224
λήγοντα οὐδέτερα δισύλλαβα, ἀρχόμενα ἀπὸ φύσεως μακρᾶς, ψιλοῦσθαι θέλουσιν· οιον αισχος, ευχος, ειδος. ουτως ουν καὶ ηδος ψιλωτέον. εστιν αδος ὁ κόρος καὶ κατ' ἐπέκτασιν τοῦ α εἰς ητα ηδος. η παρὰ τὸ ἐῶ τὸ κορεννύω. ̔Ηδύλειον. ορος ἐν Βοιωτίᾳ. ̔Ηδύγαιον. τὸ καλὴν εχον γῆν. ̔Ηδύσματα. βρώματα. η εὐοσμία. eta.977 ̓Ηδωνά. ἱμάτια θρᾳκικά· ἡ γὰρ ̓Ηδωνὶς χώρα κατὰ τὴν Θρᾴκην. Ηιδεε καὶ ῃδει. ἀντὶ τοῦ ἠπίστατο. καὶ ῃδειν εχει τὸ ι προσγεγραμμένον. ὡς καὶ τὸ ῃκαζον. εστι γὰρ εἰκάζω καὶ εικω διὰ τῆς ˉεˉι διφθόγγου, ὁ παρατατικὸς εικαζον καὶ κατὰ εκτασιν ἀττικὴν ῃκαζον. τοῦ δὲ ειδω ὁ ὑπερσυντέλικος ῃδειν κατ' εκτασιν ἀττικήν. καὶ μένει τὸ ἰῶτα· οἱ γὰρ παρῳχημένοι η ισα φωνήεντα θέλουσιν εχειν πρὸς τὴν ἀρχὴν τοῦ ἐνεστῶτος, η πλείονα, οὐδέποτε δὲ ἐλάττονα. ισα μέν· αὐλῶ, ηυλουν, οἰκῶ, ῳκουν· πλείονα δέ· εχω, ειχον, ἐῶ, ειων. Ηιδεσαν. εγνωσαν. Ηιδεισθα. ῃδεις. Ηιδεισαν. ἀντὶ τοῦ ἠπίσταντο. Ηδει. εὐφραίνει. Ηδῃ. ἀντὶ τοῦ εὐφραίνομαι, εὐφραίνῃ. ̓Ηδολέσχησα. διελάλουν, ἐμαυτῷ προσδιαλεγόμενος. Ηδομαι. εὐφραίνομαι. ηδομαί σοι λίαν. ̔Ηδρυμένοσ. ηὐξημένος. ἱδρυμένος δὲ ὁ θεμελιωμένος, ἰῶτα. ̔Ηδρύνθη. ηὐξύνθη. eta.978 Ηδρασεν. ἐστήριξεν. καὶ ἡδρασμένος ὁ βέβαιος καὶ πάγιος. ̔Ηδόμενοσ. ἀρεσκόμενος. εὐφραινόμενος. ̔Ηδυνθείη. γλυκυνθείη. Η δή. οντως δεῖ. Ηδη. ἀντὶ τοῦ λοιπὸν, καὶ ἀντὶ τοῦ ταχέως. ̓Αριστοφάνης· φεύγεις αν ηδη τοὺς πονηρούς. καὶ ἀντὶ τοῦ ἀπάρτι, καὶ ἀντὶ τοῦ πρὸ τούτου. ἀόριστος ἐστὶ καὶ τρεῖς χρόνους δηλοῖ· παρῳχημένον, ἐνεστῶτα καὶ μέλλοντα. καὶ ηδη ἀντὶ τοῦ ὀψὲ καὶ ποτέ. καὶ ὁ ̓Απόστολος· ειπως ηδη ποτὲ καὶ εὐοδοθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν. Τὸ Η μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.) ̓Ηέρι. ἀέρι. ̓Ηέλιοσ. ὁ ηλιος. ̓Ηερινόσ. ὀρθρινός. ̓Ηερόεισ. σκοτεινός. ἠερόεις ᾳδης. ̓Ηέρα. ἀορασίαν. ̓Ηετίων. κύριον. ̓Ηεροειδέα. μέλαινα. Ομηρος· ἐπ' ἠεροειδέα πόντον. eta.979 (Θηλυκόν.) ̓Ηερία καὶ ἠερίη. ἡ ἑωθινή. ̓Ηεροφοῖτισ. δαίμων ἡ ἀοράτως ἐρχομένη κατὰ τὰ εργα. ̓Ηέροσ. ὁδοῦ· τόπου. καὶ διὰ μέσης ἠέρος· ευαγρον τοῖσδε δίδου κάματον. ̓Ηετιωνεία. ουτως ἐκαλεῖτο ἡ ἑτέρα τοῦ Πειραιέως ακρα ἀπὸ τοῦ καταστησαμένου τὴν γῆν ̓Ηετίωνος. (Οὐδέτερον.) ̓Ηερόεντα. σκοτεινά. ̓Ηεροειδῆ. ὁμοίως. ( ̔Ρῆμα.) Ηιεμεν. ἀντὶ τοῦ ῃδειμεν. Ηεν. ἀντὶ τοῦ ὑπῆρχε. καὶ ηε ἀντὶ τοῦ ἐπορεύετο. ̓Ηερέθονται. ἀπαιωροῦνται. παρὰ τὸ ἀείρω, τὸ κουφίζω. ὁ μέλλων ἀερῶ, ἐξ ου καὶ ἀρέθω. ὡς ἀγείρω, ἀγερέθω, ἠγερέθοντο. η ἀπὸ τοῦ αιρω, ἀρῶ, ἀρέθω, ὡς φλέγω, φλεγέθω. ειτα μετάγεται εἰς ἐνεστῶτα. καὶ ὁ παρατατικὸς ἠρεθόμην, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἠρέθοντο. Ηιεσαν. ἐπορεύοντο. η ηλθοσαν. ιεσαν δὲ ἀντὶ τοῦ επεμψαν, ἰῶτα. Ηιει. ἀντὶ τοῦ ἐπορεύετο. Ηειρεν. ηρμοζεν. ἀπὸ τοῦ ειρω ειρε. σημαίνει τὸ δεσμεύω. ειρω ουν καὶ πλεονασμῷ τοῦ η ἠείρω. ὡς μύω, ἠμύω. Ηειμεν. ἀντὶ τοῦ ὁδεύομεν. καὶ προεκόπτομεν. καὶ ὁ θεόλογος Γρηγόριος· ουτως ηειμεν εἰς τὸ πρόσω. eta.980 ̓Ηέ. διαζεύξεως σύνδεσμος. ἠὲ διατμῆξαι κοῖλον δόρυ. Τὸ Η μετὰ τοῦ Θ. ( ̓Αρσενικόν.) ̓Ηθάσ. ἡ συνήθης ορνις. ̓Ηθάδων. συνήθων. χειμέριον νύκτα ἐτήρησαν, ἐν ῃ οὐδ' αν τις αὐτῶν τῶν βαρβάρων ἠθάδων ανευ τινὸς ἐξαισίου ἀνάγκης εξω τῶν σκηνωμάτων ἐγένετο. ̓Ηθάμ. ονομα τόπου ἑβραϊστί, λέγεται αιμα η νότος ἑρμηνεύεται. εἰς νότον γὰρ τῆς ̓Ιουδαίας ὁ ̓Ιορδάνης κεῖται. ̓Ιώσηπος δὲ ἐν ἀρχαιολογίᾳ λέγει χωρίον ειναί τι ἀπὸ δύο σχοινίων ̔Ιεροσολύμων, ο καλεῖται μὲν ̓Ηθὰμ, παραδείσοις καὶ ναμάτων ἐπεῤῥοίαις ἐστὶν ἐπιτερπέστατον, ο κατὰ θεοῦ μοίρην ἐπὶ τοῦ ῥωμαϊκοῦ ἐξηράνθη πολέμου. ̓Ηθεῖε. προφώνημα νέου πρὸς πρεσβύτερον. η ἠθεῖος ὁ πάππος. παρὰ τὸ θεὸς θέϊος, κατὰ συναίρεσιν θεῖος, κατ' ἐπέκτασιν ἠθεῖος, ὡς βαιὸν ἠβαιὸν, μύει ἠμύει. η παρὰ τὸ εθος ἐθεῖος, καὶ ἠθεῖος κατ' εκτασιν. η ἠθεῖος ὁ αγαν θεῖος καὶ θαυμαστός. ̓Ηθμόσ. ὁ διϋλιστήρ. παρὰ τὸ ηθω. ἀφ' ου Νίκανδρος· Ουρον ἀπήθησεν. ἀπὸ ουν τοῦ ηθω, ησω, ημος καὶ ἠθμός. δι' ου διηθεῖται καὶ διαβιβάζεται. ̓Ηθολόγοσ. θεατριστής. ̓Ηθική. ἡ τῶν εἰωθότων τοῖς ἀνθρώποις ἐξήγησις. ̓Ηθοποιΐα. μίμησις ηθους ὑποκειμένου