224
θύρα στρέφεται ἐπὶ τοῦ στρόφιγγος, οὕτως ὁ ὀκνηρὸς ἐπὶ τῆς κοίτης αὐτοῦ. Κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐπὶ τὸν κόλπον αὐτοῦ, οὐ δύναται ἐπενεγκεῖν ἐπὶ τὸ στόμα αὐτοῦ.» «Ὁδοὶ καταφρονοῦντος ἐν ἀπωλείᾳ.» «Ἐν ὀκνηρίαις ταπεινωθήσεται ἡ δόκησις, καὶ ἐν ἀργίαις χειρῶν στενάζει οἰκία.» «Μὴ γίνου ταχὺς ἐν γλώσσῃ, καὶ νωθρὸς, καὶ παρειμένος τοῖς ἔργοις σου.» «Πολλὴν κακίαν ἐδίδαξεν ἡ ἀργία.» «Προσελθὼν ὁ τὸ ἓν τάλαντον εἰληφὼς, εἶπεν· Ὁ κύριος, ἔγνων σε ὅτι σκληρὸς σὺ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθεὶς, ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ. Ἴδε ἔχεις τὸ σόν· Ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ, εἶπεν αὐτῷ· ∆οῦλε πονηρὲ καὶ ὀκνηρὲ, εἰ εἶδες ὅτι σκληρός εἰμι ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρα, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισα· ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. Ἄρατε ἀπ' αὐτοῦ τὸ τάλαντον, καὶ δότε τῷ ἔχοντι δέκα τάλαντα. Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται, καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει, ἀρθήσεται ἀπ' αὐτοῦ. Καὶ τὸν ἄχρειον δοῦλον ἐκβάλλετε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων.» Ὅτε ἤμην πρὸς ὑμᾶς, ταῦτα παρήγγειλον ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. Ἀκούομεν γάρ τινας ἐν ὑμῖν ἀτάκτως περιπατοῦντας, μη 96.169 δὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους. Τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν ἐν Κυρίῳ Ἰησοῦ Χριστοῦ, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι, τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν.» Ἀργία κακουργίας αἰτία. -Ἴδιον τοῦτο ἀῤῥώστημα ἀργῆς καὶ ῥᾳθύμου ψυχῆς, ἐνύπνια βλέπειν ἐγρηγορότος τοῦ σώματος. Τίς ἐν καιρῷ τῆς σπορᾶς οἴκοι καθήμενος ἢ καθεύδων, ἐνστάντος τοῦ θερισμοῦ τὸν κόλπον ἐπλήρωσε τῶν δραγμάτων; τίς ἐτρύγησεν ἀμπελῶνα τὸν μὴ πεφυτευμένον; ἐκείνων οἱ καρποὶ, ὧν καὶ οἱ πόνοι. Αἱ τιμαὶ καὶ οἱ στέφανοι τῶν πεπονηκότων εἰσίν. Τίς στεφανοῖ τὸν μηδὲ ἀποδύντα πρὸς τὸν ἀντίπαλον; ὁπότε οὐ τοῦ νικῆσαι δεῖ μόνον, ἀλλὰ καὶ νομίμως ἀθλῆσαι, κατὰ τὸν Ἀπόστολον. Τίς οὕτως ἄκριτος ἀθλοθέτης, ὃς τῶν ἴσων ἀξιώσει στεφάνων τὸν νικητὴν, καὶ τὸν μηδὲν ἠγωνισμένον; τίς στρατηγὸς εἰς τὴν μερίδα τῶν σκύλων ἐξ ἴσου ποτὲ τοῖς νενικηκόσι, καὶ τοὺς μηδὲ φανέντας ἐπὶ τῆς μάχης ἐκάλεσεν; Τὸ καλὸν οὐ καλὸν, ὅταν μὴ καλῶς γίνηται.
ΤΙΤΛ. Ζʹ. -Περὶ μίσους, καὶ ἔχθρας, καὶ διαστάσεως, καὶ τῶν μάχας
συναπτόντων. «∆ιασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.» «Ἄνδρες αἱμάτων καὶ
δολιότητος οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτῶν.» «Ὦ οἱ ἐγκαταλιπόντες ὁδοὺς εὐθείας, τοῦ πορευθῆναι ἐν ὁδοῖς σκότους. Οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς, καὶ χαίροντες ἐν διαστροφῇ κακῇ.» «Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία.» «Πονηρὸς κακοποιεῖ, ὅταν συμμίξῃ δικαίωμα.» «Ἀνὴρ θυμώδης παρασκευάζει μάχας.» «Ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ, καὶ διαχωρίζει φίλους.» «Ἀντιλογίας ἐγείρει πᾶς κακός· ὁ δὲ Κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ. Φιλαμαρτήμων χαίρει μάχαις.» «Μὴ ἐπίχαιρε, καὶ μὴ πρόσπιπτε εἰς μάχην ταχέως, ἵνα μὴ μεταμεληθῇς ἐπ' ἐσχάτων.» «Σίδηρος σίδηρον ὀξύνει, ἀνὴρ δὲ παροξύνει πρόσωπον ἑτέρου.» Ὃς ἐκκαύσει κακίαν, ἀπολεῖται ὑπ' αὐτῆς.» «Ἐξολοθρευθήσονται οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ, καὶ ποιοῦντες ἁμαρτάνειν ἀνθρώπους ἐν λόγῳ.» «Υἱοὶ ἄφρονές εἰσι, καὶ οὐ συνετοί· σοφοὶ τοῦ κακοποιῆσαι, τὸ δὲ καλὸν ποιῆσαι οὐκ ἐπέγνωσαν.» 96.172 «Ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους, καὶ ἀναμέσον εἰρηνευόντων βαλεῖ διαβολήν.» «Πρὸ πυρὸς ἀτμὶς καμίνου, οὕτω πρὸ αἱμάτων λοιδορίαι.» «Ἀπόσχου ἀπὸ μάχης, καὶ ἐλαττώσεις ἁμαρτίαν. Ἔρις κατασπεύδουσα ἐκκαίει αἷμα.» «Πᾶσα βασιλεία μερισθεῖσα καθ' ἑαυτῆς, ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ' ἑαυτῆς, οὐ σταθήσεται.» «∆ιὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν