15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
δὴ πονηρός ἐστι λογισμός, δεκτικὸς ἐντεῦθεν ἀκαθαρσίας γενόμενος καὶ καχεκτικὴν τὴν ψυχὴν ἐργαζόμενος. Τὸ δὲ ἧπαρ μετὰ τῶν σιμῶν καὶ κυρτῶν φάγωμεν μερῶν, τὴν ἐπιθυ μίαν ἐπεκτείνοντες, ποτὲ μὲν περὶ τὰ ὑπερφυῆ καὶ μετέωρα, ποτὲ δὲ ἐπὶ τὰ ἐλάττονα τὴν γνῶσιν ἔχοντα, ἃ δὴ αἱ πρῶται καὶ δεύτεραι φύσεις τυγχάνουσιν. Ἠρέμα δὲ καὶ τοῦ σπληνὸς ἐφαψώμεθα, τὴν ἄλογον διακαθαίροντες δύναμιν, ἐν ᾧ δή, οἷόν τις μέλας χυμός, ὁ πονηρὸς δαίμων ἐγκάθηται καὶ ταῖς πονηραῖς ὑποσποραῖς μολύνει τὸ τῆς ψυχῆς καθαρόν· ἀλλ' ἡμεῖς ἐπιπειθὲς καὶ τὸ ἄλογον μέρος τῷ λόγῳ ποιήσωμεν, ἵνα μηδὲ ὁ σπλὴν ἡμῖν ἄβρωτος γένηται. Τούτων μὲν οὖν ὡς ἐφικτὸν ἡμῖν τῷ λόγῳ ἁψάμενοι, τὴν οἰκείαν ψυχὴν διαθρέψωμεν· τοῖς δὲ ὀστοῖς δέος τὸν ὀδόντα ἐπιβαλεῖν, δυσκατέρ γαστα γὰρ ταῦτα καὶ ἄβρωτα, οὐ διὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ διὰ τὴν ἡμετέραν ἀσθένειαν. ὀστᾶ δὲ τοῦ λόγου οἱ ἀπόρρητοι περὶ θεότητος λόγοι, αἱ ἀνέκφραστοι περὶ οἰκονομίας αἰτίαι· ὀστοῦν γὰρ ὡς ἀληθῶς τὸ ζητεῖν πῶς ὁ πατὴρ γεγέννηκε τὸν υἱόν, πῶς τὸ πνεῦμα προβάλλεται, τίς διαφορὰ προβολῆς καὶ γεννήσεως· ὀστοῦν αὖθις ἄβρωτόν τε καὶ ἀδιαίρετον τὸ διερευνᾶσθαι πῶς ἀνεκράθη σαρκὶ ὁ θεός, τίς ὁ λόγος τῆς κράσεως. ταῦτα γὰρ τὰ ὀστᾶ εἰ διαθλάσαι θελήσειας, οὔτε τι ἐξ αὐτῶν βρώσεις, καὶ βλάψεις τὴν δύναμιν πρὸς τὴν πέψιν οὐκ ἀρκοῦσαν οὐδ' ἀποχρῶσαν. τὰ μὲν οὖν ἐνδόσθια φάγε, τὰ κεκρυμμένα τοῦ λόγου μυστήρια, ἐπεὶ καὶ ταῦτα περικαλύπτεται, ἐπεὶ καὶ ὑπείκει τοῖς ὀδοῦσι καὶ διαμασώμενα συμπιέζεται· μὴ ἅψῃ δὲ τῶν ὀστῶν, ταῦτα γὰρ μόλις καὶ δυνάμεις ἀγ γελικαὶ διαθλάσουσιν. Οἶδα ὅτι πέρα τοῦ μετρίου τὸν λόγον ἐξήνεγκα, καί γε ὑμῶν ἐνίους ὁρῶ καὶ πρὸς τὸ τοῦ λόγου μῆκος ἀπαυδῶντας καὶ πρὸς τὸ λεπτὸν τῶν θεω ριῶν δυσχεραίνοντας. διὰ ταῦτα καὶ αὐτός, τῶν ἀκριβεστέρων θεωριῶν ὥσπερ δὴ ὀστῶν ἀπεχόμενος, ἐς τὰς παχυτέρας σάρκας ὥσπερ δὴ εἰς σάρκας εὐδιαιρέτους τὸν λόγον ἐπαναπαύω.
100 Εἰς τὸ «ἔστι τοίνυν ἐξετάσαι πρᾶγμα καὶ δόγμα».
Ἔδει μέν, ὦ φίλτατοι παῖδες, μὴ πολυπραγμονεῖν τὴν τοῦ μεγάλου πατρὸς λύσιν, ἣν ἐποιήσατο περὶ τῆς προσαγωγῆς τοῦ αἵματος, ὃ δὴ ὑπὲρ ἡμῶν ὁ καθ' ἡμᾶς γενόμενος θεὸς ἔχεε, μηδ' ἑτέρας ἀξιοῦν λύσεως, ἀποχρώσης τῆς πρώτης πρὸς πάσης ἀντιλογίας ἄλυτον ἔνστασιν. ἐπεὶ δὲ ἐνίους ὑμῶν ὁρῶ περὶ τοῦτο τὸ ζήτημα στρεφομένους καὶ τὴν μὲν ἀπο ρίαν ἄγαν ἀποδεχομένους ὡς γενναίαν, τὴν δὲ λύσιν καὶ μάλιστα δυσχε ραίνοντας, ὅτι μὴ οὕτως ἀπήντησεν ὡς ἠπόρησε, τήν τε διαφορὰν ζητοῦν τας τοῦ πράγματος καὶ τοῦ δόγματος, διὰ ταῦτα ἐμαυτὸν εἰς τὴν τοιαύτην καθῆκα ἐξέτασιν, ἅμα μὲν ἀναχωννύων καὶ τὸν τοῦ μεγάλου πατρὸς νοῦν, ὃν τῇ λέξει κατακρυψάμενος φαίνεται, ὁμοῦ δὲ καὶ τὸ δόγμα πρὸς τὸ πρᾶγμα παρεξετάζων καὶ διδοὺς ὑμῖν ὅπως δεῖ νοεῖν τὴν τούτων δια φοράν. Πρᾶγμα τοίνυν ἐστὶ μόνως ὃ δὴ πραττόμενον οὐδεμίαν ἀντιλογίαν τοῖς ὁρῶσι δίδωσι. τὸ γοῦν τὸν βοῦν τὴν αὔλακα τέμνειν καὶ τὸν δελφῖνα τῶν ὑδάτων διολισθαίνειν καὶ τὸν ἀετὸν πέτεσθαι, ὁπότε ταῦτα γίνηται, πράγματά εἰσιν ἀδογμάτιστα· οὐ γὰρ τοῖς μὲν νήχεσθαι δοκεῖ ὁ δελφίν, τοῖς δὲ οὔ· καὶ τὸν ἀετὸν δ' ἐπίσης πάντες ὁρῶμεν τῷ ἀέρι περιποτώμε νον, ὁπότε δὴ πέταται. ὃ δὲ πράττεται μέν, δόξαις δ' ἑτερογνώμοσι ταῖς τῶν ὁρώντων ἢ νοούντων καταμερίζεται, τοῦτο μετὰ τοῦ πράττεσθαι καὶ δογματίζεται· τὸ γὰρ δόγμα ἀπὸ τοῦ δοξάζειν παρῆκται, ὃ δὴ πάλιν ἀπὸ τῆς δόξης μετωνόμασται, δόξα δέ ἐστι πράγματος ἀμφιβόλου μετὰ πολυπραγμοσύνην ἀπόφασις, ὥς που φαμὲν τὴν ψυχὴν τὸν Πλάτωνα δοξάζειν ἀθάνατον· ἀφ' οὗ δὴ καὶ δόγμα Πλατωνικὸν τὸ ἀθάνατον εἶναι τὴν ψυχήν.