224
τοῦτο μαθεῖν ἀκριβέστερον βουλομένους. βʹ. "Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ· δικαιο σύνη καὶ κρῖμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ." ∆ιὰ τοῦ γνόφου, καὶ τῆς νεφέλης, τὸ ἀθέατον τῆς θείας ἐδίδαξε φύσεως· ὥσπερ γὰρ καὶ τὸν νεφέλῃ τινὶ, καὶ γνόφῳ συγκαλυπτόμενον ἀδύνατον κατ ιδεῖν· οὕτω πάμπαν ἀδύνατον θεάσασθαι τὴν ἀόρα τον φύσιν. Ἀναμιμνήσκει δὲ ὅμως, ὡς αὐτός 80.1653 ἐστιν ὁ ἐν τῷ Σινᾷ ὄρει διὰ νεφέλης καὶ γνόφου τὴν οἰκείαν ποιησάμενος ἐπιφάνειαν· καὶ διδάσκει, ὅτι εἰ καὶ τὴν θείαν φύσιν ἀδύνατον κατιδεῖν, ἀλλ' οὖν διὰ τῆς ἐνεργείας τὴν ταύτης δύναμιν ἔνεστι θεω ρῆσαι. ∆ικαιοσύνην γὰρ τοὺς ἀνθρώπους ἐπαίδευσε, καὶ τοὺς ἀδιακρίτως ἅπαντα δρῶντας, μετὰ κρίσεως ὀρθῆς ἐδίδαξε πολιτεύεσθαι· ταῦτα αὐτοῦ ὁ θρόνος καὶ ἡ βασιλεία κατώρθωσεν. γʹ. "Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ φλο γιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ." Ταῦτα τῆς δευτέ ρας ἐπιφανείας τὰ θεσπίσματα. Ταῦτα καὶ ὁ θεῖος ἐθεάσατο ∆ανιήλ· "Ὁ θρόνος αὐτοῦ, φησὶ, φλὸξ πυ ρὸς, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς ἐκπορευόμενος εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χι λιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρ ειστήκεισαν αὐτῷ· κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν." δʹ. "Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ." ∆ύο τοῦ πυρὸς αἱ ἐνέργειαι· οὐ γὰρ μόνον τὸ καίειν, ἀλλὰ καὶ τὸ φωτίζειν ἔχει. Ἀλλὰ τῆς μὲν ὁ τῶν ἁγίων ἀπολαύει χορὸς, θατέρας δὲ οἱ παρανομίᾳ συ ζήσαντες. Ἀστραπῇ δὲ αὑτοῦ τὴν παρουσίαν καὶ ὁ ∆εσπότης ἀπείκασεν. Ἔφη δὲ οὕτω· "Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαί νεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου." "Εἶδε, καὶ ἐσαλεύθη ἡ γῆ." Τίς γὰρ οὐ δειμαίνει τὸ φοβερὸν ἐκεῖνο δικαστή ριον; εʹ. "Τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆς." Οὐ μόνοι γὰρ οἱ ἀρχόμενοι, ἀλλὰ καὶ αὐτοὶ οἱ δυνα στεύοντες καὶ βασιλεύοντες, κηροῦ δίκην πυρὶ πε λάζοντος, τῷ φόβῳ διαλυθήσονται. Ὅσῳ γὰρ πλειό νων πραγμάτων οἰκονομίαν ἐνεχειρίσθησαν, τοσού τῳ πλείοσιν εὐθύναις ὑπόκεινται. Ὅσῳ δὲ πλέον τὸ χρέος, τοσούτῳ πλέον τὸ δέος. ʹ. "Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐ τοῦ· καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ." Τοῦτο καὶ γέγονε, καὶ γενήσεται. Ἡνίκα μὲν γὰρ ὁ ∆εσπότης ἐτέχθη Χριστὸς, χορὸς ἀγγέλων φανεὶς τῷ Θεῷ τὸν ὕμνον ἐπὶ τῇ τῶν ἀνθρώπων προσ ενήνοχε σωτηρίᾳ, καὶ ἐβόων ὑμνοῦντες· "∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία." Οὐρανοὺς τοίνυν ἐκάλεσε τὰς οὐρανίας δυνάμεις, ὥσπερ αὖ καὶ γῆν πολλάκις τοὺς τὴν γῆν 80.1656 οἰκοῦντας καλεῖ. Εἶδον δὲ καὶ οἱ κατὰ τὴν οἰκου μένην λαοὶ, διὰ τῆς οἰκείας μεταβολῆς, τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν δύναμιν· ἡ δευτέρα μέντοι παρ ουσία σαφῶς ἅπαντας ἀνθρώπους διδάξει τοῦ ∆ε σπότου τὴν βασιλείαν· τότε καὶ τῆς ἀγγέλων ὑμνῳ δίας ἀκουσόμεθα πάντες. ζʹ. "Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐ τῶν." Τοῦ ἀληθινοῦ τοίνυν φωτὸς ἀνατείλαντος, ὑποχωρείτω τὸ σκότος, καὶ καταδυέσθωσαν οἱ τῇ πλάνῃ δουλεύοντες, ἐγκαλυπτέσθωσαν οἱ τοῖς εἰδώ λοις λατρεύοντες. "Προσκυνήσατε αὐτῷ πάντες ἄγ γελοι αὐτοῦ." Καὶ ταύτην ὁ μακάριος Παῦλος τὴν προφητείαν τῷ Σωτῆρι προσήρμοσε. Φησὶ δὲ οὕτως ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ· "Ὅτ' ἂν δὲ πάλινεἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ." Εἰς καιρὸν δὲ τοῦτο καὶ ἐνταῦθα τέθεικεν ὁ Προφή της. ∆είξας γὰρ αἰσχυνομένους καὶ ἐγκαλυπτομέ νους τοὺς τῶν εἰδώλων προσκυνητὰς, ὑποδείκνυσι τὰς ἀναρίθμους τῶν ἀγγέλων μυριάδας, τὸν ἡμέτερον προσκυνοῦντας Θεόν. ηʹ. "Ἤκουσε καὶ εὐφράνθη Σιὼν, καὶ ἠγαλλιά σαντο αἱ θυγατέρες τῆς Ἰουδαίας, ἕνεκεν τῶν κρι μάτων σου, Κύριε." Καὶ ἐνταῦθα Σιὼν τὴν εὐσεβῆ πολιτείαν καλεῖ· θυγατέρας δὲ τῆς Ἰουδαίας, τὰς κατὰ τὴν οἰκουμένην Ἐκκλησίας. Ἐξ Ἰουδαίωνγὰρ κατῆραν τὸ γένος οἱ τοῦ Σωτῆρος ἀπόστολοι, οἱ ταύτας φυτεύσαντες καὶ γεννήσαντες. Καὶ μάρ τυς ὁ θεσπέσιος Παῦλος Κορινθίοις