀνῃρέθη ἀγχόνῃ συρεὶς ἐν τῇ κατὰ τὴν ̔Ρώμην ἀγορᾷ, οπου κτείνειν ̔Ρωμαίοις ειθισται τοὺς ἐπὶ κακουργίᾳ θανατουμένους. Τοῦτο μὲν ουν γέγονε τέλος τῷ τοῦ Γιώρα Σίμωνι· ̓Ιωάννης δέ, ἡ λοιπὴ τῶν ̓Ιουδαίων ἐρινύς, δεσμὰ κατεκρίθη διηνεκῆ. τὸ δὲ τῶν αἰχμαλώτων πλῆθος τὸ μὲν εἰς τὰ κατ' Αιγυπτον εργα ἐστάλη, τὸ δὲ ἐν ταῖς κατὰ πόλεις τελουμέναις θεωρίαις ἐφθείρετο η θηριομαχίαις ἐκδιδόμενον η ἀλληλοκτονούμενον. ἡ δὲ τοῦ Σίμωνος γῆθεν ἀνάδυσις πολὺ καὶ τῶν αλλων στασιαστῶν πλῆθος εὑρίσκεσθαι κατὰ τοὺς ὑπονόμους ἐποίησεν, ὡς ἐντεῦθεν καὶ τὰ τοῦ ναοῦ ἀνορυχθῆναι θεμέλια. Οὐ μόνον δὲ τοῖς ἐν ̔Ιεροσολύμοις ̓Ιουδαίοις ἐπῆκτο κίνδυνος, ἀλλὰ καὶ τοῖς ἐν ταῖς αλλαις πόλεσι. πάντα δὲ διηγήσασθαι δύσεργον· τὰ δ' ἐπ' ̓Αντιοχείας τοῖς ἐκείνην οἰκοῦσιν ̓Ιουδαίοις συμβεβηκότα 2.75 διηγητέον. πολὺ μὲν γὰρ ἀνὰ πᾶσαν τὴν οἰκουμένην τὸ ̓Ιουδαίων εθνος κατέσπαρται, πολλάκις αἰχμαλωτισθέν, ὡς ηδη ἱστόρηται, καὶ σκεδασθὲν πανταχοῦ· πλεῖστον δὲ τῇ Συρίᾳ ἐγκαταμέμικται κατὰ τὴν γειτνίασιν, μᾶλλον δὲ τῶν αλλων ταύτης πόλεων ἡ ̓Αντιόχεια κατοίκους ̓Ιουδαίους ἐκέκτητο διά τε τὸ τῆς πόλεως μέγεθος καὶ οτι ἀδεᾶ τὴν κατοίκησιν ἐν αὐτῇ παρέσχον αὐτοῖς οἱ μετ' ̓Αντίοχον βασιλεῖς. ὁ μὲν γὰρ ̓Επιφανὴς ̓Αντίοχος τά τε ̔Ιεροσόλυμα ἐξεπόρθησε καὶ τὸν ναὸν ἐσύλησεν, οἱ δὲ μετ' αὐτὸν βασιλεῖς ἐξ ισου τοῖς Ελλησι μετέχειν τῆς πόλεως αὐτοῖς συνεχώρησαν. διὸ καὶ εἰς πλῆθος ἐπέδωκαν, πολὺ πλῆθος ̔Ελλήνων προσαγόμενοι τῇ θρησκείᾳ. Καθ' ον δὲ καιρὸν ὁ τῶν ̔Ιεροσολύμων πόλεμος ἐξερράγη καὶ εἰς τὴν Συρίαν κατέπλευσεν Οὐεσπασιανός, τὸ δὲ μῖσος κατὰ τοῦ εθνους παρὰ πᾶσιν ηκμαζε, τότε δή τις ̓Ιουδαῖος ̓Αντίοχος, υἱὸς τῶν ἐπ'